Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
550.1.1
) εἰ δὲ καὶ ὄνομα οἰκεῖόν τε καὶ πατρίδος ἐρωτᾶταί τις, ἁρμόζει καὶ τὰ ἐφεξῆς. εἰπὲ ὄνομα ὅ σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε ἄλλοι θ' οἱ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστιν ἀνθρώπων οὐ κακὸς οὐδὲ μὲν ἐσθλὸς, ἐπὴν τὰ πρῶτα γένηται. ἀλλ' ἐπὶ πᾶσι τίθενται ἐπεί κε τέκωσι τοκῆες. (ῃερς. 552.) καὶ ἔστιν ἀστεῖος ὁ τοιοῦτος λόγος. μονονουχὶ γάρ φησιν ὡς εἰ καὶ πάντα τις ἀποφήσει μὴ ἔχειν, ἢ καὶ πίνεσθαι πάντων ἐρεῖ τῶν κατὰ βίον ἀλλ' οὖν οὐκ ἂν εἴποι μὴ δὲ ὄνομα κύριον ἔχειν ὃ ἐκ γενετῆς αὐτῷ τίθεται. τοῦτο γὰρ δηλοῖ ἐνταῦθα ὁ ἀνώνυμος, ῥηθεὶς οὕτως, κατὰ ἰδέαν δρυμύτητος, παρὰ τὸ μὴ ἔχειν ὄνομα ὅ ἐστι κλῆσιν. καὶ Ὅμηρος μὲν οὕτω φησὶ, τοῦ κοινοῦ καὶ ὡς ἐπὶ πλεῖστον στοχασάμενος. οἱ δὲ παλαιοὶ ἔθνος Λιβυκὸν ἑσπέριον ἱστοροῦσι τοὺς Ἄτλαντας. ἐν ᾧ οὐδεὶς τῶν ἐκεῖ κυρίου ἐκληρονόμει ὀνόματος. καὶ εἴρηται περὶ τούτου ἐν τοῖς τοῦ περιηγητοῦ. Ἰστέον δὲ ὅτι τὸ, οὐ πάμπαν ἀνώνυμος δύναται καὶ πρὸς ἀκρίβειαν διασταλτικὴν ὁμωνυμίας εἰρῆσθαι. ἄλλως μὲν γὰρ (ῃερς. 550.) εἴη ἄν τις ἀνώνυμος ὡς ἀκλεὴς καὶ μὴ ὀνομαστός. ἀνώνυμος δὲ οὐκ ἂν εἴη ὡς μὴ ἔχειν τι κύριον ὄνομα. (ῃερς. 551.) Τὸ δὲ μήτηρ τε πατήρ τε ἄλλοι τε οἱ κατὰ ἄστυ τουτέστιν οἱ πολίται, καὶ οἳ περιναιετάουσι τουτέστιν οἱ πέριξ οἰκοῦντες ἐγχώριοι, οἱ τοῦ ἔθνους δηλαδὴ, οὐ μάτην ἔχει προσθήκην τοῦ, ἄλλοι τε καὶ τῶν ἑξῆς, ἀλλὰ διότι ἔστιν ὅτε ἄλλο μὲν ὄνομα ἐκάλουν τινὰ οἱ γονεῖς, ἄλλο δὲ οἱ πολίται καὶ οἱ πέριξ, ὡς καὶ ἡ ἐν Ἰλιάδι γυνὴ δηλοῖ, ἣν οἱ τεκόντες μὲν Ἀλκιόνην ἐκάλουν, Κλεοπάτραν δὲ οἱ λοιποί. (ῃερς.