Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
553.1.1
) Τὸ δὲ ἐπὴν τὰ πρῶτα γένηται, ἑρμηνεύεται διὰ τοῦ ἐπεί κε τέκωσι τοκῆες. ὃ καὶ τρόπον ἐτυμολογίας ἔχει ἐν τῷ, τέκωσι τοκῆες. (ῃερς. 555.) Ὁ δὲ περὶ τοῦ ὀνόματος ἐρωτήσας ὡς ἐῤῥέθη τὸν Ὀδυσσέα προσεπάγει καὶ τὸ, εἰπὲ δέ μοι γαῖάν τε τεὴν δῆμόν τε πόλιν τε. (ῃερς. 556.) καὶ ἀναγκάζων ἐνταῦθά γε τὸν ξένον εἰς ἀπόκρισιν ἀληθῆ μὴ καὶ ῥᾳδιουργήσῃ ἐπὶ τῷ λόγῳ ἐκφοβεῖ λέγων, οὐ πρὸς καλῶν αὐτῷ ἔσεσθαι τὸ ψεύσασθαι. φησὶ γάρ. ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες. ἤγουν ἵνα εἰπόντος σου τὴν πατρίδα γῆν τε καὶ πόλιν, πέμψωσί σε εἰς αὐτὴν αἱ καθ' ἡμᾶς νῆες καταστοχασάμεναι φρεσὶ τῆς τοιαύτης χώρας. οὕτω πάνυ τολμᾷ ὁ Ὁμηρικὸς Ἀλκίνοος τερατεύεσθαι, ὥστε τὰς Φαιακικὰς νῆας μὴ μόνον ἁπλῶς ἐμψύχους, ἀλλὰ καὶ αὐτομαθῶς ἐλλόγους καὶ ἔμφρονας καὶ πολυΐστορας ποιεῖν, μεταγαγὼν τεραστείως εἰς τὰς νῆας τὴν τῶν πολυπείρων ναυτίλων ἀρετήν. (ῃερς.
553.1.2
) εἰπὼν καὶ πρὸς τὸν Αἴαντα λόγον ἐπιπρέποντα μνησικάκῳ ἀνδρὶ, τὸ, οὐκ ἄρ' ἔμελλες οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων. (ῃερς. 560.) ἐν τούτοις δὲ κεῖται καὶ ἔπος δυσωπητικὸν θυμουμένου τὸ, ἀλλ' ἄγε δεῦρο ἄναξ ἵν' ἔπος καὶ μῦθον ἀκούσῃς ἡμέτερον, δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν. ἔνθα ὅρα καὶ τὸ ἔπος καὶ μῦθον ταυτὰ ὄντα κατὰ θέσιν παράλληλον. κεῖται δ' ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ καὶ τὸ, (ῃερς. 564.) ἔνθα κεν ὁμῶς προσέφη κεχολωμένος ἤ κεν ἐγὼ τὸν, (ῃερς. 564.) ἤγουν τότε δὴ ἂν ἐπέμεινα ἕως ὁ Αἴας καί τοι κεχολωμένος προσέφη ἂν ἐμὲ καθὰ ἐγὼ αὐτὸν, ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι τόδε τι ποιήσειν. οἰκεῖον δὲ τοῦτο εἰπεῖν, ὅτε δυνάμενός τις πεῖσαί τινα ὅμως ἀπόσχηται διά τι ἀναγκαιότερον. ἔστι δὲ τοῦτο καὶ δεινότης Ὁμηρικὴ, δηλοῦσα ὡς ἔπλασεν ἂν λαλοῦντα τὸν Αἴαντα, εἰ μὴ πρὸς τὰ ἐφεξῆς ἠπείγετο. Ἰστέον δὲ ὅτι Παῤῥάσιος ὁ Ἐφέσιος ζωγράφος ἐκ τῆς εἰρημένης κατὰ τὸν Αἴαντα περιπετείας ἐπὶ τῇ ἀποτυχίᾳ τῶν Ἀχιλλείων ὅπλων ἔννοιαν ἀστείαν ἐπορίσατο τοιαύτην. ἀγωνιζόμενος γάρ ποτε τὸν Αἴαντα ἐν Σάμῳ φασὶ πρὸς ἀντίτεχνον καταδεέστερον καὶ ἡττηθεὶς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη, ὡς αὐτὸς μὲν ὀλίγον φροντίζει, Αἴαντι δὲ συνάχθεται δεύτερον ἡττηθέντι. (ῃερς. 566.) Ὅτι προθέμενος Ὅμηρος εἰπεῖν καὶ περί τινων ἐν Ἅιδου μὲν κολαζομένων, ἄλλως δὲ ὅτε ἐβίουν εὖ ἐχόντων ὡς ἐν τρυφαῖς ὁποῖος ὁ Τιτυὸς καὶ ὁ Τάνταλος καὶ ὁ Σίσυφος, πρό γε τέως αὐτῶν λέγει περὶ δικαστηρίου τοῦ δικαιοῦντος τὴν ἐπ' αὐτοῖς ἐν Ἅιδου κόλασιν, οὗπερ ὁ Μίνως προκάθηται. εἶτα γράψας περὶ Ὠρίωνος λαλεῖ καὶ περὶ τῶν ῥηθέντων ἀθλίων τριῶν ἡρώων. μεθ' οὓς περατοῖ τὸν λόγον εἰς τὸν σκιοφανῆ Ἡρακλέα, οὐ κόλασιν ἔχοντα, ὥσπερ οὐδὲ ὁ Ὠρίων, σκιὰν δὲ καὶ αὐτὸν ἀΐσσοντα κατὰ τοὺς ῥηθῆναι φθάσαντας. ἔστι δὲ ἃ λέγει περὶ Μίνωος ταῦτα· ἔνθ' ἤτοι Μίνωα ἴδον Διὸς ἀγλαὸν υἱὸν, χρύσεον σκῆπτρον ἔχοντα, (ῃερς.