Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
569.1.1
) θεμιστεύοντα νεκύεσσιν, ἥμενον, ἐν οἵῳ δηλαδὴ σχήματι καὶ ζῶν ἦν. οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα ἥμενοι ἑσταότες τε, (ῃερς. 570.) οἱ μὲν δηλονότι ὡς συνδικασταὶ οἱ δ' ὡς κρινόμενοι, κατ' εὐρυπυλὲς Ἄϊδος δῶ, περὶ οὗ πρὸ ὀλίγων γέγραπται, (ῃερς. 571.) οὕτω δὲ κατὰ ὅμοιον βιωτικὸν σχῆμα βλέπει Ὀδυσσεὺς καὶ τὸν Ὠρίωνα. φησὶ γάρ· τὸν δὲ μετ' Ὠρίωνα πελώριον εἰσενόησα, θῆρας ὁμοῦ εἰλεῦντα κατ' ἀσφοδελὸν λειμῶνα τὸν προῤῥηθέντα, τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι, περὶ ὧν ἐδηλώθη ἐν ἄλλοις, χερσὶν ἔχων ῥόπαλον παγχάλκεον αἰὲν ἀαγὲς (ῃερς. 574.) ἤγουν ἄκλαστον, ἄθραυστον, μὴ ἀγνύμενον. καὶ νῦν μὲν ἀορίστως ἔφη θῆρας ἐπὶ Ὠρίωνος τοῦ προϊστορηθέντος, μετ' ὀλίγα δὲ ὁ τοῦ Ἡρακλέος τελαμὼν ἄρκτους ἔφαινε καὶ σύας καὶ λέοντας. ἦσαν δὲ ἐκεῖνα μὲν ὡς ἐντετυπωμένα ζωγραφικῶς, ταῦτα δὲ κατὰ σκιάν τινα κινουμένην ἰδίᾳ φανταστικῶς, καθὰ καὶ προγέγραπται. (ῃερς. 571.) Ὅρα δὲ ἐν τῷ, Ὠρίωνα πελώριον, ὅτι ἐκτείνεται μὲν ἡ προπαραλήγουσα τοῦ Ὠρίωνος, οὐ συστέλλεται δὲ ἡ παραλήγουσα, ὃ δὴ ἐπὶ Ἰξίονος καὶ Ἰάσονοςκαὶ τῶν ὁμοίων γίνεται. (ῃερς. 574.) Σημείωσαι δὲ καὶ ὡς οὐ μόνον Ἡρακλῆς ῥοπαλοφόρος ἱστόρηται, ἀλλ' ἰδοὺ καὶ Ὠρίων ῥοπάλῳ χρῆται κυνηγετῶν κατά τινα ὁμοιότητα τοῦ ἐν Ἰλιάδι κορυνήτου. (ῃερς. 568.) Χρύσεον δὲ σκῆπτρον φαντασιωδῶς δέδοται καὶ τῷ Μίνωι, τὸ μὲν ὡς δικαστῇ, τὸ δὲ ὡς θείῳ ἀνδρί. Τοῦ δὲ θεμιστεύειν πρωτότυπον τὸ θεμίσσω, ἐξ οὗ καὶ παρὰ Παυσανίᾳ τὸ θεμισσέτω, τουτέστι νομοθετείτω, δικαζέτω, καὶ ἡ θέμις. ἧς γενικὴ Δωρικὴ θέμιστος, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη. καὶ ἀπ' αὐτῆς τὸ θεμιστεύειν. ὅτι δὲ θέμιστες οὐ μόνον δίκαι ἀλλὰ καὶ μαντεῖαι καὶ βουλαὶ, δῆλον ἐκ τῶν παλαιῶν. Ἰστέον δὲ ὅτι ἡ μὲν πλείων ἱστορία δίκαιον οἶδε τὸν Μίνωα. εἰσὶ δὲ οἳ ἀπεναντίας τυραννικόν φασιν αὐτὸν καὶ βίαιον καὶ δασμολόγον, τραγῳδοῦντες καὶ τὰ περὶ μινώταυρον καὶ λαβύρινθον, ὡς ὁ γεωγράφος φησίν. (ῃερς. 575.) Ὅτι Τιτυὸς γῆς υἱὸς βιασάμενος ὑπὲρ γῆς τὴν Λητὼ κακῶς ἔπασχεν ἐν Ἅιδου τὸ ἧπαρ κειρόμενος ὑπὸ γυπῶν. λέγει δὲ τὰ κατὰ τοῦτον ὁ ποιητὴς οὕτω· (ῃερς. 576.) καὶ Τιτυὸν ἴδον Γαίης ἐρικυδέος υἱὸν, κείμενον ἐν δαπέδῳ. ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα, ὡς δῆθεν τοιοῦτός τις ὢν καὶ ὅτε ζῶν ἦν. γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον δέρτρον ἔσω δύνοντες. ὁ δ' οὐκ ἀπαμύνετο χερσί. Λητὼ γὰρ ἥλκησε Διὸς κυδρὴν παράκοιτιν. (ῃερς. 579.) Καὶ ὅρα ὡς ἐνδοξότερον ἐπὶ τῆς γῆς τὸ ὡς ἐῤῥέθη ἐρικυδὲς ἤπερ ἐπὶ τῆς Λητοῦς τὸ ἁπλῶς κυδρόν. (ῃερς. 575.) θρασὺς δὲ ὁ Τιτυὸς καὶ λῃστρικὸς καὶ ὡς οἷον τιτανώδης, ὅθεν καὶ δοκεῖ λαχεῖν τοὔνομα. δηλοῖ δὲ τὸν ἄνθρωπον καὶ ὁ γράψας ὅτι Τιτυὸς κατεῖχε τὸν Βοιωτικὸν Πανοπέα, βίαιος ἀνὴρ καὶ παράνομος, ὃν ἀνεῖλεν Ἀπόλλων, ὥσπερ καὶ Πύθωνα, ἐπίκλησιν δράκοντα. ὃ δὲ καθ' Ὅμηρον πάσχει ὁ Τιτυὸς, δικαιωθῆναι φαίνεται πρὸς τοῦ Μίνωος. οὕτω δὲ καὶ ἡ τοῦ Ταντάλου καὶ τοῦ Σισύφου δίκη ἐκεῖθεν κατεψήφισται. ἔοικε δὲ καὶ μεριμνητικός τις ἐν ζῶσιν εἶναι ὁ Τιτυὸς, καὶ ὑπὸ φροντίδων οἷά τινων γυπῶν συνεχῶς ἀεὶ κείρεσθαι τὰ ἐντὸς, κάτω κείμενος, τουτέστι περὶ γῆν κεκυφὼς ταπολλὰ διὰ τὸ γεωργικὸν, ὅθεν ταύτην τὴν φαντασίαν παρέπεσθαι αὐτῷ καὶ ἐν Ἅιδου. διὸ καὶ γῆς υἱὸς, διὰ τὸ ἄγαν αὐτῆς ἐπιμελεῖσθαι. τοῦτο δὲ καὶ διὰ τὸ μεγαλοσώματον, ὡς ἐν τοῖς περὶ Ἀλωειδῶν προγέγραπται. ἴσως δὲ οὕτω καὶ ὁ Ἀνταῖος υἱὸς ἐμυθεύθη γῆς. ἐκεῖνος μέντοι καὶ ὡς κατακυλίων εὐμεθόδως τοὺς ἀντιπαλαιστὰς τῷ δοκεῖν καταπίπτειν εἰς γῆν τῇ γῇ τε βοηθεῖσθαι κατὰ τὴν πάλην ἐλέγετο καὶ γῆς υἱὸς εἶναι. Ἰστέον δὲ ὅτι τῶν τις πάλαι ἀστείων παρῴδησε ἐν τοῖς ῥηθεῖσιν οὕτως ἐπὶ συκῶν μεγάλων· καὶ σικυὸν ἴδον γαίης ἐρικυδέος υἱὸν, ὁ δ' ἐπ' ἐννέα κεῖτο τραπέζας. Μάτρων δέ φασιν ἐκεῖνος ἦν ὁ παρῳδός. (ῃερς. 576.) Τὸ δὲ ἐπὶ ἐννέα πέλεθρα κεῖσθαι τὸν Τιτυὸν ὑπερβολικόν ἐστι καὶ οὐδὲ πιθανὸν, εἴπερ ἐν Ἰλιάδι ὁ Ἄρης πεσὼν ἑπτὰ ἐπέσχε πέλεθρα. Πέλεθρον δὲ καὶ πλέθρον μέτρον τι γῆς περιφερόμενον μέχρι καὶ νῦν πολλαχοῦ. οἱ δέ φασι καὶ ὅτι μέρος ἕκτον σταδίου ἐστίν, ὥστε κατέχειν τὸν Τιτυὸν τόπον σταδίου ἑνὸς καὶ ἡμίσεος. εἴρηται δὲ περὶ πλέθρου καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. (ῃερς. 577.) Καλῶς δέ φασιν εἰς ἧπαρ κολάζεται ὁ φαύλως ἐπιθυμήσας Τιτυός. ὡς γὰρ καρδία θυμοῦ τις ἑστία καὶ λογιστικοῦ κεφαλὴ, οὕτω καὶ ἧπαρ ἐπιθυμίας, ὁ δ' αὐτὸς οἰκείως οὐδ' ἀπαμύνεσθαι χερσὶν ἔχει αἷς ἐβιάσατο. (ῃερς. 579.) Δέρτρον δὲ οἱ μὲν τὸν ἐν τοῖς ἐγκάτοις ἐπίπλουν, ὡς Ἀντίμαχος ὁ Κολοφώνιος δηλοῖ ἐν τῷ, χολάδας δέρτροισι καλύψας, Ἀπολλόδωρος δὲ τὸν περὶ κοιλίαν ἐπίπλουν, ὃν καὶ ἀργέτην δημὸν ἐκεῖνος καλεῖ· Δωριεῖς δὲ τὴν ὑπὸ τὴν δορὰν σάρκα τὴν περικαλύπτουσαν τὴν κοιλίαν δέρτρον φασὶ, καὶ ἄλλως δὲ κατὰ τοὺς παλαιοὺς γοργότερον εἰπεῖν, δέρτρον ἡ ὑπὸ τὴν σάρκα πιμελή, ἢ ὁ ὑποκείμενος ὑμὴν τῷ ἥπατι, ἢ ὁ ἐπίπλους, ἢ ἡ δορὰ, ἢ τὸ ἦτρον, ἄλλοι δὲ τὸ ἐφήβαιον δέρτρον εἶπον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ τραυμάτων φησίν· οὐ σαρκοφυήσει ἐντέρου τὸ λεπτὸν δέρτρον. (ῃερς. 579.) Τὸ δὲ ἥλκησεν ἀντὶ τοῦ ἐβιάσατο. Καὶ ὅρα ὡς ἄλλο μὲν τὸ εἵλκυσε κοινῶς, ἕτερον δὲ νῦν τὸ ἥλκησε. τὸ πειρᾶν γὰρ δηλοῖ, ἐπὶ βίας τεθὲν γυναικός. τὸ δέ γε ἑλκῶσαι ὕστερόν ἐστι παρὰ τοῖς μεθ' Ὅμηρον ἐπὶ τραυματισμοῦ λεγόμενον. Ἡ δὲ Λητὼ Διὸς παράκοιτις λεγομένη ἄλλως πάντως λέγεται ἤπερ ἡ Ἥρα, καὶ καθὰ μνηστήρων ἀλόχους ὁ ποιητὴς φησί που τὰς τοῦ Ὀδυσσέως δμωΐδας, οὕτω δὲ καὶ τῷ Πριάμῳ ἔτεκε μὲν παῖδας καὶ ἡ κατ' ἐξαίρετον γυνὴ Ἑκάβη, ἔτικτον δὲ αὐτῷ καὶ γυναῖκες ἄλλαι. (ῃερς. 580.) Τὸ δὲ Πυθώδε ἀντὶ τοῦ εἰς Πυθὼ, ἣ διφορεῖται Πυθών τε λεγομένη καὶ κλινομένη Πυθῶνος καὶ Πυθὼ, ὡς ἡ Σαπφὼ, ἧς δοτικὴ Πυθοῖ ὡς Σαπφοῖ. Δῆλον δὲ ὅτι τόποι Φωκίδος καὶ ἡ Πυθὼ καὶ ὁ Πανοπεὺς, περὶ οὓς ἦν ἄρχων ὁ Τιτυός. ἔοικε δὲ καὶ καλὸς εἶναι τόπος ὁ Πανοπεὺς, διὸ εὐηρέστηται τῷ ποιητῇ μὴ εὐρύχορον αὐτὸν εἰπεῖν ἀλλὰ καλλίχορον. (ῃερς. 581.) Ὅτι τὸν Τάνταλον Εὐριπίδης μὲν ἀέρι ᾐωρημένον τίνειν δίκην φησὶν ὑπὸ λίθου ἠρτημένου ὑπὲρ κεφαλῆς καὶ ἐκθροοῦντος αὐτόν. ἕτεροι δὲ τὸ Σίπυλον ὄρος αὐτῷ ἐπικατεστράφθαι φασὶ ὑπὸ Διὸς, ἐπειδὴ κύνα χρυσοῦν ἔμψυχον ἔχων αὐτὸς, ὃν ἐκ Κρήτης κλέψας Πανδάρεος ἀπὸ τεμένους Διὸς αὐτῷ παρακατέθετο, εἶτα ὑπὸ Ἑρμοῦ ἀπαιτούμενος καὶ ὀμόσας μὴ ἔχειν ἐφωράθη αὖθις ἔχων διὰ τοῦ Ἑρμοῦ. Ὅμηρος δὲἄλλως πλάττων διψᾶν φησὶν ἐν Ἅιδου ἀεὶ καὶ πεινᾶν αὐτὸν, καὶ ἅλις μὲν ἔχειν τῶν εἰς χρείαν, μὴ ἔχειν δὲ ἀπολαύειν αὐτῶν. φησὶ γὰρ ὁ παρ' αὐτῷ Ὀδυσσεὺς οὕτω· καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα, ἑσταότ' ἐν λίμνῃ. ἡ δὲ προσεπέλαζε γενείῳ. στεῦτο δὲ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσθαι. ὁσσάκι γὰρ κύψει' ὁ γέρων πιέειν μενεαίνων, τοσσάχ' ὕδωρ ἀπόλεσκεν ἀναβροχέν. ἀμφὶ δὲ ποσσὶ γαῖα μέλαινα φάνεσκε. καταζήνασκε δὲ δαίμων. δένδρεα δ' ὑψιπέτηλα κατακρῆθεν χέε καρπὸν, ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι, συκαῖ τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι, τῶν, ὁπότ' (ῃερς. 590.) ἰθύσει' ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, ἤτοι ἐφάψασθαι, τάσδ' ἄνεμος φέρεσκε ποτὶ νέφεα σκιόεντα, ἅρπυιά τις ὢν αὐτὸς οἷς ἔμελλε φαγεῖν Τάνταλος. (ῃερς. 582.) Σημείωσαι δὲ ὅτι τε τὸ ἑσταότα εὑρίσκεται γραφόμενον καὶ ἑστεότα, καὶ ὅτι περὶ αὐτοῦ καὶ τῶν κατ' αὐτὸ Ἡρακλείδης γράφει ὡς αἱ ὁμοφωνίαι τῶν ῥημάτων διαλανθάνειν ποιοῦσι καὶ θέματα καὶ κλίσεις. οἷον πολλάκις ἑνὸς παρακειμένου πολλοὶ ἐνεστῶτες εὑρίσκονται. ἑνὸς δέ φημι ἐν φωνῇ μόνῃ νοουμένου καὶ μὴ ἐν γραφῇ, καὶ μᾶλλον εἰ καὶ πνεῦμα διάφορον εἴη αὐτῷ. τοῦ γοῦν ἧκα παρακειμένου δυσὶ πνεύμασι χρωμένου εἰσὶν ἐνεστῶτες εἰ μὲν ψιλοῦται, ἔθω, οἷον ἔθων Οἰνῆος ἀλωὴν, αἴδω, οἷον αἰδομένων δ' ἀνδρῶν, αἴθω τὸ καίω, αἴσθω, ᾄδω, ἔδω τὸ ἐσθίω. δασυνομένου δὲ ἐνεστὼς ἂν γένοιτο ἥδω, καὶ ἕξω, καὶ ἕω, οὗ σύνθετον τὸ ἀφῆκα, καὶ ἥκω, ἔτι δὲ καὶ τὸ ἵημι. καὶ οὕτω μὲν παρακειμένου ἑνὸς πολλοὶ ἐνεστῶτες εὕρηνται. ἑνὸς δὲ αὖθις ἐνεστῶτος παρακείμενοι πολλοὶ, ὡς οἷον ἐπὶ τοῦ φιλῶ καὶ γηθῶ. ἐφ' ὧν εἷς μὲν παρακείμενος ὁλόκληρος πεφίληκα γεγήθηκα, δεύτερος δὲ γέγηθα πέφιλα, τρίτος παρ' Ἴωσι δίχα τοῦ κάππα, πεφίληα. γεγήθηα. οἷς φησὶ καὶ Ὅμηρος χρῆσθαι εἴωθεν ἐφ' ἑτέρων ῥημάτων, ὡς ὅτε ἐκ τοῦ τετύχηκα τετύχηα λέγει, διαπρύσιον τετυχηώς. τέταρτος δέ φησι παρακείμενος τοῦ φιλῶ, πεφίλεια, πρὸς ὃν Ὅμηρος ἔγραψε τὸ, νεκύων κατατεθνειώτων ἐκ τοῦ τέθνεια παρακειμένου. πέμπτος παρακείμενος ἐκ τοῦ πεφίλεια ὁ πεφίλεα δίχα τοῦ ἰῶτα, οὗ πρὸς ἀκολουθίαν τὸ ἑστεότ' εἰν Ἀΐδαο, ἀπὸ τῆς ἑστεώς φασι μετοχῆς τοῦ στῶ ῥήματος. πολλάκις δέ φησι ὑπαλλάττουσι καὶ ἕκτην διαφορὰν παρακειμένων ἐκ τοῦ ˉε εἰς τὸ ˉα. τὸ γοῦν ἕστεα ἕσταα λέγουσιν, ἀφ' οὗ μετοχὴ ἑσταώς. τοῦτο δέ φησιν ἢ μετάπτωσίς ἐστι τοῦ ˉε εἰς ˉα Ἰωνικῶς, ἢ τοῦ ˉη εἰς ˉα. Κατὰ δὲ τὸ ἕσταα ἑσταὼς, γίνεται καὶ δεδαὼς ἐκ παρακειμένου τοῦ δέδαα. οὕτω δὲ καὶ βεβαὼς μεμαὼς γεγαὼς καὶ ἄλλα. ἐν τούτοις δὲ ὁ αὐτὸς Ἡρακλείδης καὶ τὸ πεπαθυῖα διασαφῶν ὅπερ ἐν τοῖς ἑξῆς που κεῖται παρ' Ὁμήρῳ λέγει ὅτι τὰ ὑποτακτικὰ, ὧν αἱ μετοχαὶ εἰς ˉων ὀξύτονοι, οἷον τύχω τυχὼν εὕρω εὑρὼν, ὁμοίως τοῖς περισπωμένοις ὁριστικοῖς κατὰ τὸν παρακείμενον κλίνονται, οἷον τετύχηκα εὕρηκα, ἐξ ὧν μετοχαὶ τετυχηκὼς εὑρηκώς. οὐκοῦν καὶ τοῦ πάθω παθὼν κίνησις ὅμοια, πεπάθηκα πεπαθηκὼς, θηλυκὸν πεπαθηκυῖα, ὥσπερ δὲ λεληκηκὼς λεληκὼς, γεγηθηκὼς, γεγηθὼς Ἰωνικῇ συγκοπῇ, οὕτω καὶ πεπαθηκὼς πεπαθὼς, οὗ θηλυκὸν πεπαθυῖα. Σημείωσαι δ' ἐν τοῖς προειρημένοις τὸ ἐν φωνῇ μόνῃ καὶ μὴ ἐν γραφῇ, ὃ δηλοῖ παρακείμενον φωνούμενον μὲν ἀκολουθίᾳ κλίσεως καὶ νοήσει μόνῃ, μὴ γραφόμενον δὲ, ὡς ἄχρηστον δηλαδὴ καὶ ἀνέξοιστον, ὡς Ἡρακλείδης φησίν. (ῃερς. 580.) Ἔτι ἰστέον καὶ ὅτι λέγεται τὰ εἰρημένα πάσχειν ὁ Τάνταλος, ἐπειδὴ συνὼν θεοῖς τῶν ἀποῤῥήτων μετέδωκε τοῖς ὁμήλιξι, καὶ οὐ μόνον μυστηρίων τῶν ἐν λόγοις, ἀλλὰ καὶ ἀμβροσίας καὶ νέκταρος. τοιαῦτα δ' ἂν λέγοιτο πάσχειν καὶ ἅπας ἢ φαντασιοκόπος ὢν καὶ ἐλπίσι κεναῖς ἐφ' οἷς οὐ χρὴ βοσκόμενος, ἢ μοχθῶν μὲν ἐπὶ χρησταῖς ἐλπίσι καὶ καραδοκίᾳ κέρδους τινὸς καὶ μᾶλλον ἀγροτικώτερον, εἶτα ἐκπίπτων αὐτῶν ὅτε πρὸς τοῖς ἐλπιζομένοις γένηται καὶ πρὸ χειρῶν ἔχει τὸ ἀγαθόν. καὶ ὁ Τάνταλος δὲ τοιοῦτός τις ἂν δόξειεν εἶναι, πρὸς οὐδέν τι τέλος χρηστὸν ἀεὶ ἐλπιδοκοπούμενος. τῶν δέ γε πλασμένων ᾐωρῆσθαι αὐτὸν οὐρανοῦ μέσον καὶ γῆς οἱ μὲν αἰτίαν τῆς κολάσεως εἶπον καὶ αὐτοὶ τὴν προσεχῶς ῥηθεῖσαν, καὶ μάλιστα τὴν ἀκόλαστον γλῶσσαν, διὸ καὶ μέσος κρέμαται τῶν τε ἄνω ἀποστὰς περὶ οὓς ἠδίκησε, καὶ μηδὲ τοῖς κάτω συνὼν οὓς φιλεῖν ἔδοξεν, ὡς ἂν ἐπίσης καὶ ἀμφοτέρων στέροιτο. καὶ εἰσὶ τοιοῦτοι, ὅσοι κακῆς ὑπολήψεως ἁλόντες ὧν τε εἶχον πρῴην ἐξέπεσον, καὶ ὧν δὲ εἶχον ἐρωτικῶς. ἄλλοι δὲ φιλόσοφον γεγονότα τὸν Τάνταλον δοξάσαι εἶπον μύδρον εἶναι τὸν Ἥλιον καὶ μὴ σῶμά τι θεῖον καὶ γέμον ἀῤῥήτων δυνάμεων. ὅθεν Ἡλίου χόλῳ τιμωρεῖσθαι λίθου διηνεκεῖ καταφορᾷ, ἠρτημένου χρυσῆς καὶ ὡς εἰπεῖν ἡλιώδους ἁλύσεως Ἡλίῳ γὰρ ἡ τοῦ χρυσοῦ ὕλη ἀνάκειται, ἵνα περὶ ὃ ἔσφαλτο, ἐκεῖθεν εἴη αὐτῷ ἡ ποινὴ, ἄνωθεν δηλαδὴ καὶ διὰ ἡλιώδους ὕλης καὶ διὰ λίθου, ὃς δὴ ὁμοειδής τις τῷ μύδρῳ ἐστίν. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου κεῖται ὅτι φιλήδονος καὶ ὁ ἀρχαῖος γέγονε Τάνταλος· συνδιατρίβων γὰρ θεοῖς ἐξουσίας ἔτυχε παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ. ὁ δ' ἁπλήστως ὢν ἀπολαυστικὸς πρὸς τοῖς ἄλλοις μνείαν ἔθετο καὶ τοῦ ζῆν κατὰ θεούς. ἐφ' οἷς ἀγανακτήσας ὁ Ζεὺς τὴν μὲν εὐχὴν ἐπετέλεσε διὰ τῆς ὑποσχέσεως, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, δι' ὃν οὐ δύναται τυχεῖν οὐδενός. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ ῥηθέντος ἀερίου Ταντάλου καὶ τανταλίζεσθαι παρὰ τραγικοῖς τὸ σαλεύεσθαι καὶ σείεσθαι. ὅθεν τὸ, ταλάντοις ἐκτανταλωθεὶς παρὰ Σωπάτρῳ, σκώπτειν βούλεταί τινα ὡς ἐκ πλούτου κατασεσεισμένον εἰς νοῦν διὰ τρυφήν. καὶ παροιμία δέ φασιν ἴσως ἐκεῖθεν τὸ, Ταντάλου τάλαντα. ἐπεὶ πλούσιός ποτε ἦν, ὡς δηλοῖ φασὶ Φιλήμων, εἰπών· Κροίσω λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ. ἢ καὶ ἀπὸ τῆς τοῦ ὀνόματος φασὶν ὁμοιότητος, ὡς ἀγαθίδες ἀγαθίδων, ἢ ἀγαθίδες ἀγαθῶν. λέγουσι δὲ οἱ τοιοῦτοι ὀνόματος ὁμοιότητα τὴν ὡσανεὶ παρήχησιν τοῦ Ταντάλου καὶ τοῦ ταλάντου, ὥσπερ δὴ παρηχεῖται καὶ τὸ ἀγαθῶν ἀγαθίδες, περὶ οὗ εἴρηται ἀλλαχοῦ. ὁ δὲ τὸν Τάνταλον ὑποπτεύσας πρὸς τῇ ἄλλῃ τρυφῇ καὶ ὀπώραις χαίρειν ἀστείως ἔγραψεν ὅτι Τάνταλος οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας, εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσιὼν, καθά περ οἱ τὰ ἄλογα τῶν ζῴων θαλλοῖς ἄγοντες, τοιούτοις καρποῖς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθῃ. ὅτι δὲ καὶ φιλικώτατος ἀνθρώπων ἦν Τάνταλος ὁ Φιλόστρατος ἱστορεῖ, ἐξ οὗ καὶ παροιμιωδῶς, φησὶν, εἴρηται τὸ, ἡ Ταντάλου φιλοτησία πινέσθω. ἦν δὲ αὕτη παρ' Ἰνδοῖς πόσις ἐν ποτηρίοις μεγάλοις, ἐξ ὧν ἐκεῖνοι καθεύδειν μέλλοντες ἔπινον, κύπτοντες ἐπὶ τὰς φιάλας ὡς λέγεται. φασὶ δὲ καὶ ὑπὲρ φιλότητος τὸ ποτὸν τοῦτο εὑρῆσθαι τοῖς Ἰνδοῖς. καὶ ποιοῦνται αὐτοῦ οἰνοχόον Τάνταλον, ὡς δηλαδὴ καὶ ἐκείνου οὕτως ὁσιουμένου τὸ φιλοτήσιον, ἢ ἐν τῷ παρὰ θεοῖς εἶναι ἢ ἐν τῷ κατ' ἀνθρώπους βίῳ. Καὶ ὅρα τὸ περιώνυμον τοῦ Ταντάλου εἰ καὶ Ἰνδοῖς ἔγνωσται. εἰ δὲ καὶ τὸ Φρύγιον ὄρος ἡ Σίπυλος ἢ τὸ Σίπυλον ἐπέπεσεν αὐτῷ κατὰ Διὸς μῆνιν, ἔχει πάντως ἐντεῦθεν συγκρότησιν ἑρμηνείας τὸ τανταλωθῆναι, κείμενον παρὰ Σοφοκλεῖ ἐν τῷ, ἀντίτυπα δ' ἐπὶ γᾷ πέσε τανταλωθεὶς, ἤγουν τὸ τοῦ Ταντάλου παθών. τὸ δὲ ἦν, φασὶ, κατασεισθῆναι. μάλιστα μὲν οὖν τὸ ἄνωθεν κάτω πεσεῖν κατὰ γῆς ἀντιτύπου, ᾗ τινι πτώσει παρηκολούθησε καὶ ἐπίκρυψις ἐπικαταστραφέντος αὐτῷ τοῦ Σιπύλου, ὅπερ οὐκ ἐξανάγκης καὶ ὁ τοῦ Σοφοκλέους ἔπαθε Καπανεύς. ἐτανταλώθη γὰρ ἐκεῖνος μόνῳ τῷ τῆς πτώσεως ἀντιτύπῳ, οὐ μὴν καὶ τῷ λόγῳ τῆς ἐπικρύψεως. ὅτι δὲ φαντασία ἦν καὶ τὰ ἐπὶ Σισύφῳ ῥηθησόμενα πλάσματα, δηλοῖ ὁ Ἀλκμὰν ἐν τῷ, ὁρέοντι μὲν οὐδὲν, δοκέοντι δέ. ἔνθα ὅρα τὸ ὁρέοντι, ἐξ οὗ φαίνεται ὅτι τρισὶν ὑποπέπτωκε συζυγίαις τὸ ὁρῶ. καὶ τὸ μὲν ὁράω ὡς βοάω τέτριπται κοινότερον. ἔστι δὲ καὶ ὁρόω πολλαχοῦ. ἰδοὺ δὲ καὶ ὁρέω παρὰ Ἀλκμᾶνι, οὗ μετοχὴ ὁρέων. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 582.) Τὸ δὲ προσέπλαζεν ἐκ τοῦ προσπελάζειν συγκέκοπται. ὁμώνυμον οὖν ἐντεῦθεν τὸ πλάζειν, τὸ μὲν ἀντὶ τοῦ πελάζειν, τὸ δὲ ἀντὶ τοῦ πλανᾶν. (ῃερς. 583.) Τὸ δὲ στεῦτο ἀντὶ τοῦ ἵστατο, χρησαμένου φασὶ τοῦ διασκευαστοῦ τῇ λέξει παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ. ἐν Ἰλιάδι γὰρ στεῦταί τι ἔπος ἐρεῖν Ἕκτωρ, ἀντὶ τοῦ ὑπισχνεῖται, διαβεβαιοῦται, ἢ φαίνεται. ἔστι δὲ ὅμως καὶ τούτου θεραπεία ἐκ τοῦ ποιητοῦ, παρ' ᾧ ἐν Ἰλιάδι κεῖται τὸ στέωμεν ἀντὶ τοῦ σταθμῶμεν. ὅθεν ὡς εἰκὸς στέετο καὶ πλεονασμῷ στεύετο, καὶ συγκοπῇ στεῦτο. Τὸ δὲ διψάων ἐνταῦθα μὲν κυριολεκτεῖται, παρ' ἄλλοις δὲ καὶ αὐτὸ καὶ τὰ κατ' αὐτὸ ἰσχυρὰν ἐπιθυμίαν μεταφορικῶς δηλοῦσιν, οἷον ἐν τῷ, ἰσχύειν κελεύω χεῖρα διψῶσαν φόνου. καὶ ἐν τῷ, διψῶ ὑμῖν χαρίσασθαι, καὶ ἐν τῷ, ὅταν οἶμαι δημοκρατουμένη πόλις, ὃ δὴ Πλάτων φησὶν, ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχοι καὶ ποῤῥωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ. ἐκ τοῦ τοιούτου διψᾶν καὶ πολυδίψιον κατά τινας Ἄργος, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸ πολυπόθητον. (ῃερς. 584.) Ἐν δὲ τῷ, κύψει' ὁ γέρων καὶ ἰθύσει' ὁ γέρων, ἠθικῶς τὸ γέρων παρείληπται ὡς ἐν οἴκτῳ. (ῃερς. 585.) Τὸ δὲ ἀναβροχὲν ἀντὶ τοῦ ἐῤῥοφήθη, κατὰ ὀνοματοποιίαν καὶ μίμησιν ἤχου. τραχύτερον δὲ αὐτοῦ τὸ ἀναβροχθὲν, ἐξ οὗ καὶ ὁ βρόχος καὶ τὸ βροχίζειν, ὡς καὶ τὸ ῥοχθεῖν τραχυφωνότερον τοῦ ῥοθεῖν. τινὲς δὲ καὶ διὰ τοῦ ˉυ γράφουσιν ἀναβρυχὲν καθ' ὁμοιότητα τοῦ βέβρυχεν. Ἰστέον δὲ καὶ ὅτι ἐπείπερ ἡ ἀνˉα πρόθεσις κωλύειν δοκεῖ νοεῖν τὸ ἀναβροχὲν ἀντὶ τοῦ καταποθὲν, ἐπάγει πρὸςἑρμηνείαν τὸ, ἀμφὶ δὲ ποσσὶ γαῖα φαίνεσκε, καὶ ἔτι μᾶλλον τὸ, καταζήνασκε δὲ δαίμων, τουτέστιν οὐχ' ἁπλῶς γῆ ἐφαίνετο ἀλλὰ καὶ ξηρὰ, ὥστε ἐν τῷ ὕδωρ ἀναβροχὲν περιττὴ κεῖται ἡ πρόθεσις. οὕτω γάρ ἐστιν ἀναπιεῖν εἰπεῖν τὸ καταπιεῖν. ἴσως δὲ καὶ διὰ τὸ πολλάκις τὴν τοιαύτην βρόξιν γίνεσθαι ἐῤῥέθη τὸ ἀναβροχέν. κεῖται γὰρ μυριαχοῦ ἡ ἀνˉα πρόθεσις ἐπὶ τοῦ πάλιν καὶ πάλιν τὸ αὐτὸ γίνεσθαι. (ῃερς. 586.) Τοῦ δὲ ἀζήνασκε πρωτότυπον μὲν ἄζω. παράγωγον δὲ ἀπ' αὐτοῦ τὸ ἀζαίνω. ἀφ' οὗ κατὰ δευτέραν παραγωγὴν τὸ ἀζηνάσκω, λέξις μόνοις ποιηταῖς χρήσιμος. Κατακρῆθεν δὲ, ὡς καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ κατακάρηθεν ἤτοι κατὰ κεφαλῆς. (ῃερς. 587.) Τὸ δὲ χέε καρπὸν δαψίλειαν ὀπώρας δηλοῖ, ὄμβρου δίκην γινομένης ὑπὲρ κεφαλῆς τοῦ Ταντάλου. (ῃερς. 588.) Τὸ δὲ ὄγχναι καὶ ῥοιαὶ καὶ ἐφεξῆς οἱ δύο στίχοι ἐν τοῖς περὶ Φαιάκων ἐγράφησαν. (ῃερς. 590.) Τὸ δὲ ἰθύσει' δηλοῖ μὲν τὸ ὁρμήσει' παραχθὲν ἐκ τοῦ ἰθύω τὸ ὁρμῶ. ἐκτείνει δὲ τὴν ἄρχουσαν. γίνεται δὲ ἀπ' αὐτοῦ τὸ ἰθὺς καὶ τὸ ἰθὺ ἐπιῤῥήματα. Ἰστέον δὲ καὶ ὡς πολλὴ διαφορὰ κήπου Ἀδώνιδος καὶ δένδρων Ταντάλου. διὸ τοῦτο μὲν παροιμιακῶς ἐπὶ τῶν ἀκερδῶν τίθεται, ἐκεῖνο δὲ ἐπὶ τῶν ἀκάρπων καὶ ὠκυμόρων. κῆποι γὰρ Ἀδώνιδος φυτάρια ταχὺ ἀναθάλλοντα ἔσω χύτρας ἢ ἀῤῥίχου, καὶ ὅλως κοφίνου τινὸς, καὶ αὐτίκα ῥιπτούμενα κατὰ θαλάσσης καὶ ἀφανιζόμενα καθ' ὁμοιότητά τινα τοῦ κατὰ τὸν ὠκύμορον Ἄδωνιν θανάτου, ὃς ἀνθήσας νεοτήσιον ταχὺ ἀπήνθησε, καταβληθεὶς ὑπὸ Ἄρεος κατὰ τὸν μῦθον. γυναῖκες δὲ τοὺς τοιούτους τημελοῦσαι κήπους ὡσίουν ἐπιταφίους Ἀδώνιδι. (ῃερς. 592.) Ὅτι ὁ Σίσυφος, περὶ οὗ καὶ ἡ Ἰλιὰς δηλοῖ, θανὼν κατὰ μῦθον καὶ δόλῳ αὖθις ἀναβιοὺς οὐκ ἤθελε κάτω ἐλθεῖν, καθὰ συνέθετο, εἰ μὴ βαθὺ γῆρας λαβὸν αὐτὸν κατήγαγεν, ὅθεν κόλασιν εὗρεν ἐν Ἅιδου. διὸ καὶ φαντάζεται αὐτὸν Ὀδυσσεὺς ἐκεῖ κρατερὰ ἄλγεα ἔχοντα λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν, ἤτοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον. ἀλλ' ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε κραταιῒς αὖθις, ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. αὐτὰρ ὅγε ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ' ἱδρὼς ἔῤῥεεν ἐκ μελέων. κονίη δ' ἐκ κρατὸς ὀρώρει. πολλὰ δὲ τῶν τοιούτων ἐπῶν ἁρμόσοι ἂν καματηρῷ καὶ ἐπιμόχθῳ ἀνδρὶ, ὁποῖός τις ἔοικεν εἶναι καὶ ὁ Σίσυφος, ἀνὴρ φαινόμενος ἐγχειρεῖν μὲν ἀεὶ μοχθηραῖς πράξεσι καὶ ὡς οἷον εἰπεῖν ἀναγωγοῖς, μὴ ἀνύειν δὲ τὰ ἐγχειρούμενα διὰ τὸ δυσκατέργαστον, καὶ θέλει μὲν εἶναι μεγαλουργὸς, μὴ ἔχειν δὲ τοῦ τοιούτου τέλους τυχεῖν, ἀλλὰ πονεῖν ἄπρακτα. διὸ καὶ φαντασίαν τοιαύτην ἐν Ἅιδου πέμπει τῷ βλέποντι. ὅτι δὲ κλεπτίστατος ἦν ἀνθρώπων καὶ ὅτι βασιλικὸς ἀνὴρ καὶ ὡς διαβάλλεται Ὀδυσσεὺς ἐξ αὐτοῦ εἶναι, διὸ καὶ Σισυφίδην αὐτὸν ὁ παρὰ τῷ Σοφοκλεῖ χορὸς καλεῖ εἰ καὶ Λαερτιάδης λέγεται, πολλαχοῦ δηλοῦται. ὁ δὲ θάνατος αὐτοῦ καὶ ἡ αὖθις ἀναβίωσις κρύψιν τινὰ δηλοῖ τοῦ ἀνδρὸς δολερὰν καὶ ἀνδρὶ κλέπτῃ πρέπουσαν, καθὰ καὶ Ζάμολξις κατάγαιον φασὶν οἴκημα πεποιηκὼς, ὡς καὶ Πυθαγόρας, καὶ ἀφανισθεὶς ἐκ Θρᾳκῶν αἰφνίδιος τετάρτῳ ἔτει ἐφάνη, καὶ οἱ Θρᾷκες αὐτῷ πάντα τὰ κατ' αὐτοὺς ἐπίστευσαν, ὅτε καὶ ἦν εἰκὸς λογίσασθαι καὶ αὐτὸν τὸ Σοφόκλειον καὶ εἰπεῖν· τί γάρ με λυπεῖ τοῦθ' ὅταν λόγοισι θανὼν ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; εἰκὸς δὲ καὶ νόσῳ θανασίμῳ κάτοχον γεγονότα τὸν Σίσυφον, εἶτα δὴ ἀνασφήλαντα φήμην πέμψαι, ὡς ἐξ Ἅιδου πέφευγε. δῆλον δὲ καὶ ὅτι Δωρικὸν ἅμα καὶ Αἰολικὸν ὄνομα τὸ Σίσυφος. σιοὺς μὲν γὰρ οἱ Δωριεῖς φασὶ τοὺς θεοὺς, ὡς καὶ ὁ κωμικὸς δηλοῖ ἐν τῷ, ναὶ τὼ σιὼ, ἀντὶ τοῦ νὴ τοὺς θεοὺς ἢ τὰς θεάς. σύφος δὲ ὁ σοφὸς παρὰ Αἰολεῦσιν. ὅθεν Σίσυφος ὁ θεόσοφος. καὶ εἰκὸς Κορινθίων διαλέκτου εἶναι τὴν λέξιν, παρ' οἷς δωρίζουσιν ἦρχεν ὁ Σίσυφος. ὡς δὲ οἱ Δωριεῖς ἔχαιρον καὶ αἰολίζοντες, δηλοῖ Πίνδαρος ἀναμὶξ οὕτω ποιῶν, ἤτοι καὶ Δωρικῶς γράφων καὶ Αἰολικῶς. ὡς δὲ καὶ τὸν θάνατον ὁ Σίσυφος ἔδησεν, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Τοῦ δὲ εἰρημένου σιοῦ παράγωγον καὶ ὁ θίασος, καθὰ δηλοῖ ὁ δειπνοσοφιστὴς, λέγων, ὅτι ἔρανοι εἰσὶ κατὰ τοὺς πολλοὺς αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ, ἀπὸ τοῦ συνερᾶσθαί φησι καὶ συμφέρειν ἕκαστον. ἐκαλοῦντο δὲ καὶ θίασοι. καὶ οἱ συνιόντες ἐπὶ τὰ τοιαῦτα ἐρανισταὶ καὶ συνθιασῶται. ἐκαλεῖτο δέ φησι θίασος καὶ ὁ τῷ Διονύσῳ παρεπόμενος ὄχλος ἀπὸ τοῦ θεοῦ ὃν σιὸν ἐκάλουν οἱ Λάκωνες. οὐκοῦν σίασος καὶ τροπῇ θίασος, καθὰ καὶ ὁ βρυχησμὸς ὡς μαχησμὸς, καὶ τροπῇ ὁμοίᾳ βρυχηθμός. οὕτω δὲ καὶ ὠρύω ὠρυσμὸς, ὡς ῥύω καὶ ξύω ῥυσμὸς καὶ ξυσμὸς, καὶ μεταβολῇ ὁμοίᾳ τοῦ ˉσ εἰς ˉθ ὠρυθμὸς παρὰ Κοΐντῳ. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ συνερᾶσθαι καινὸν ὄν. καὶ ἴσως ἀπ' αὐτοῦ γίνεται κατ' ἔννοιαν ἐναντίαν τὸ ἐξερᾶν, οὗ πλείων χρῆσις, ἔτι δὲ καὶ τὸ συμφέρειν γλυκέως ῥηθὲν καὶ δηλοῦν τὸ συνάγειν, ὅπερ ἐπὶ βαστάγματος συνδιαφέρειν λέγεται. ἀφ' οὗ τροπικῶς εἴρηται τὸ, συνδιαφέρει ὁ δεῖνα τῷ δεῖνι τὴν ἀρχήν. ἔτι ὅρα καὶ τὸ, αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ, ὅ πέρ ἐστι περίφρασις τοῦ, αἱ συμβολαὶ, αἱ συμποσιακαὶ δηλαδὴ, ὧν δήλωσις καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ τέθειται. (ῃερς. 598.) Τὸ δὲ λᾶαν βαστάζειν καὶ τὸ ὠθεῖν ἐοίκασιν ἀντικειμένως ἔχειν. βαστάζεται μὲν γὰρ τὸ φερόμενον, ὠθεῖται δὲ τὸ ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω βιαζόμενον. πῶς οὖν τὸν αὐτὸν λίθον καὶ βαστάζει καὶ ὠθεῖ ὁ Τάνταλος; ἔστι δὲ εἰπεῖν ὡς ἴσως εἰς μὲν τὸν λόφον ὤθει, ὅτε δὲ κατακυλισθεὶς ὁ λίθος ἀπεστράφη πέδονδε, τότε βαστάζων αὐτὸν ἕως τῶν ποδῶν τοῦ λόφου εἶτα πάλιν ὤθει ἄνω. (ῃερς. 594.) Τὸ δὲ σκηρίπτεσθαι, ἀφ' οὗ συγκοπὲν τὸ σκήπτεσθαι ποιεῖ τὸ σκῆπτρον καὶ τὸ σκηπάνιον, ἀντέρεισιν δηλοῖ. (ῃερς. 595.) Τὸ δὲ λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον, ἐπαινεῖται χάριν τῆς συνθήκης. ἐμφαίνει γὰρ τὴν δυσχέρειαν τοῦ τῆς ὠθήσεως ἔργου τῇ τῶν φωνηέντων ἐπαλληλίᾳ, δι' ὧν ὀγκούντων τὸ στόμα οὐκ ἐᾶται τρέχειν ὁ λόγος, ἀλλ' ὀκνηρὰ βαίνει συνεξομοιούμενος τῇ ἐργῳδίᾳ τοῦ ἄνω ὠθεῖν. (ῃερς. 597.) ἀμέλει τὸ, ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδὴς ἀχάσμητον ὂν καὶ διατοῦτο οἷον τροχαστικὸν τῇ φράσει, τὸ εὐπετὲς δηλοῖ τῆς τοῦ λίθου καταφορᾶς. Λᾶας δὲ οὐ μόνον λίθος ἐνταῦθά τε καὶ ἀλλαχόθι μυριαχοῦ κλινόμενος λάαος καὶ κατὰ κράσιν λᾶος, ἀλλὰ καὶ Ἤλιδος ἐπίνειον κατὰ τοὺς παλαιοὺς, οὗ μέμνηται καὶ Λυκόφρων κατὰ κράσιν ἐν τῷ· καὶ Λᾶν περήσεις. Λόφος δὲ δῆλον ὡς οὐ μόνον γῆς ὕψος, ἀλλὰ καὶ μέρος ποτὲ τραχήλου ζωϊκοῦ, ἐξ οὗ καὶ καταλοφάδια, ὡς καὶ προεδηλώθη, ἀντὶ τοῦ κατὰ τοῦ τραχήλου. ὅθεν καὶ λωφῆσαι φασὶ κυρίως τὸ ἀποθέσθαι ἄχθος τὸ ἐπὶ τῷ τραχήλῳ, ἐκταθείσης δηλαδὴ τῆς ἀρχούσης, ὡς καὶ ἐν Ἰλιάδι γέγραπται. (ῃερς. 596.) Ἄκρον δὲ ὑπερβαλεῖν τὸ ὑπὲρ ἄκρον λόφον ῥῖψαι τὸν λίθον, τουτέστιν ἐπὶ τὸ ἐκεῖθεν μέρος τοῦ λόφου. καὶ ἔστιν ἡ μεταφορὰ ἐκ τῶν ἀκοντιζόντων καὶ τῶν τοιούτων, οἳ κατ' ἐπίτασιν βολῆς ὑπερβάλλουσι τὸν σκοπόν. Τὸ δὲ κραταιῒς, ἐπίῤῥημά ἐστιν ἀντὶ τοῦ κραταιῶς. ἀναλογεῖ δὲ τῷ λικριφὶς καὶ τοῖς τοιούτοις. γράφεται δὲ καὶ ἐν δυσὶ λέξεσι, κραταῖ' ἲς, ἤγουν ἡ κραταιὰ ἰσχὺς τοῦ λίθου. εἰ δὲ ἶνα λέγει ἐπὶ λίθου ποιητικώτερον, καινὸν οὐδὲν, εἴγε καὶ ἀναιδῆ τὸν τοιοῦτον λέγει, ἐκ τῶν ἐμψύχων καὶ τοῦτο μεταγαγών. εἰ δὲ τὸ μακρὸν ˉα τοῦ κραταιὰ ἐξεθλίβη, καινὸν οὐδὲ αὐτὸ τάγε εἰς ποίησιν. ἐνθυμητέον γὰρ ἐνταῦθα δίχα μυρίων ἄλλων καὶ τὸ, ἐὰν χρεῖ' ᾖ, ἤγουν εἰ χρεία ὑπάρχει. Ἰστέον δὲ καὶ ὅτι ὁ τὴν Ὀδύσσειαν παραφράσας καλὸς ῥήτωρ τὸ κραταῖ' ἲς οὐ φιλεῖ, ἐθέλει δὲ ἢ κραταιῒς γράφειν ἢ γοῦν ἀλλὰ κραταῒς ὥς τινα τῶν ἀντιγράφων φέρει. γράφει γὰρ οὕτως. Ὁ Σίσυφος ἐώθει πρὸς τὸν ὦμον πέτρον μέγαν καὶ ἐμβριθῆ, χαλεπωτάτην δὴ καὶ οὗτος αὖ συμφορὰν διαντλῶν. κυλινδεῖν γὰρ ἦν ἀνάγκη αὐτῷ πρός τινα ὄρθιον καὶ ὑψηλὴν λόφου ἄκραν τὸν λίθον. καὶ ἐποίει τοῦτο τοῖς ποσὶ καὶ ταῖς χερσὶ γλίσχρως καὶ χαλεπῶς ἀντιλαμβανόμενος, ὡς δὴ ὑπερκυλίσων τῆς ἄκρας εἰς τὸ ἐπίκεινα, ὁπότε δὲ ἐγγυτάτω γένοιτο τῇ ἐλπίδι κατειργάσασθαι τοῦτο, δαίμων τις ἰσχυρὸς ὀνόματι Κραταῒς ὑποφέρεσθαι ἐποίει κάτω τὴν πέτραν ἀποστρέψασα. (ῃερς. 598.) Τὸ δὲ τιταινόμενος σχῆμα ὠθοῦντος δηλοῖ, ὃς χεῖράς τε καὶ πόδας τιταίνει βιαζόμενος τὸ ὠθούμενον. (ῃερς. 597.) Ὅρα δὲ φανερὰν καὶ ἐνταῦθα διαφορὰν τοῦ κυλίειν καὶ τοῦ ὠθεῖν. ὠθεῖται μὲν γὰρ λίθος κάτωθεν ἄνω, κυλίνδεται δὲ ἀνάπαλιν. (ῃερς. 598.) ὁ δὲ καταῤῥέων ἱδρὼς φάντασμα καὶ αὐτὸς καὶ οὐκ αὐτόχρημα ἱδρώς. (ῃερς. 600.) Ὅτι ἐκ τοῦ γνωρίμου Ἀγαμέμνονος Ὀδυσσεὺς ἀρξάμενος λαλεῖν τὰ περὶ ἡρώων εἰς τὸν ἀνδρειότατον Ἡρακλέα παύει τὸν λόγον, ὃν καὶ σκιαγραφεῖ ἐν Ἅιδου δεινὸν, καὶ κατ' αὐτὸ τοῦτο ἐοικότα νυκτὶ, καὶ δεινὸν παπταίνοντα, καὶ τόξον ἔχοντα γυμνὸν, ὡς καὶ δοκεῖν βαλεῖν ἂν, καὶ τελαμῶνι χρώμενον, ὃς τῷ Ἡρακλεῖ συνεξηγρίωτο οἷς ἔφερε δεινοῖς ποικίλμασιν, ἵνα φαντάζοιτο καὶ αὐτὸς καθ' ἣν ἐν ζῶσιν εἶχε σμερδαλεότητα. διαβάλλουσι δὲ καὶ τὸν τοιοῦτον τόπον οἱ ὁμηρομάστιγες διὰ τὸ εἰπεῖν τὸν ποιητὴν ὅτι τε τὴν Ἥβην ἔχει τὸν Διὸς καὶ Ἥρας θυγατέρα κατὰ τὸν μῦθον, καὶ ὅτι εἴδωλον μὲν αὐτοῦ ἐν Ἅιδου, αὐτὸς δὲ σὺν θεοῖς ἄνω τέρπεται, καὶ ὅτι ὁπλοφορεῖ, ὡς ἐῤῥέθη, καὶ ὅτι αὐτίκα ἰδὼν τὸν Ὀδυσσέα λαλεῖ πρινὴ πιεῖν αἵματος. ἀλλὰ τοῦτο μὲν λυθείη ἂν διὰ τοῦ νοηθῆναι ὡς κατὰ τὸ σιωπώμενον ἔπιε. πρὸς δὲ τὰ ἄλλα ὅσα φασὶν ἐκεῖνοι, ὅτι δηλαδὴ οὐκ ἂν πιθανῶς λέγοι τὴν Ἥβην Ἡρακλέος γυναῖκα ἣν ὁ μῦθος θεοῖς φησὶ παρθένον οὖσαν οἰνοχοεῖν, καὶ πῶς οἷόν τε τὸν αὐτὸν ἐν Ἅιδου τε εἶναικαὶ ἐν οὐρανῷ, καὶ ὡς οὐδὲ πιθανὸν οὐδὲ τὸ τοιαύτην ἔχειν σκευήν. καὶ τοιαῦτά τινα ἐγχειροῦσιν ἕτεροι λυτικῶς ὡς αὐτοὶ ἐθέλουσι. Σημειοῦνται δὲ οἱ παλαιοὶ, ὅτι τε διάφοροι Ἡρακλεῖς, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ὧν εἷς καὶ ὁ Διὸς καὶ Ἀστερίας, ὅς φασι πορευόμενος εἰς Λιβύην ἀνῃρέθη μὲν ὑπὸ Τυφῶνος, Ἰολάου δ' αὐτῷ προσενεγκόντος ὄρτυγα ὀσφρανθεὶς ἀνεβίω. ἔχαιρε γάρ φασι καὶ περιὼν τῷ ζῴῳ τούτῳ, καὶ ὅτι ἐνταῦθα μόνον παρὰ τῷ ποιητῇ θεὸς Ἡρακλῆς πέπλασται. παραπηγνύουσι δὲ τῷ εἰρημένῳ περὶ ὄρτυγος λόγῳ, ὅτι καὶ ὀρτύγιον λέγεται παρὰ τοῖς κωμικοῖς ὑποκοριστικῶς, οὗ χρῆσις τὸ, τίσυον ποιεῖν δύνασαι ὀρτυγίου ψυχὴν ἔχων. φράζει δὲ τὸν περὶ Ἡρακλέος τόπον ὁ ποιητὴς οὕτω, εἰσενόησα βίην Ἡρακληείην, εἴδωλον, αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι τέρπεται ἐν θαλίῃς. καὶ ἔχει καλλίσφυρον Ἥβην παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου. ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὣς, (ῃερς. 605.) πάντοσε ἀτυζομένων ἤτοι ταρασσομένων, ὁ δ' ἐρεμνῇ νυκτὶ ἐοικὼς, γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῇφιν ὀϊστὸν, δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικὼς, σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ, χρύσεος ἦν τελαμὼν, ἵνα θέσκελα ἔργα τέτυκτο. ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες, ὑσμῖναί τε μάχαι τε, φόνοι τ' ἀνδροκτασίαι τε. (ῃερς. 612.) εἶτα ἐπισημαινόμενος καινόν τι καὶ ἐπιτυχὲς χρῆμα τὸν ἀορτῆρα εἶναι φησί· (ῃερς. 613.) μὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο, ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ, τουτέστιν, ὃς ἐκεῖνον τὸν τελαμῶνα ἐποίησε, τοῦτο γάρ ἐστι περιφραστικῶς τὸ, ἑῇ ἐγκάτθετο τέχνῃ, ἐκεῖνος τεχνήσαιτο ἤτοι ἐτεχνήσατο αὐτὸν, μὴ τεχνησάμενος μήδ' ἄλλο τι, τουτέστιν οὐδὲν ἄλλο διὰ βίου ποιήσας ἔργον ἀλλ' ἢ μόνον ἐκεῖνον, ἢ καὶ ἄλλως, οὐδὲν ἕτερον τοιοῦτον ἔργον τεχνησάμενος. ὡς εἴτις φασὶν εἴποι ὅτι Φειδίας ποιήσας τὸν Δία τοιοῦτον οὐδὲν ἄλλο τῇ ἑαυτοῦ τέχνῃ ἐγκατέθετο. Ἕτεροι δὲ τὸν λόγον εἰς ἀρᾶς δεξάμενοι σχῆμα φασὶν ὡς μὴ γένοιτο τῷ τεχνησαμένῳ τὸν τελαμῶνα ἐκεῖνον ἄλλο τι τεχνήσασθαι, ὃς οὕτω σμερδαλέον καὶ φοβοποιὸν πρᾶγμα ἐσκεύασεν, ἢ μᾶλλον, μὴ ὁ τεχνησάμενος ποιήσοι τι ἕτερον ἔργον, ὃς περὶ ἕνα μόνον ἐκεῖνον τὴν τέχνην ἀνάλωσε καὶ οὐ πολλοὺς τοιούτους ἀσχοληθεὶς ἐτεχνήσατο. καὶ ἔστι τὸ μὴ τεχνησάμενος μήδ' ἄλλο τι τεχνήσαιτο περιττότητα ἔχον τοῦ ἑνὸς ἀπαγορευτικοῦ ἐπιῤῥήματος. ἤρκει γὰρ εἰπεῖν, μὴ τεχνησάμενος ἄλλο τι, ἢ τεχνησάμενος μήδ' ἄλλο τι. ὁ δὲ, τὴν ἄκραν ἐμφαίνων ἀπαγόρευσιν, ἐδίπλασε τὸ μˉη καθ' ὁμοιότητα τοῦ, οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς, καὶ τῶν τοιούτων. τινὲς δὲ τὸν τοιοῦτον στίχον δυσσὶ κόμμασι μερίσαντες τὸ μὲν πρῶτον ἐλλειπτικῶς νοοῦσι, τὸ δὲ δεύτερον ἐντελῶς, ἵνα ᾖ, μὴ τεχνησάμενος εἴη, μήδ' ἄλλο τι τεχνήσαιτο. καὶ ἔστιν ὅμοιον τῷ, μὴ μνηστεύσαντες μήδ' ἄλλοθ' ὁμιλήσαντες. καὶ ἐκεῖνο γάρ τινες τοιῶσδε εἶπον, μὴ μνηστεύσαντες εἶεν καὶ ἑξῆς. (ῃερς. 600.) Σημείωσαι δὲ ὅτι ἐν μὲν τοῖς ἄλλοις ἅπασιν ἡρωϊκοῖς προσώποις τοῖς ἀπὸ τοῦ ἰδεῖν ἐχρᾶτο ῥήμασιν ὁ ποιητὴς, οἷον· τὰς δεῖνα ἴδον, ἢ εἰσεῖδον, ὁμοίως καὶ τοὺς δεῖνα, ἐπὶ δέ γε Ἡρακλέος καὶ Ὠρίωνος τὸ εἰσενόησα εἶπε. καὶ ὅτι καθὰ περὶ τὸν Ἀγαμέμνονα ψυχαὶ ἄλλαι ἀγειγέρατο ὅσαι ἅμα αὐτῷ ἔθανον, καὶ τῷ πελωρίῳ δὲ Ὠρίωνι θῆρες οὓς αὐτὸς κατέπεφνε, οὕτω καὶ περὶ τὸν Ἡρακλέα, τρόπον μέντοι ἄλλον, θῆρες φαίνονται, οὐ παρ' αὐτοῦ πεσόντες, ἀλλὰ τῷ παρ' αὐτῷ τελαμῶνι σκιαστικῶς ἐμφαινόμενοι. (ῃερς. 605.) Καὶ ὅτι τὸ, ἐρεμνῇ νυκτὶ ἐοικὼς καὶ ἑξῆς ἕως τοῦ, βαλέοντι ἐοικὼς, χρήσιμον εἰς τὸν ἀπειλούμενον ἀτέλεστα, καθὰ καὶ τὸ τοῦ Ἡρακλέος ἐν Ἅιδου εἴδωλον οὐκ εἶχε βλάπτειν εἰ καὶ βαλέοντι ἐῴκει. σπαταλῶντα δέ τινα δηλοῖ τὸ, αὐτὸς δὲ τέρπεται ἐν θαλίαις καὶ ἔχει καλλίσφυρον Ἥβην. (ῃερς.

Intertext edge

Open linked passage

Note