Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
549.1.1
) Ὅτι δὲ τὸ ἀωτεῖν ὕπνον καὶ ὡς τὸ ἴομεν λόγῳ κοινοῦ ἐνεστῶτος συστέλλει τὴν παραλήγουσαν, ἐῤῥέθη ἀλλαχοῦ. (ῃερς. 551.) Ὅτι οὐδὲ μὲν οὐδὲ ἔνθεν περ ἤγουν ἐκ Κίρκης ἀπήμονας ἦγεν ἑταίρους ὁ Ὀδυσσεύς. Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τε λίαν ἄλκιμος ἐν πολέμῳ, οὔτε φρεσὶν ᾗσιν ἀρηρώς. ὃς ἄνευθ' ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης (ῃερς. 555.) ψύχεος ἱμείρων τουτέστιν ἀναψύξαι θέλων καὶ αὔρας ἐπιθυμῶν διὰ τὸ ἐκ τῆς μέθης τυχὸν πνῖγος κατελέξατο οἰνοβαρείων. ὃ καὶ ἀλλαχοῦ ἐγράφη. κινυμένων δ' ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας ἐξαπίνης ἀνόρουσε καὶ ἐκλελάθετο φρεσὶν ἄψοῤῥον καταβῆναι. ἤγουν ἰὼν ἐς κλίμακα μακρήν, ἀλλὰ καταντικρὺ τέγεος πέσεν, ἐκ δέ οἱ αὐχὴν ἀστραγάλων ἐάγη. ψυχή δ' Ἄϊδόσδε κατῆλθεν. ὃ καὶ δώσει ἐν τοῖς ἑξῆς λαβὰς ἀστείου λόγου τῷ ποιητῇ. (ῃερς. 559.) Πίπτει δὲ κατ' ἀντικρὺ τέγεος ὁ Ἐλπήνωρ, ἐν ὑπαίθρῳ ἄνω κείμενος, διὰ τὸ τὰ δώματα μὴ κεραμωτὰ εἶναι, ἀλλ' ὁποῖα καὶ νῦν ὡς εἰκὸς μυριαχοῦ ὧν ταῖς δοκοῖς γῆ ἐπαμᾶται, ὡς ἐντεῦθεν τὴν στέγην χρήσιμον εἶναι καὶ πρὸς τὸ ἐγκοιμᾶσθαι, καὶ εὐχερὲς εἶναι καταπίπτειν ἐκεῖθεν τοὺς μὴ νήφοντας. (ῃερς. 556.) Τὸ δὲ κινυμένων ποιητικὸν ἐκτεῖνον καὶ τὴν ἄρχουσαν ὡς καὶ ἐν Ἰλιάδι. (ῃερς. 560.) Τὸ δὲ ἀστραγάλων ἐάγη ὅ ἐστι σπονδύλων, ἀρχὴ τοῖς μεθ' Ὅμηρον τοῦ εἰπεῖν ὡς ὁ δεῖνα κατεάγη τῆς κεφαλῆς. τὸ μέντοι κοινότερον ἐάγη ἀστραγάλους ἢ κεφαλήν. Ὅτι δὲ οὐκ ἐκ τοιούτων ἀστραγάλων ἀλλ' ἑτεροίων καὶ ποίων ἐκείνων τὸ ἀστραγαλίζειν εἴρηται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται. οὕτω δὲ καὶ περὶ κλιμάκων, ὅτι καὶ πολεμικαί εἰσιν. ὧν ἐτυμολογία ἐκ τοῦ κλῶ κλίνω. οὐδεμιᾶς γὰρ κλίμακος ὄφελος, εἰ μὴ κλίνεται ἀλλὰ πάντῃ ὄρθιος ἵσταται. ὡς δὲ καὶ θεωρικὴ κλίμαξ ἐστὶν, εἰς τὴν Ἰλιάδα ζητητέον. Ὅτι δὲ καὶ κολαστήριος ἦν κλίμαξ καθὰ καὶ τροχὸς ἀναλεκτέον ἐκ τῶν παλαιῶν. οἱ δὲ ῥήτορες παράγωγον ἐξ αὐτῆς ἔχουσι σχῆμα τὸ κλιμακωτόν. ἔστι δ' αὐτῆς ὑποκοριστικὸν τὸ κλιμάκιον. ἐξ οὗ καὶ ἀστέϊσμά τι ἐῤῥέθη τὸ ἐν τοῖς μετὰ ταῦτά που ῥηθησόμενον. ἐκεῖθεν δὲ καὶ αἱ παρὰτῷ δειπνοσοφιστῇ κλιμακίδες, γυναῖκες ἐκεῖναι κολακίδες λεγόμεναι οὕτως, ἐπεὶ ἀρεσκευόμεναί φασι ταῖς μεταπεμψαμέναις αὐτὰς ἐνδόξοις γυναιξὶ, κλίμακα ἐξ ἑαυτῶν ἐποίουν οὕτως, ὥστε ἐπὶ νώτοις αὐτῶν ἀνάβασιν γίνεσθαι καὶ κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. τοιοῦτον δέ τι καὶ ἡ νῦν γενεὰ ποιεῖ, ὅτε ὁ κελητίζων οὐ δύναται ῥᾷον ἀναβῆναι εἰς τὴν ἐφεστρίδα. κατακύψαντος γάρ τινος ἡ ῥάχις αὐτοῦ εἰς ἀναβολέα σχεδιάζεται τῷ κέλητι. Ὅτι δὲ ἡ κλίμαξ καὶ σύμβολον ὑποβάλλει τύχης ἀστατούσης διὰ τὸ τοὺς μὲν ἀνάγειν ὑψοῦ κατ' εὐπραγίαν, τοὺς δὲ ἀνάπαλιν ταπεινοῦν, ἐδήλωσεν ὁ σοφὸς Πιττακὸς, ὃς ἐν Μιτυλήνῃ ἀνετίθει ἐν τοῖς ἱεροῖς κλίμακας, αἰνιττόμενός φασι τὴν ἐκ τύχης ἄνω καὶ κάτω μετάπτωσιν, ὡς τῶν μὲν εὐτυχούντων ἀνιόντων, καταβαινόντων δὲ τῶν ἄλλως πασχόντων. (ῃερς. 552.) Σημείωσαι δὲ ὅτι, ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, ἐπὶ Θερσίτου καὶ ἀφελῆ τινὰ πρόσωπα καὶ οὐ πάνυ σπουδαῖα εἰς Τροίαν ἐστρατεύσατο. οἷος δή τις καὶ ὁ Ἐλπήνωρ ἐνταῦθα, ὃν Ὅμηρος οὐκ ἐθέλων σφοδρῶς κακολογεῖν προάγει τὸν περὶ αὐτοῦ λόγον ἀποφατικῶς εἰπὼν, οὔτε ἀνδρεῖον πάνυ οὔτε φρενήρη αὐτὸν εἶναι. πολυμαθείας δὲ χάριν οἱ παλαιοὶ καὶ τοιαῦτα παρενείρουσιν οἷς γράφουσιν, ἵνα καὶ τοιούτων εὐπορία τις γένοιτο τοῖς ἱστορεῖν ἐθέλουσιν, ἐκεῖθεν τὸν μωρὸν οἴδαμεν σάνναν καλεῖσθαι ὡς ἀπό τινος κυρίου ὀνόματος. καὶ παράγεται Κρατῖνος, κωμῳδῶν τοιοῦτον, τὸν Θεοδοτίδην σάνναν. ἐξ ἐκείνων δὲ καὶ κοροίβους τινὰς ἀποσκώπτομεν, μαθόντες τινὰ Κόροιβον εὐήθη Μυγδόνα Φρύγα τὸ γένος ὕστατον τῶν ἐπικούρων ἀφικόμενον τῷ Πριάμῳ δι' εὐήθειαν. οὕτως ἔγνωμεν καὶ τὸν ἄφρονα Μαργίτην τὸν ἀπὸ τοῦ μαργαίνειν ὅ ἐστι μωραίνειν. ὃν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ὁμήρου Μαργίτην ὑποτίθεται εὐπόρων μὲν εἰς ὑπερβολὴν γονέων φῦναι, γήμαντα δὲ μὴ συμπεσεῖν τῇ νύμφῃ ἕως ἀναπισθεῖσα ἐκείνη τετραυματίσθαι τὰ κάτω ἐσκήψατο. φάρμακόν τε μηδὲν ὠφελήσειν ἔφη, πλὴν εἰ τὸ ἀνδρεῖον αἰδοῖον ἐκεῖ ἐφαρμοσθείη. καὶ οὕτω θεραπείας χάριν ἐκεῖνος ἐπλησίασεν. ὁμοίως καὶ τὸν Μαμμάκουθον, καὶ τὸν Μελιτίδην, καὶ τὸν Ἀμφιετίδην, οἳ διαβόητοι ἐπὶ μωρίᾳ ἦσαν, ὧν ὁ Μελιτίδης ἀριθμεῖν τε μὴ ἐπίστασθαι λέγεται εἰ μὴ ἄχρι τῶν πέντε, καὶ ἀγνοεῖν πρὸς ὁποτέρου τῶν γονέων ἀποκυηθείη, καὶ νύμφης μὴ ἅψασθαι, εὐλαβούμενος τὴν πρὸς μητέρα διαβολήν. ὥσπερ δὲ τούτους ἡ ἱστορία λόγου ἠξίωσεν ἐν οἷς καὶ τὸν τὰ κύματα μετροῦντα Πολύωρον, καὶ τὸν ἐν τῷ καθεύδειν θέμενον ὑδρίαν κενὴν ὑγροῦ πρὸς τῇ κεφαλῇ, καὶ θλιβούμενον τῇ σκληρότητι, καὶ διὰ τοῦτο ἄχυρα παραβύσαντα καὶ τὸ σκεῦος πλήσαντα ἵνα οἱ δῆθεν μαλακὸν εἴη προσκεφάλαιον, οὕτω παρέπληξε ἑαυτῇ καὶ τοὺς ἔμπαλιν πονηροτάτους. ὁποῖος τοὔνομα μὲν Ἀχαιός. τὸ δὲ ἐπίθετον καλλικῶν ἤγουν, ὡς εἰπεῖν, καλὸς εἰς τὸ κοεῖν ἤγουν νοεῖν, ἀναλόγως τῷ ἀμνοκῶν. ἤγουν ὁ ἀμνὸς τὰ ἐς νοῦν. ὅ πέρ ἐστι προβατώδης καὶ εὐήθης. ἦν δὲ καὶ προδότης ὁ καλλικῶν. προσιστορεῖται δὲ καὶ Φρυνώνδας, πανοῦργος καὶ κακοήθης, καθὰ καὶ οἱ ἐν τοῖς ἐφεξῆς δηλωθησόμενοι Εὐρύβατοι. ὁμοίως δὲ καὶ οἱ κέρκωπες, ἀφ' ὧν καὶ ἀγορὰ καλουμένη κερκώπων Ἀθήνῃσιν ἐν Ἡλιαίᾳ καὶ παροιμία, κερκωπίζειν. καὶ μὴν αὐτὸ εἰρῆσθαι φασί τινες ἀπὸ ζῴων προσσαινόντων τῇ κέρκῳ. (ῃερς. 560.) Ἰστέον δὲ ὅτι οἱ ῥηθέντες σπόνδυλοι καὶ διὰ τοῦ ˉφ ἐλέγοντο σφόνδυλοι, ὧν παράγωγον ἐν Ἰλιάδι οἱ σφονδύλιοι. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ ὅτι σφονδύλη, ῥίζα ὁμοία σιλφίῳ. καὶ σφόνδυλος, ἡ δικανικὴ ψῆφος. (ῃερς. 562.) Ὅτι ἀπόγνωσιν φράζει ἐπανόδου τῆς εἰς τὰ οἰκεῖα τὸ φάσθε νύ που ἤγουν λέγετε ἴσως, οἶκονδε φίλην ἐς πατρίδα γαῖαν ἔρχεσθαι. ἄλλην δ' ἡμῖν ὁδὸν τεκμήρατο ὁ δεῖνα. (ῃερς. 565.) τοῖς δὲ τοῦτο μαθοῦσιν οἰκεῖον τὸ, τοῖσι δὲ κατεκλάσθη φίλον ἦτορ. ἑζόμενοι δὲ καταῦθι γόων τίλλοντό τε χαίτας. (ῃερς. 568.) εἰ δὲ ἀναγκαίως ὅμως αὐτοὶ πορεύοιντο, καλὸν ἐπαγαγεῖν καὶ τὸ, ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν, ᾔομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες. (ῃερς. 570.) Γίνεται δὲ τὸ ᾔομεν, ἀπὸ τοῦ ἐΐω ἠΐομεν παρατατικός. καὶ ἐν συναιρέσει, ᾔομεν, καθὰ καὶ πρὸ ὀλίγων, ᾔομεν ὡς ἐκέλευσες ἀνὰ δρυμά. (ῃερς. 563.) Ἐν δὲ τῷ, ἄλλην δ' ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, σημείωσαι ὅτι καθάπερ ἐν τῷ, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψειν, οὕτω καὶ νῦν ἀναπεμφθέντος τοῦ τόνου, συνεστάλη ἡ λήγουσα. (ῃερς. 573.) Ὅτι τὸ λεληθότως διελθεῖν, ῥεῖα παρὲξ ἐλθεῖν, ἢ συνθέτως, ῥεῖα παρεξελθεῖν λέγεται, ὡς δηλοῖ τὸ, Κίρκη ῥεῖα παρεξελθοῦσα, τουτέστι παρὲξ ἡμῶν ἐλθοῦσα, ἤγουν ἐγγὺς μὲν ὅμως δὲ ἠρέμα πόῤῥω. ὃ δὴ καὶ παρεκτὸς λέγεται κοινότερον κατὰ τὴν κυρίως σημασίαν τοῦ παρέξ. Ἐνταῦθαδὲ καί τι λέγεται γνωμικῶς τοιοῦτον, τίς ἂν θεὸν οὐκ ἐθέλοντα ὀφθαλμοῖσιν ἴδοιτο, ἢ ἔνθα ἢ ἔνθα κιόντα; ΥΠΟΘΕΣΙΣ ΤΗΣ Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἀπαγγέλλει πῶς κατὰ τὰς Κίρκης ἐντολὰς εἰς Ἅιδου κατῆλθεν, καὶ ὡς ἤκουσε Τειρεσίου τοῦ μάντεως περὶ τῆς ἑαυτοῦ καὶ τῶν ἄλλων ἑταίρων σωτηρίας, καὶ ὡς τοὺς ἥρωας καὶ τὰς ἡρωΐδας εἶδεν ἐν Ἅιδου, καὶ τὴν μητέρα, καὶ τῶν ἐς Ἴλιον συστρατευσάντων ἐνίους, καὶ τῶν ἐν Ἅιδου κολαζομένων τινάς. ΟΔΥΣΣΕΙΑΣ Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι οὐ νεκυομαντεία μόνον ἀλλὰ καὶ νεκύα τρισυλλάβως τὸ παρὸν ἐπιγράφεται γράμμα διὰ τὴν ἐν αὐτῷ τοῦ Ὀδυσσέως ὁμιλίαν πρὸς τοὺς ἐν Ἅιδου νέκυας. (ῃερς. 2.) εὐθὺς δ' ἐξ ἀρχῆς ἡ ῥαψῳδία διασκευὴν λαλεῖ ἀνάπλου ἐν τῷ, νῆα μὲν ἂρ πάμπρωτον ἐρύσαμεν εἰς ἅλα δῖαν. ἐν δ' ἱστὸν τεθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ. ἐν δὲ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι, (ῃερς. 5.) θαλερὸν κατὰ δάκρυ χέοντες, ὡς εἰκὸς διὰ τὸ εἰς Κωκυτοῦ πλέειν. ἡμῖν δ' αὖ κατόπισθε νεὼς κυανοπρώροιο ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον θεός. ἡμεῖς δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα ἥμεθα. τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε. τῆς δὲ πανημερίης τέταθ' ἱστία ποντοπορούσης. (ῃερς. 11.) Καὶ ὅρα τὸ ποντορούσης, ἐν ᾧ δηλοῦται ὡς εἰ καὶ ποταμὸν ἡ ποίησις τὸν Ὠκεανὸν λαλεῖ, ἀλλὰ πόντον αὐτὸν ἄλλως οἶδε, τουτέστι τὴν ἔξω θάλασσαν. διὸ καὶ ποντοπορεῖ ναῦς ἡ δι' αὐτοῦ πλέουσα. (ῃερς. 7.) Ἑταῖρον δὲ καὶ νῦν οὖρον λέγει τὸν ἁπλῶς βοηθόν. (ῃερς. 12.) εἶτα μετρῶν τὸν διὰ μέσου πλοῦν καὶ ἐμφαίνων ὡς οὐ μακρὰν ἦν τῶν πρὸς τῷ Ἅιδῃ τόπων ἡ τῆς Κίρκης νῆσος Αἰαίη ἐπάγει· δύσετό τ' Ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί. (ῃερς. 13.) ἡ δ' ἐς πείραθ' ἵκανε βαθυῤῥόου Ὠκεανοῖο, ὃν καὶ βαθυδίνην πρὸ ὀλίγων ἔφη. πέρατα δὲ Ὠκεανοῦ νῦν οὐχὶ τοῦ πρὸς Γαδείροις, ἀλλὰ τοῦ ἐπέκεινα πρὸς ἑσπέραν ἄκρου, κατὰ τὸ πλάσμα τοῦ Ὀδυσσέως ἤτοι κατὰ τὸ μυθικὸν αἴτημα, ὅ που γῆς μὲν πέρας τῆς ἑσπερίας, ἀρχὴ δὲ τῶν ὑπὸ γῆν, ὅ ἐστι, τοῦ Ἅιδου καταρχή. (ῃερς. 14.) ἔνθα πλάττει καὶ τοὺς Κιμμερίους οἰκεῖν, ἀθλίους τινὰς τούτους ἀνθρώπους. φησὶ γάρ· ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι. οὐδέ ποτ' αὐτοὺς Ἠέλιος φαέθων καταδέρκεται ἢ ἐπιδέρκεται ἀκτίνεσσιν. (ῃερς. 17.) οὔθ' ὁπόταν στείχῃσιν ἤγουν ἄνεισι πρὸς οὐρανὸν ἀστερόεντα, οὔθ' ὅτ' ἂν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτράπηται. ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται (ῃερς. 19.) δειλοῖσι βροτοῖσιν, ἤγουν δειλαίοις, δι' αὐτὸ τοῦτο δηλαδὴ τὸ ἐν νυκτὶ εἶναι. (ῃερς. 14.) Ἰστέον δὲ ὅτι καθάπερ ποταμοὺς ὑπὲρ γῆς ὄντας καὶ ἱστορουμένους μετήγαγεν ἡ μυθικὴ αὐτονομία εἰς Ἅιδην, ὀνόματα ἐπιλεξαμένη τοῖς κάτω προσήκοντα, ὡς καὶ προδεδήλωται, οὕτω καὶ τοὺς Κιμμερίους, ἔθνος ὄντας ἱστορίαις γνωστὸν, μετοικίζειν ἐθέλει πρὸς παροικίαν Ἅιδου διὰ ὁμοιότητα καὶ αὐτοὺς ὀνόματα ἐπιλεξάμενος. δοκεῖ γὰρ παραδηλοῦν κατὰ τὸν ἦχον τῆς προφορᾶς ἡ λέξις, τοὺς περὶ ἠρία κειμένους ἢ περὶ ἔραν, ὡς οἷον νερτέρους. Κράτης μέντοι κερβερίους γράφει, ἀκολουθήσας οἶμαι τῷ κωμικῷ, τόπον τοὺς βερβερίους παίζοντι. ἕτεροι δὲ Χειμερίους τούτους ἔγραψαν, ἐκ τῶν ἀληθῶν ἴσως Κιμμερίων τοὔνομα πορισάμενοι. βορειότατοι γὰρ ἐκεῖνοι καὶ διὰ τοῦτο χειμέριοι. ἀλλ' οὕτω μὲν οἱ Ὁμηρικοὶ Κιμμέριοι ὡς ἐν πλάσματι περιφέρονται τῶν ἀρκτῴων ἐξοικισθέντων τόπων ἐπὶ δυσμάς, ὑπηρετοῦντος τῇ ποιήσει κἀνταῦθα τοῦ πολλὰ παρ' αὐτῇ δυναμένου μύθου, καὶ οὐ μόνον ἐκ τῆς ἄρκτου εἰς ἑσπέραν, ἀλλὰ καὶ εἰς αὐτὸν Ἅιδην ἀναστατοῦντος αὐτοὺς, ὃς οὐδὲ ἑξαμήνῳ γοῦν φωτὶ κατὰ τὸ θρυλλούμενον περιλάμπει αὐτούς. ἀλλὰ παρ' Ὁμήρῳ διὰ βίου ὑπὸ σκότει ποιεῖ. καὶ τί γὰρ ἀλλ' ἢ προσοίκους τῷ Ἅιδῃ; τοὺς δὲ τοιούτους, οὐδέ ποτε εἰκὸς Ἡλίῳ λάμπεσθαι. ἡ δὲ ἱστορία ἔθνος αὐτοὺς ἔχει Σκυθικὸν, νομαδικὸν, ἀρκτικὸν, οὗπερ ἀπόμοιρα λέγεταί ποτε μικρόν τι πρὸ Ὁμήρου ἢ καὶ ἐπ' αὐτοῦ ἐκ τοῦ Κιμμερίου βοσπόρου ὁρμηθεῖσα, Τρῆρες δέ φασιν ἐκαλοῦντο, πολλὴν τῆς Ἀσίας καταδραμεῖν καὶ τὰς Σάρδεις ἑλεῖν, καὶ τῶν Μαγνήτων δὲ πολλοὺς ἀνελεῖν τῶν κατὰ τὸν Μαίανδρον, ἐμβαλεῖν δὲ καὶ ἐπὶ Παφλαγόνας καὶ Φρύγας, ὅτε καὶ Μίδας λέγεται αἷμα ταύρου πιὼν, ὡς Θεμιστοκλῆς ὕστερον, εἰς τὸ χρεὼν ἀπελθεῖν. φασὶ δὲ τὸ κατ' αὐτοὺς κλίμα ὁρῶν ὕψει περιεχόμενον ἐξ ἕω καὶ δύσεως καὶ ζοφῶδες ὂν ἑξάμηνον μὲν ἔχειν ἀχλύν. καὶ τοῦτο εἶναι οἷον νύκτα, κατὰ τὸ, ὀρώρει δ' οὐρανόθεν νὺξ, ὡς ἐφορῶντος μὲν ἡλίου αὐτοὺς, οὐ μὴν φαέθοντος, καθὰ δηλοῖ καὶ ὁ ποιητὴς, ὡς διασκεδάζειν τὸ τῆς ἀχλύος πάχος καὶ ἱλαρὰν ἡμέραν ἀγαγεῖν αὐτοῖς. τὸ δὲ λοιπὸν ἑξάμηνον, ἐκ μεσημβρίας, ἢ καὶ ἄλλοθέν ποθεν, ἥλιον καθαρὸν ἐπιλάμπειν αὐτοῖς. Ἀῤῥιανὸς δέ φησιν ὅτι Κιμμέριοι Σκυθικὸν ἔθνος ἐξ ἠθῶν τῶν οἰκείων ἀναστάντες καὶ πάντας τοὺς διὰ μέσον βλάπτοντες ἦλθον ἕως Βιθυνίας. Ἡρόδοτος δὲ ἱστορεῖ ὅτι βασιλεύοντος Ἄρδυος τοῦ Γύγου Κιμμέριοι ἐξαναστάντες τῶν οἰκείων ἠθῶν ὑπὸ Σκυθῶν τῶν νομάδων ἀφίκοντο εἰς Ἀσίαν, ὅτε καὶ τὰς Σάρδεις εἷλον. ἄλλοι δέ φασι καὶ ὅτι ἱερὰ θεῶν καταδραμόντες ἐσύλησαν ἐν Ἀσίᾳ. ὅθεν οἱ ἀοιδοὶ μὴ ἔχοντες ἄλλως αὐτοὺς βλάψαι μυθοπλάστῳ ἐκτοπισμῷ τὴν τοῦ ἔθνους κακίαν ἠμύναντο κατά τι φασὶ κοινὸν ἔχθος Ἰώνων πρὸς αὐτούς. Ἴων δὲ καὶ ὁ ποιητὴς ὁ τῶν τοιούτων ἀοιδῶν κορυφαῖος. εἰσὶ δὲ οἳ καὶ Εὐρωπαῖον ἔθνος ἐπέκεινα Ἰταλίας ἔχον ὑπόγαιον ὡς τὰ πολλὰ ζωὴν τοὺς Κιμμερίους ἱστόρησαν. καὶ τούτῳ τῷ τρόπῳ αὐτοὺς ἐνόησαν λέγεσθαι ὑπὸ γῆν εἶναι καὶ Ἅιδην, καὶ ζωὴν ἔχειν ἡλίῳ ἀνεπισκόπητον. τινὲς δὲ αὐτόθι καὶ νεκυομαντεῖον ἱστόρησαν εἰς ὃ τὸν Ὀδυσσέα φασὶν ἀφικέσθαι. καί τινα κόλπον Ἄορνον χωρίον Πλουτώνειον, περὶ οὗ προείρηται. κἀνταῦθα τοὺς Κιμμερίους οἰκίζουσι, λέγοντες τοὺς ἐκεῖ ἐν καταγείοις ἀργίλλαις οἰκεῖν, καὶ δι' ὑπονόμων παρ' ἀλλήλους φοιτᾶν, καὶ ζῆν ἀπὸ μεταλλείας, καὶ μαντεύεσθαι. εἶναι δὲ πάτριον ἔθος αὐτοῖς, μηδένα τὸν ἥλιον ὁρᾶν, ἀλλὰ νυκτὸς ἐκπορεύεσθαι διὰ τῶν χασμάτων. διὸ καὶ λέγεσθαι μηδέ ποτε ἥλιον φαέθοντα ἐπιδέρκεσθαι, φθαρῆναι δὲ αὐτοὺς ὕστερον ὑπὸ βασιλέως, ἐπεὶ ὁ χρησμὸς οὐκ ἀπέβη ἐκείνῳ λαβόντι μαντείαν. τὰ δὲ παλαιὰ σχόλια φασὶ καὶ ὅτι ἔθνος περιοικοῦν τὸν Ὠκεανὸν οἱ Κιμμέριοι. ἄλλως δὲ, ὅτι Κιμμερίους ὑποτίθεται ὁ ποιητὴς τοὺς κατὰ δύσιν οἰκοῦντας καὶ προσκειμένους τῷ Ἅιδῃ. λέγουσι δὲ καὶ ἱστορεῖσθαι, Σκύθας ὑπὸ Κιμμερίων ἐξελαθῆναι. Ἰστέον δὲ ὅτι τὸ, Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, περιφραστικῶς εἴρηται ἀντὶ τοῦ οἱ Κιμμέριοι. διὸ ἐπάγει· ἠέρι καὶ νεφέλῃ (ῃερς. 15.) κεκαλυμμένοι. τοῦτο δὲ κατὰ τὸν γεωγράφον αἰνίττεται ζοφῶδες εἶναι τὸ κλίμα τῆς κατὰ τοὺς Κιμμερίους χώρας. οὗ ἐνδεικτικόν φησι καὶ τὸ, οὐδέ ποτ' αὐτοὺς ἠέλιος φαέθων ἐφορᾷ. ἔχουσι μὲν γὰρ ἥλιον εἰ καὶ μὴ οἱ τοῦ μύθου, ἀλλὰ γοῦν οἱ τῆς ἱστορίας Κιμμέριοι, ὑφ' ἥλιον ὄντες, ὅτι καὶ ὑπὲρ γῆς. οὐ μὴν (ῃερς. 16.) φαέθοντα ὅ ἐστι φαιεινὸν αὐτοῖς ἐπιλάμποντα. Τὸ δὲ ἀκτίνεσσιν, ἢ πρὸς τὸ φαέθων ἀποδοτέον ἵνα ᾖ φαέθων ἀκτίνεσσιν ἥλιος, ἢ πρὸς τὸ δέρκεται, ἵνα δοκῇ βλέπειν ἥλιος ταῖς ἀκτῖσιν, ὡς οἷα καὶ ὀφθαλμοῖς. (ῃερς. 17.) Ἀναστείχειν δὲ ἢ στείχειν πρὸς οὐρανὸν Ἥλιος λέγεται, διὰ τὴν κατὰ στοῖχον ὅ ἐστι τάξιν πορίαν αὐτοῦ. ὅθεν καὶ στοιχεῖον τῶν τις μεγάλων ἡμετέρων σοφῶν λέγει αὐτόν. (ῃερς. 18.) τὸ δὲ ἐπὶ γῆν ἀπ' οὐρανόθεν προτράπηται, ἢ ἁπλοϊκῶς ἀντὶ τοῦ ἀποκλίνῃ, ὁδεύσει, ἢ μάλιστα κατὰ τοὺς σοφοὺς ἀντὶ τοῦ, προτραπεὶς καὶ οἷον κελευσθεὶς κατέλθῃ. δι' οὗ φασὶ δείκνυται, ὡς οἶδεν ὁ ποιητὴς ὅτι φύσει μὲν καὶ ὡς οἷον ἑκούσιος ὁ Ἥλιος πορεῖαν ποιεῖται ἀπὸ δύσεως ἐπ' ἀνατολάς. ὅμως μέντοι ἄλλως, ὑπὸ τοῦ παντὸς ἀνθέλκεται ὁσημέραι, καὶ τῇ ἀπλανεῖ ἄκων συγκαταδύεται, καὶ προτρεπόμενος τῇ τοῦ παντὸς κινήσει οὐχ' ἑκὼν συγκαθέλκεται. (ῃερς. 17.) Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν ὁπότ' ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, τοῦ ἀνατέλλειν ἐστὶ περίφρασις. δύσεως δὲ, τὸ, ὅτ' ἂν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτράπηται. (ῃερς. 16.) Ἰστέον δὲ καὶ ὅτι τὸ, οὐδέ ποτ' αὐτοὺς ἥλιος ἐπιδέρκεται, διασαφητικόν ἐστι τοῦ, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι. τῶν μὲν γὰρ ἄλλων ἔστιν ὅτε καιρικὴ νεφέλη καὶ ἀὴρ καταπέπαπται, Κιμμερίους δὲ οὐδέ ποτε ἥλιος ἐφορᾷ. Ἰστέον δὲ ὅτι τὸ, (ῃερς. 19.) νὺξ ὀλοὴ πρὸς διαστολὴν ἐῤῥέθη τῆς κατὰ φύσιν νυκτός. ἐκείνη γὰρ ἀμβροσίη νὺξ λέγεται, καὶ πείθειν ἔχει ὡς ἀγαθὴ, κατὰ τὸ, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. ὅτι δὲ καὶ σωματικὴ νὺξ κατὰ τὸ, εἰ μὴ νὺξ δμήτειρα θεῶν ἐσάωσε, καὶ ὅτι νὺξ καὶ ἡ πυκνὴ νέφωσις ἣν καὶ ἠέρα φησὶν Ὅμηρος κατὰ τὸ, Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Ἀχαιῶν, οἱ παλαιοὶ δηλοῦσι, λέγοντες ὅτι καὶ τοῖςΚιμμερίοις τοιαύτη νὺξ τέτατο, ἤγουν ζοφώδης κατάστασις, ἀὴρ ἐπινέφελος, οὐ καθαρῷ ἡλίῳ λαμπόμενος. οὐ μὴν αὐτόχρημα νὺξ καθόλου, ὡς ὁ Κράτης ὑποτίθεται. πῶς γάρ φασιν εἶχον ζῆν; (ῃερς.

Intertext edge

Open linked passage

Note