Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1.1
) Τὸ δὲ μάχοντο μάχην, ἄλλως τε Ἀττικόν ἐστι, καὶ ἐτυμολογικῶς δὲ προάγεται. (ῃερς. 58.) Τὸ δὲ μετενείσετο ἀντὶ τοῦ ἐπορεύθη, μετῆλθε, διὰ διφθόγγου γράφουσιν οἱ παλαιοί. ὡς ἀπὸ τοῦ νέω νείω νείσω. ὥσπερ κείω κείσω καὶ χείω χείσω τὸ χωρῶ. ἐξ οὗ καὶ χειά. ὡς τὸ, οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται ὅ ἐστι χωρήσει. οἱ δὲ ὕστερον ἐν τῷ ˉι γράφουσιν ὡς ἀπὸ τοῦ νῶ νίσσω μετὰ τῶν δύο ˉςˉσ. ὡς γὰρ ἤθεον αὐτοὶ, οὐχ' ἑπόμενοι τοῖς παλαιοῖς. Τὸ δὲ μετενείσσετο βουλυτόνδε, οὐχ' ὡς ἐπὶ τόπου νοητέον τοῦ βουλυτοῦ, ἀλλ' ὅτι μετεπορεύετο μετὰ τὴν τῆς ἡμέρας αὔξησιν ὁ Ἥλιος κατὰ ὥραν βουλυτοῦ. ὃς ἢ μεσημβρία ἐστὶν, ἢ ὀλίγον τι μετὰ μεσημβρίαν, ὅτε βόες λύονται τοῦ κάμνειν ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. (ῃερς. 62.) Ἐν δὲ τῷ προτέρῳ πλέομεν, σημείωσαι ὅτι ὁ ποιητὴς ἐπικρύπτων τοὺς τόπους τῆς κατὰ τὸν Ὀδυσσέα πλάνης καὶ ἐκ τῆς ἱστορίας εἰς μύθους ἀσφαλῶς καὶ ἀνεξελέγκτως ἐξοκελεῖν ἐθέλων κατὰ ποιητικὸν ἐπιτήδευμα καὶ οὕτως ἀφανίζων τὰ τῆς ἀληθοῦς γεωγραφίας ἴχνη καὶ οὐδὲν ἀρίδηλον σημεῖον τοπογραφίας τῇ ποιήσει ἐγκατατιθεὶς ἄλλα τέ τινα μεθοδεύει ὡς αὐτῷ ἀρέσκει, καὶ τὸν Ὀδυσσέα δὲ μεθιστῶν ἐκ τόπου εἰς τόπον ἐπιλέγει. ἔνθεν δὲ προτέρω πλέομεν. ἀντὶ τοῦ, ἐπὶ τὰ ἐκεῖθεν καὶ ποῤῥωτέρω, μὴ προστιθεὶς εἴτε ἐπὶ δεξιὰ εἴτε ἐπ' ἀριστερὰ, ἢ πρὸς τόδε τὸ κλίμα ἢ ἐκεῖνο, ἀλλ' ἐν ἀσαφεῖ ἐῶν τοῦτο κεῖσθαι, ὡς ἂν μὴ αὐτόθεν τὸ πλάσμα ἐλέγχηται. τὸ γοῦν ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, οὐ μόνον ἐνταῦθα κεῖται, ἀλλὰ καὶ ὅτε ἐκ τῆς τῶν Λωτοφάγων εἰς Κύκλωπας ὁ πλοῦς. κἀκεῖθεν εἰς τὴν Αἰόλου νῆσον, καὶ εἰς Λαιστρυγόνας ἐντεῦθεν. καὶ ἐξ αὐτῶν εἰς τὴν Κίρκην, περιηγουμένου τοῦ ποιητοῦ ἀξυμφανῶς καὶ μετροῦντος τόπους ἐπίτηδες ἀσαφῶς. Τὸ δὲ δειλῶν ἑταίρων, ἀντὶ τοῦ δειλαίων ὃ καὶ ἀλλαχοῦ προδεδήλωται. (ῃερς. 65.) Ἰστέον δὲ καὶ ὅτι ὁ περὶ τῶν ἀνακεκλημένων λόγος νεκύων πρωθυστέρως κεῖται παρὰ τᾷ ποιητῇ ὡς οἷον κατὰ ἐπανάληψιν, δι' ἧς ἀναπληροῦνται τὰ τῶν διηγήσεων ἐλλείμματα. δῆλον γὰρ, ὅτι πρῶτον ἕκαστος τῶν κειμένων ἀνεκαλέσθη, εἶτα αἱ νῆες ἀπέπλευσαν. ὃ καὶ ὁ ποιητὴς δηλῶν ἔφη ἀποφατικῷ σχήματι, ὅτι οὐδ' ἄρα προτέρω ἔπλευσαν αἱ νῆες πρὶν τόδε γενέσθαι. (ῃερς. 62.) Ἔστι δ' ἐν τούτοις καὶ ἀντιθετικὸν ῥητορικὸν σχῆμα τὸ, ἀκαχήμενοι ἦτορ ἄσμενοι ἐκ θανάτοιο. ταυτὸν τῷ, λυπούμενοι καὶ χαίροντες. τὸ μὲν, διὰ τοὺς ὀλωλότας, τὸ δὲ, ὅτι μὴ καὶ αὐτοὶ ἀπολώλαμεν. (ῃερς. 67.) Ὅτι θαλασσίαν ζάλην ἐκφράζων καὶ πλοῦν κινδυνώδη ὁποῖον οἱ ἐξῶσται ἄνεμοι ποιοῦσι, φησί. νηυσὶ δ' ἐπ' ὦρσεν ἄνεμον Βορέην θεὸς, λαίλαπι θεσπεσίῃ. σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον. ὀρώρει δ' οὐρανόθεν νύξ. αἱ μὲν ἔπειτ' ἐφέροντ' ἐπικάρσιαι. ἱστία δέ σφιν τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο. εἶτα θεραπείαν φράζων τοῦ τοιούτου κακοῦ φησί. (ῃερς. 72.) καὶ τὰ μὲν ἐς νῆας κάτθεμεν δείσαντες ὄλεθρον. αὐτὰς δ' ἐσσυμένως (ῃερς. 73.) προερύσαμεν ἢ κατὰ Ἀρίσταρχον προερέσαμεν ἠπειρόνδε. ἔνθα δύω νύκτας δύω δ' ἤματα (ῃερς. 74.) συνεχὲς αἰεὶ κείμεθ' ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. Καὶ ὅρα ἐν τούτοις τὸ συνεχὲς ἐκτεῖνον τὴν κατάρχουσαν πρόθεσιν ἀσυνήθως. διὸ καὶ ἐτόλμησάν τινες ὥσπερ ἐπὶ τοῦ ἐννέπω, οὕτω καὶ ἐνταῦθα διπλῶσαι τὸ ἀμετάβολον διὰ δάκτυλον. (ῃερς. 69.) Νύκτα δὲ συνήθως κἀνταῦθα, τὴν ἐκ τῶν νεφῶν ἔφη σκότωσιν. διὸ καὶ εἶπεν οὐρανόθεν αὐτὴν γενέσθαι ὅ ἐστιν ἐξ ἀέρος. ἡ γάρ τοι κυρίως νὺξ γῆς ἐστὶ σκιὰ, οὐ μὴν σκότος νεφῶν ἐν ἀέρι. (ῃερς. 70.) Ἐπικάρσιαι δὲ, οὐ πλάγιαι νῦν ὁμοίως τῷ ἐγκάρσιοι, ἀλλ' ἐπὶ κεφαλὴν, διὰ τὴν ἐκ τοῦ σφοδροῦ πνεύματος τῶν ἱστίων πολλὴν ἔντασιν. καὶ ἔστιν ὅμοιον τῷ, ἐπὶ κάρ. ὡς τὸ, ἐξ ὀρέων ἐπὶ κάρ. (ῃερς. 71.) Τὸ δὲ τριχθὰ καὶ τετραχθὰ, καθὰ καὶ ἐν Ἰλιάδι τραχυφωνίαν ἤχου ῥήξεως δηλοῖ. Ὅτι καὶ ἐνταῦθα (ῃερς. 76.) ἐν τῷ, ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσεν Ἠὼς, Ἠῶ μὲν, τὴν σωματοειδῆ λέγει τὴν φωσφόρον, δι' ἧς ἀποτελεῖται ἡμέρα. ἦμαρ δὲ, τὴν κοινῶς λεγομένην ἡμέραν, τὴν ὑπὸ τῆς μυθικῆς εὐπλοκάμου ἀποτελουμένης Ἠοῦς. (ῃερς. 77.) Ὅτι εὔπλοιαν φράζει τὸ, ἱστοὺς στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες ἤγουν ἀνελκύσαντες ἥμεθα, τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον. (ῃερς. 80.) Ὅτι καὶ τὸν Ὀδυσσέα ἔβλαψεν ἡ Μάλεια καθὰ καὶ ἑτέρους τινάς. φησὶ γοῦν ὡς ἀσκηθὴς ἂν ἱκόμην ἐς πατρίδα γαῖαν, εἰ μὴ κῦμα ῥόος τε περὶ γνάπτοντα Μάλειαν καὶ Βορέης ἀπέωσε, παρέπλαγξε δὲ Κυθήρων. αἳ νῆσοι, ὡς καὶ ἀλλαχοῦ ἐφάνη, περὶ τὴν Λακωνικήν εἰσιν. Ὅρα δὲ ὡς Βοῤῥᾶς μὲν ἀπωθεῖ ἐκ Μαλείας, Νότος δὲ οὐκ ἂν, ἀλλὰ μᾶλλον προσαράσσει τοὺς ἐκεῖ τοὺς δι' αὐτοῦ πλέοντας. Τὸ δὲ ῥόος, ἐνδείκνυται ῥοώδη τὴν ἐκεῖ θάλασσαν εἶναι. Τὸ δὲ ἀπέωσε, λέξις μέν ἐστιν Ἀττική. καὶ τὸ ἐξέωσε καὶ συνέωσεν. Ἔστι δὲ ταυτὸν τῷ ἐξῶσεν. ἐξ οὗ καὶ ἄνεμοι ἐξῶσται καὶ ὦσται λέγονται. (ῃερς. 82.) Ὅτι ἐννῆμαρ ἐκ Μαλείας φερόμενος ὀλοοῖς ἀνέμοις Ὀδυσσεὺς τῇ δεκάτῃ ἐπέβη γαίης Λωτοφάγων, οἵ φησιν ἄνθινον εἶδαρ ἔδουσιν. ἔνθα
54.2.1
Ἠπείρου βάντες ἀφυσσάμεθα ὕδωρ. αἶψα δὲ δεῖπνον εἵλοντο ἑταῖροι. ἐπεὶ δὲ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτῆτος, δὴ τότ' ἐγὼν ἑτάρους προΐην πεύθεσθαι ἰόντας ἄνδρε δύω κρίνας, τρίτατον κήρυκα (ῃερς. 89.) ὀπάσας ἤτοι δοὺς ἕπεσθαι, οἵ τινες ἀνέρες εἶεν οἱ ἐκεῖ. οἱ δὲ, μιγέντες (ῃερς. 91.) ἀνδράσι Λωτοφάγοισιν, οὐκ ἔτι ἐπανῄεσαν. οὐ βίᾳ κατασχεθέντες ἀλλ' ἡδονῆς δελέατι. φησὶ γάρ. οὐδ' ἄρα Λωτοφάγοι μήδονθ' ἑτάροισιν ὄλεθρον ἡμετέροις ὁποῖά τινα ἐν τοῖς ἑξῆς γενήσεται, ἀλλά σφιν δόσαν λωτοῖο πάσασθαι. τῶν δ' ὅς. τις λωτοῖο φάγοι μελιηδέα καρπὸν, οὐκ ἔτ' ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι. ἀλλ' αὐτοῦ βούλοντο μετ' ἀνδράσι Λωτοφάγοισι λωτὸν ἐρεπτόμενοι μενέμεν, νόστου τε λαθέσθαι. τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ, νηυσὶ δ' ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσας. τοὺς δ' ἄλλους κελόμην σπερχομένους νηῶν ἐπιβαίνειν, μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται. (ῃερς. 93.) Τίς δὲ ὁ λωτὸς καὶ οἷος καὶ ὅτι καρπὸς δένδρου ἐστὶν ἐοικότος μεσπίλῃ καὶ ὡς οἶνος αὐτοῦ ἐκθλίβεται καθὰ καὶ τῶν φοινίκων, ἱστοροῦσιν εἰς πλάτος οἱ παλαιοὶ, φυτοκομοῦντες ἐπιμελῶς, καὶ τοῦ τῆς ἱστορίας λωτοῦ κατατρυφᾶν τοῖς φιλολόγοις διδόντες. (ῃερς. 84.) Ἰστέον δὲ καὶ ὡς οἱ μὲν τῇ Μήνιγγι νήσῳ τοὺς Λωτοφάγους ἐνπεριγράφουσι, λωτοφαγίτιν εἶναι λέγοντες τὴν νῆσον ταύτην. οἱ δὲ φασὶν, ὅτι λωτὸς, πόα καὶ ῥίζα ἀφ' ἧς σιτούμενοι οἱ τὴν ἄνυδρον νεμόμενοι οὐ δέονται ποτοῦ. ὅπερ οὐδὲ ἔχουσι διὰ τὴν ἀνυδρίαν. καὶ δοκεῖ καὶ ὁ ποιητὴς οὐκ ἀπὸ δένδρου εἰδέναι εἶναι τὸν λωτὸν, οἷς ἄνθινον αὐτὸν εἶδαρ φησί, καὶ ἐρέπτεσθαι αὐτὸν λέγει. ἀλόγοις γὰρ ζῴοις οἰκεῖον τὸ ἐρέπτεσθαι, ἃ ἐκ τῆς ἔρας ἐσθίουσι. τινὲς δὲ ἱστοροῦσι καὶ ὅτι παρήκουσιν οἱ Λωτοφάγοι μέχρι τῶν ὑπὲρ Κυρήνην τόπων, ἀρχόμενοι ἀπὸ τῶν ὑπὲρ τῆς μαυρουσίας ἑσπερίων Αἰθιόπων. τὰ δέ γε τῆς Ὀδυσσείας ὑπομνήματα βοτάνην φασὶ τὸν λωτόν. ἣν Αἰγύπτιοι ξηραίνοντες ἀλοῦσι, καὶ πέττοντες ἐσθίουσιν ἄλλην δηλονότι οὖσαν παρὰ τὴν ἐν τῇ Ἰλιάδι τε λειμωνίαν βοτάνην, ὁποῖος καὶ ὁ ἑρσήεις λωτὸς, καὶ παρὰ τὴν ἐν τοῖς Τηλεμάχου λόγοις, ὃς λωτόν φησι καὶ θρυὸν καὶ κύπειρον. Ἡρόδοτος δέ φησιν ὅτι ἐν Αἰγύπτῳ ἐπὰν ὁ ποταμὸς πλήρης γένηται καὶ τὰ πεδία πελαγίσῃ, φύεται ἐν τῷ ὕδατι κρίνεα πολλὰ, ἃ Αἰγύπτιοι καλοῦσι λωτόν. ταῦτα δρέψαντες Αἰγύπτιοι αὐαίνουσι πρὸς ἥλιον. εἶτα τὸ ἐκ μέσου τοῦ λωτοῦ πτίσαντες ἐμφερὲς ὂν τῇ μήκωνι ποιοῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί. ἔστι δέ φησι καὶ ἡ ῥίζα τοῦ λωτοῦ τούτου ἐδωδίμη. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι ὁ καρπὸς τοῦ λωτοῦ μέγεθος ὅσον σχίνου, γλυκύτατος, τῷ καρπῷ τοῦ φοίνικος ὁμοίως. ποιοῦνται δ' ἐκ τοῦ καρποῦ τούτου καὶ οἶνον. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται περὶ λωτοῦ καὶ ταῦτα. ὁ τοῦ Αἰγυπτίου κυάμου, περὶ οὗ ἀλλαχοῦ ἐγράφη, καυλὸς, μῆκος μὲν ὁ μακρότατος εἰς τέσσαρας πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μακρῷ ἀγονάτῳ. ἐπὶ τούτῳ δ' ἡ κωδύα. καὶ τὸ ἄνθος διπλάσιον ἢ μήκωνος. τὸ δὲ τοιοῦτον ἄνθος στεφανωτικὸν ὂν Αἰγύπτιοι μὲν καλοῦσι λωτὸν, Ναυκρατίται δὲ μελίλωτον. ἀφ' οὗ καὶ στέφανοι μελιλώτινοι, πάνυ εὐώδεις. καὶ καύσωνος ὥρᾳ ψυκτικώτατοι. Ὅρα δ' ἐν τούτοις τὸ κωδύα διὰ τοῦ ˉυ ψιλοῦ γραφόμενον ἐν τοῖς ἀντιγράφοις, ἄλλως παρὰ τὴν Ὁμηρικὴν κώδειαν. Πολύβιος δὲ αὐτόπτης φησὶ τοῦ λωτοῦ γενέσθαι. καὶ εἶναι δένδρον οὐ μέγα, τραχύ, ἀκανθῶδες, φύλλα ἔχον χλωρὰ ὅμοια ῥάμνῳ, καρπὸς δὲ αὐτοῦ τὴν μὲν ἀρχὴν ὅμοιος λευκαῖς μυρτίσιν, αὐξόμενος δὲ γίνεται τῷ μὲν χρώματι φοινικοῦς, τῷ δὲ μεγέθει γογγύλαις ἐλαίαις ὅμοιος. πυρῆνα δὲ ἔχει τελέως μικρόν. γίνεται δέ φησι καὶ οἶνος ἐξ αὐτοῦ ἡδὺς καὶ ἀπολαυστικός, ᾧ χρῶνται χωρὶς ὕδατος. οὐ μένει δὲ πλέον δέκα ἡμερῶν. διὸ καὶ ποιοῦσιν αὐτὸν κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτοῦ. Ὡς δὲ καὶ ἡ τοῦ φοίνικος ὀπώρα συντελεῖ εἰς οἶνον, καθωμίληται. ὡς δὲ καὶ ῥοδίζων ἦν τις λωτὸς, ὁ Ἀθήναιος δηλοῖ ἐν οἷς ἱστορεῖ καὶ ὅτι Παγκράτης ποιητὴς Ἀλεξανδρεὺς Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι ἐν Ἀλεξανδρείᾳ, μετὰ τερατείαςμυθικῆς αὐτὸν ἐπέδειξε. φάσκων ἀναπεμφθῆναι γῆθεν τὸν τοιουτόχροον λωτὸν, ὅτε τὸ αἷμα ἡ γῆ ἐδέξατο τοῦ μαυροσίου λέοντος ὃν ἐκεῖ που ἐν κυνηγεσίῳ καταβεβλήκει ὁ Ἀδριανὸς, μέγα χρῆμα ὄντα, καὶπολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν Λιβύην, καὶ πολλὰ ἐκείνης ἀοίκητα πεποιηκότα. ἡσθεὶς οὖν ὁ βασιλεὺς ἐπὶ τῇ τῆς ἐννοίας ταύτης εὑρέσει καὶ καινότητι, τὴν ἐν Μουσῶν αὐτῷ σίτισιν ἔχειν ἐχαρίσατο. καὶ ὅρα τὸ ἐν Μουσῶν, ἐσχηματισμένον κατ' ἔλλειψιν Ἀττικῶς, ὡς εἴπερ ἦν ἐν πρυτανείῳ Μουσῶν. δοκεῖ γὰρ τοιοῦτόν τι καὶ ἐν Ἀλεξανδρείᾳ εἶναι ὁποῖον καὶ ἐν Ἀθήναις. (ῃερς. 92.) δίκαιοι δὲ μαρτυροῦνται οἱ Λωτοφάγοι καὶ φιλόξενοι. ὅθεν οὐδὲ μήδονται ὄλεθρον. ἀλλὰ φιλοξένως διδόασι λωτοῦ πάσασθαι. διὸ καὶ ἡ τῆς κατ' αὐτοὺς ἱστορίας ἀναγωγὴ χώραν ἡδονῆς τῆς περὶ γεῦσιν τὴν τῶν Λωτοφάγων εἶναι βούλεται γῆν. καὶ τὴν τοῦ λωτοῦ προσφορὰν εἰς τὴν ἐν γευστοῖς ἀρτύει ἀπόλαυσιν, ἣ κατέχει ὡς εἰπεῖν τῆς γλώττης τοὺς αὐτόθι γενομένους, οὐκέτι παλινδρομῆσαι εἰς τὸ ἄλλως βιοῦν ἀφίησι. καὶ οὕτω μὲν οἱ πολλοὶ ὅσοι πρὸς φιλοσοφίαν ἔτι ἔχουσιν ἀτελῶς οὐκ ἂν τὴν Λωτοφαγίτιν παραπλεύσωσιν. Ὀδυσσεὺς δὲ ὁ σοφὸς καὶ τοῦ τοιούτου γλυκυπίκρου κακοῦ περιγενήσεται, καὶ τοὺς μὴ πειθομένους ἑταίρους ἀνάγκῃ πειθοῦς ἢ καὶ βίας ὑπαγαγόμενος παραπλεύσει καὶ συναπαγάγῃ ἑαυτῷ ἔνθα χρή. Ἰστέον δὲ ὡς εἴτε γευσάμενος τοῦ λωτοῦ καὶ Ὀδυσσεὺς ὅμως ἀπέστη, ἐγκράτειαν αἰτιατέον αὐτοῦ, εἴτε καὶ μὴ γευσάμενος οὐκ ἐκινήθη δι' ἐπιθυμίας, ἐπαινετέον τῆς φιλοσοφίας αὐτὸν, δι' ἣν ἀπαθὴς ἦν. (ῃερς.