Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
541.1.1
) φρένας ἀμφιβέβηκεν. ὅ πέρ ἐστιν ὅμοιον τῷ ἀμφεκάλυψεν, ὡς ἀπὸ νέφους ἢ δικτύου μετενεχθέν. οὐκ ἔστι γὰρ ἐνταῦθα νοῆσαι τὸ ἀμφιβεβηκέναι ἀντὶ τοῦὑπερμαχεῖν. (ῃερς. 539.) Τὸ δὲ ὤρορεν ἀοιδὸς, μετάθεσιν παθὸν κἀνταῦθα τῶν φωνηέντων ἀσαφῶς μὲν ἔχει διὰ τὴν ἔλλειψιν, δηλοῖ δὲ τὸ, ὡρμήθη θεοῦ. ὃ πρὸ ὀλίγων ἐγράφη ἔνθα ἐμπνέεσθαι ὑπὸ Μούσης ὁ ἀοιδὸς ἐλέγετο. οὔτε τὴν ἐρωτικὴν ἐκείνην ᾠδὴν καὶ γελωτοποιὸν, ἄνευ Μούσης ἐπιπνεούσης ἐκθέμενος, οὔτε τὴν στρυφνὴν καὶ ἀνδρικὴν τὴν κατὰ τὸν δούρειον ἵππον. ἐν αἷς καὶ τὴν μουσικὴν ἐνεδείξατο δύναμιν. τέρπουσαν μὲν πανταχοῦ, ἄλλως μέντοι καὶ ἄλλως. καὶ οὐδὲ ἀεὶ γέλωτα ὑποκινοῦσαν. ἀλλ' ἔστιν οὗ καὶ δακρύων ῥοὴν ἀμαρεύουσαν. ἐν μὲν οὖν τοῖς κατὰ τὴν Ἀφροδίτην καὶ τὸν Ἄρην ἅπαντες διεχέοντο, ἐν δὲ τοῖς περὶ τοῦ δουρείου ἵππου οἱ μὲν ἄλλοι τέρπονται τῷ καινῷ τῆς κατὰ τὴν ἀοιδὴν ἱστορίας, Ὀδυσσεὺς δὲ κλαίει ἄμετρα, ὡς εἴρηται. καὶ τοῦτο μὲν τοιοῦτον. ὁ δὲ ὀϊζυρὸς γόος ὁ αὐτός ἐστι τῷ δακρυόεντι γόῳ. (ῃερς. 547.) Ὅτι σεμνύνων ὁ ποιητὴς τήν τε ξενίαν τήν τε ἱκετείαν φησὶ γνωμικῶς οὕτως. ἀντὶ κασιγνήτου ξεῖνός θ' ἱκέτης τε τέτυκται ἀνέρι, ὅστ' ὀλίγον περ ἐπιψαύει πραπίδεσσιν ὅ ἐστι φρεσί. τοῦτο δὲ ἀντιπτωτικῶς κεῖται, ἵνα λέγῃ ὅτι ἀνδρὶ ὃς ὀλίγον τι ἐπιψαύει φρενῶν, τίμιον ὁ ἱκέτης καὶ ὁ ξένος. (ῃερς. 548.) πολλῷ δὴ πλέον τῷ βαθυγνώμονι ὁ τοιοῦτος ἀνὴρ τίμιος. περιπέφρασται δὲ τὸ, ἀνέρι ὅστ' ὀλίγον καὶ ἑξῆς. ἔστι γὰρ ὁ ὁλὸς στίχος ἀντὶ τοῦ ἀνέρι φρονίμῳ. (ῃερς. 549.) Ὅτι πρόκλησιν ἀληθείας ἀναγκαίας δηλοῖ τὸ, μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν, ὅττι κέ σ' εἴρωμαι ὅ ἔστιν ἐρωτήσω. φάσθαι δέ σε κάλλιόν ἐστιν. (ῃερς.

Intertext edge

Open linked passage

Note