Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
545.1.1
) ἔθηκε δὲ αὐτὰ Θέτις. παῖδες δὲ Τρώων (ῃερς. 548.) δίκασαν καὶ Παλλὰς Ἀθήνη, τουτέστι φρόνησις, καθ' ἣν καὶ περιεγενέτο τοῦ ἀνδρείου Αἴαντος ὁ συνετὸς Ὀδυσσεὺς καὶ διατοῦτο τῇ Ἀθηνᾷ φίλτατος. (ῃερς. 547.) ὃς καὶ δυσχεραίνων ἐπὶ τῷφόνῳ τοῦ ἥρωός φησιν ἐνδιαθέτως, ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ' ἐπ' ἀέθλῳ, ὃ δὴ ἔστι λέγεσθαι ὅτε τιςνικήσει ἐφ' οἷς οὐ χρή. τοίην γάρ φησι κεφαλὴν ἕνεκ' αὐτῶν γαῖα κατέσχεν. ἐφ' οἷς εἰπόντος τοῦ ποιητοῦ (ῃερς. 549.) ὅτι ὁ Αἴας πέρι μὲν εἶδος πέρι δ' ἔργα τετύκτο ἤγουν περιττὸς καὶ πολὺς ἦν κατά τε εἶδος κατά τε πράξεις, καὶ ἐπαγαγόντος τὸ, (ῃερς. 550.) τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα, γέγραπται σχόλιον παλαιὸν σύμφωνον τοῖς τοῦ ποιητοῦ, τὸ, παῖ τε Τελαμῶνος Αἴας αἰχμητὰ, λέγουσί σ' ἐς Τροῖαν ἄριστον ἐλθεῖν Δαναῶν καὶ Ἀχιλλέα. συλλαλεῖ δὲ τῷ τοιούτῳ λόγῳ καὶ ἡ Ἰλιάς. (ῃερς. 546.) Ἰστέον δὲ ὡς οἱ μὲν ἁπλοϊκώτερον φασὶ Τρῶας καὶ Ἀθηνᾶν δικάσαι Ὀδυσσεῖ καὶ Αἴαντιπερὶ τῶν Ἀχιλλέως ὅπλων ἐρίζουσι. καὶ δὴ Κόϊντος διασκευάζει ἐν τοῖς αὐτοῦ τὴν δίκην ῥητορικῶς. ἕτεροι δέ φασιν ὅτι ἐπίτηδες Ἀγαμέμνων φυλαττόμενος τὸ δόξαι θατέρῳ τῶν ἡρώων χαρίσασθαι αἰχμαλώτους τῶν Τρώων συναγαγὼν ἤρετο αὐτοὺς ὁπότερος τῶν δύο τούτων ἡρώων πρὸς κακοῦ μᾶλλον αὐτοῖς ἐγένετο, τῶν δὲ εἰπόντων ὡς ὁ Ὀδυσσεὺς, ἐκρίθη λοιπὸν ἄριστον εἶναι τὸν πλεῖστα μάλιστα λυπήσαντα τοὺς ἐχθρούς. καὶ εὐθὺς (ῃερς. 554.) Ὀδυσσεὺς μὲν ἔλαβε τὰ ὅπλα, Αἴας δὲ ἀπῆλθε ξίφει πεσών. τὰ δὲ τοιαῦτα ὅπλα καὶ οὐλόμενα λέγει Ὀδυσσεὺς διὰ τὸν τοῦ Αἴαντος θάνατον, καὶ πῆμα θεόθεν αὐτὰ τεθῆναι τοῖς Ἀργείοις φησίν, (ῃερς.