Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
557.1.1
) καὶ ἔστι μὲν τοιοῦτόν τι καὶ ἡ ἐν τῇ καθ' Ἡσίοδον Θεογονίᾳ κειμένη Αὐτονόη ὡς καὶ ἀλλαχοῦ ὑπελαλήθη. ἀλλ' ὁ ποιητὴς ἐνταῦθα πάνυ τερατωδέστερον ἀγορεύει, λέγων οὕτως. οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν. οὐδέ τι πηδάλι' ἐστὶ τά τ' ἄλλαι νῆες ἔχουσιν, ἀλλ' αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν. καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς ἀνθρώπων. ἐντεῦθεν οἱ μεταγενέστεροι ἐπὶ πλέον ἄλλοθι τερατείας τραπόμενοι φωνήεσσαν τῇ ἀργοῖ τὴν τρόπιν ὡς ἐκ τῆς Δωδωναίας δρυὸς προσπλάττουσιν. ὃ δὴ καὶ μόνον ταῖς Φαιακικαῖς ναυσὶν ἐνέλιπε. καὶ ἔστιν ἡ τοῦ Φαίακος βασιλέως πρὸς τὸν ξένον ἐν τούτοις ἐκφόβησις, ὡς ἐπεὶ αἱ κατ' αὐτὸν νῆες τοιαῦται, οὐκ ἂν τύχοι νόστου μὴ ἀληθῶς εἰπὼν ποίας ὥρμηται γῆς, ἀλλ' ἐκεῖ ἀπαχθήσεται ὅποι ψεύσεται. καὶ Ὀδυσσεὺς εὖ εἰδὼς τὴν τερατολογίαν, οἶδε γὰρ οὐ πάνυ μακρὰν ἀλλήλων διῳκισμένας τήν τε τῶν Φαιάκων νῆσον καὶ τὴν Ἰθάκην, ὅμως ἀνέχεται, καὶ δοκεῖ πιστεύειν. τάχα που κἀνταῦθα ὑποφωνῶν ἑαυτῷ τὸ, τέτλαθι κραδίη. (ῃερς. 561.) ὁ δέ γε βασιλεὺς τὰς Φαιακικὰς σεμνύνων νῆας, ἐπιφέρει καὶ ὅτι λαῖτμα τάχισθ' ἁλὸς ἐκπερόωσιν, ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι. οὐδέ ποτέ σφιν οὔτε πημανθῆναι ἔπι δέος οὔτ' ἀπολέσθαι. τούτων δὲ τὸ μὲν τάχιστα ἐκπερᾶν ὡς ὠκυπόρους, πιθανὴν ποιεῖ τὴν διὰ μιᾶς νυκτὸς ἀποκατάστασιν τοῦ Ὀδυσσέως εἰς τὴν Ἰθάκην. Τὸ δὲ ἠέρι καὶ νεφέλῃ κεκαλύφθαι, πιθανολογεῖ τὸ τῆς νήσου τῶν Φαιάκων ἀνεπιβούλευτον. εἰ γὰρ μὴ βλέποιντο αἱ ἐκεῖθεν πλέουσαι νῆες, οὐδ' ἄν τις τοῦ ἐκεῖ σε πλοῦ πάνυ καταστοχάσαιτο. (ῃερς. 563.) Τὸ δὲ οὔτε πημανθῆναι ἔπι δέος οὔτ' ἀπολέσθαι, ἀπτόητον τηρεῖ τὸν Ὀδυσσέα εἰς τὸ μὴ παθεῖν κίνδυνον ἐν τῷ ἀποπλέειν. ἐπειδὴ δὲ πάνυ τερατώδη τὰ τοιαῦτα, καὶ ἦν εἰκὸς πολυπραγμονεῖσθαι ποῦ ποτ' ἂν τοιαύτη νῆσος οὖσα λάθοι διὰ τέλους ἅπαντας, πλάττει ὁ ποιητὴς τὸν βασιλέα χρησμοῦ τινὸς ἀναμνησθέντα παλαιοῦ. ὃς φόβον ἐνέσειε Φαίαξι, νῆά τε αὐτῶν ἐκ πομπῆς ξένου ἀνιοῦσαν ῥαισθῆναι, μέγα τε αὐτοῖς ὄρος τῇ πόλει ἀμφικαλύψειν τὸν Ποσειδῶνα, ἐκμοχλεύσαντα δηλαδὴ τὸ ἐγχώριον ὄρος καὶ ἐπικατασείσαντα τῇ Φαιακικῇ πόλει εἰς ὄλεθρον κάλλυμμα. καὶ ἔστι λοιπὸν κἀνταῦθα, ὡς καὶ ἐπὶ τοῦ κατὰ Τροίαν Ἑλληνικοῦ τείχους, εἰπεῖν προσφυῶς ὅτι ὁ πλάσας Ὅμηρος τὰ κατὰ τὴν τερατώδη Φαιακίαν ἐκεῖνος καὶ ἠφάνισεν, ἵνα ἔχοι λέγειν ὁ ποιητικὸς ἀνὴρ, ὡς ἦν μέν ποτε τὰ κατὰ τοὺς Φαίακας. Ποσειδῶνος δὲ ἀγασαμένου, ἠφάνισται καθὰ ἔπαθον καὶ ἄλλαι πόλεις πολλαί. (ῃερς. 566.) καὶ οὕτω μένει τὸ ψεῦσμα τοῦ ποιητοῦ ἀνεξέλεγκτον. ἔστι δὲ ἡ κατὰ τὸν Ἀλκίνοον φράσις ἐν τούτοις τοιαύτη. ἀλλὰ τόδε ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι ἡμῖν οὕνεκα πομποὶ (ῃερς. 570.) ἀπήμονες εἰμὲν ἤγουν ἐσμὲν, ἁπάντων. φῆ ποτὲ Φαιήκων ἀνδρῶν εὐεργέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ ῥαισέμεναι. μέγα δ' ἡμῖν ὄρος πόλει ἀμφικαλύψειν. ἐπεὶ δὲ τοῦτο ἐμποδῶν ἐστὶ τῇ τοῦ ξένου πομπῇ οὕτως ἁπλῶς εἰς νοῦν ἐλθεῖν τῷ βασιλεῖ καὶ ἐκφοβῆσαν αὐτὸν, ἐπιφέρει εὐθὺς ὁ ποιητὴς διὰ πιθανότητα τὸ, ὣς ἀγόρευ' ὁ γέρων. τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη ὥς οἱ φίλον ἔπλετο θυμῷ. ὃ δὴ πᾶς ἂν παραμυθητικῶς εἴποι ἐπὶ φόβῳ κακοῦ τινὸς μέλλοντος. Ἰστέον δὲ ὅτι τὸν τοιοῦτον χρησμὸν ἐρεῖ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητὴς περί που τὴν τοῦ ˉν ῥαψῳδίαν. ἔνθα καὶ νηὸς μὲν ὄλεθρον τῆς τὸν Ὀδυσσέα κομισάσης ἐκτίθεται, οὐ μὴν δὲ καὶ πόλεως τῆς τῶν Φαιάκων ἀφανισμόν. οὐ γὰρ ἀναιδέστερον ἐθέλει τοῖς μυθικοῖς ἐμφιλοχωρεῖν, ἀλλ' ἀρκεῖται μόνον οἷς προεκθετικῶς ἐνέφῃνε. Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα μὲν τὸ κατὰ τὸν χρησμὸν χωρίον ὀβελίσκους ἔχει μετὰ ἀστέρων. δι' ὧν δηλοῦται, ὡς ἐνταυθοῖ μὲν οὐ καλῶς κεῖνται τὰ ἔπη, ἀλλαχοῦ δὲ ἄριστα ἔχει. δοκεῖ γὰρ οὐ πιθανῶς πλασθῆναι τὸ πεμφθῆναι οἴκαδε ξεῖνον ὑπὸ Φαιάκων ἔχθιστον τῷ Ποσειδῶνι, οὗ τὸν φόβον ἐπέσειεν ὁ χρησμὸς τοῖς Φαίαξιν. οἳ μεμνημένοι μὲν τοῦ χρησμοῦ οὐκ ἂν πιθανῶς ἀποπέμψαι τὸν ξένον τολμήσωσι, μὴ μεμνημένοι δὲ καὶ διατοῦτο πέμψαντες μνησθεῖεν ἂν τοῦ χρησμοῦ ὅτε κακῶς πάθωσιν ἐν τῇ ῥαψῳδίᾳ τῆς ˉν. τέως γε μὴν, πιθανότης ἐνταῦθα προκαταβέβληται τῆς περὶ τοῦ Κύκλωπος διηγήσεως. εἰ γὰρ εἰδὼς ὁ βασιλεὺς τὰ τοῦ εἰρημένου χρησμοῦ οὐκ ἀντέχεται αὐτοῦ γενναίως, ἀλλ' ἐνδοιάζων λέγει τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη, οὐκ ἀπιθάνως ἄρα θαῤῥήσει ὁ Ὀδυσσεὺς τὰ κατὰ τὸν Κύκλωπα διηγήσασθαι ἐφ' οἷς ὁ Ποσειδῶν ἐχολώσατο. καὶ τοιάδε μὲν ταῦτα. (ῃερς. 555.) Ἐν δὲ τῷ, γαῖάν τε δῆμόν τε πόλιν τε, γαῖαν μὲν τὴν χώραν λέγει, πόλιν δὲ τὴν πατρίδα, δῆμον δὲ, ὡς εἰκὸς, μέρος τι τῆς πατρίδος εἴτι που ἔχει τμῆμα ὀνομαστὸν, κατὰ τοὺς παρὰ πολλοῖς ῥεγεῶνας. ἢ τὰς Κρητικὰς τόρμας. ἢ καὶ κατὰ τοὺς Ἀττικοὺς δήμους, οὕτω γὰρ Δημοσθένης Ἕλλην ὢν κατὰ γαῖαν Ἀθηναῖος δὲ κατὰ πόλιν Παιανιεὺς ἦν ἐκ τῶν δήμων. ὥσπερ ἕτερός τις Αἰξωνεύς. ἄλλος δὲ Μυῤῥινούσιος. τοιούτῳ δέ τινι λόγῳ καὶ μέρος τι τῆς Ἰθάκης δῆμος ἐλέγετο. εἰκὸς δὲ καὶ ἄλλως ἑτερώνυμα εἶναι τὸν ἐν τῇ πόλει δῆμον καὶ αὐτὴν τὴν πόλιν, ὥς που καὶ ἐν τῇ Ἰλιάδι ἐφάνη. οὕτω γὰρ πόλις μὲν Εὔβοια, δῆμος δὲ αὐτῆς ἑτερωνύμως Ἄβαντες παρ' Ὁμήρῳ οὐ μὴν Εὐβοεῖς. εἰπεῖν δὲ καὶ ἄλλως ἁπλούστερον, δῆμον τοὺς πολίτας λέγοι ἄν. ἐπεὶ καὶ περιέχει γαῖα μὲν πόλιν, πόλις δὲ δῆμον. (ῃερς. 556.) Τὸ δὲ τιτύσκεσθαι φρεσὶ πρὸς διαστολὴν ἐῤῥέθη τοῦ, τόξῳ τιτύσκεσθαι, ἢ σφενδόνῃ. λέγεται γὰρ ἐπὶ τοιούτων μάλιστα τὸ τιτύσκεσθαι, λέξις ὂν ποιητικὴ ἀχρεία λόγῳ πεζῷ, εἰ μὴ ἄρα παραπλέκοιτο. (ῃερς. 563.) Τὸ δὲ οὔτ' ἀπολέσθαι διαφορὰν ἔχει πρὸς τὸ μὴ πημανθῆναι, τοῦτο μὲν γὰρ οὐ παντελῆ δηλοῖ φθορὰν, τὸ δὲ ἀπολεσθὲν εἰς τὸ μὴ εἶναι ἦλθε. (ῃερς. 566.) Τὸ δὲ οὕνεκα πομποὶ ἀπήμονες ἐσμὲν ἁπάντων διδάσκει καὶ αὐτὸ, μὴ ἀδιάκριτον τὴν ξενίαν εἶναι ἁπλῶς πρὸς τυχόντας. ὃ καὶ ἐν Ἰλιάδι ἐλέχθη ἐν τῷ, πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. καὶ γὰρ ὁ ἐκεῖσε τοιοῦτος πανδοκεὺς ἔπαθέ τι κακόν. (ῃερς. 567.) Τὸ δὲ εὐεργέα νῆα, πρὸς ἔκπληξιν κεῖται. οὐ γὰρ ἁπλῶς ναῦς ῥαισθήσεται σαθρὰ τυχὸν ἢ εἰκῇ νεναυπηγημένη, ἀλλ' εὐεργής. (ῃερς. 563.) Ἀνιοῦσαν δὲ τὴν ἐπανερχομένην λέγει. (ῃερς. 569.) Ἐν δὲ τῷ, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψειν, σημείωσαι ὅτι τὸ ἡμῖν ἐγκλιθὲν συνέστειλεν ἀσυνήθως τὴν λήγουσαν καὶ διατοῦτο προπεριεσπάσθη. Τὸ δὲ ἀμφικαλύψειν εἴρηται μὲν πρὸς ὁμοιότητα τοῦ, κεκαλυμμένοι ἵππῳ. καὶ τῶν ὁμοίων, δηλοῖ δὲ ἀφανισμὸν πόλεως ὑπὸ ὄρους ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. (ῃερς. 573.) Ὅτι προεκθετικὴ ἀφορμὴ τῆς ἐφεξῆς τοῦ Ὀδυσσέως πολυλογίας γίνεται ἡ ἐνταῦθα τοῦ Ἀλκινόου τοιαύτη ἐρώτησις. ἀλλ' ἄγε μοι εἰπὲ ὅπῃ ἀπεπλάχθης τε καὶ ἅς τινας ἵκεο χώρας ἀνθρώπων, αὐτούς τε, πόλεις τ' εὖ ναιεταώσας. ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, οἵ τε φιλόξενοι, καί σφι νόος ἐστὶ θεουδής. Φιλομαθὴς δὲ ἐν τούτοις ὑποτίθεται εἶναι ὁ βασιλεὺς, ὃς ἐθέλει μαθεῖν καὶ τὸ αἴτιον τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου, εἰπών. (ῃερς.

Intertext edge

Open linked passage

Note