Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
575.1.1
) Ἰστέον δὲ ὅτι τὸ, οὐδὲ δίκαιοι, ἑρμηνεία ἐστὶ τοῦ ἄγριοι. ἄλλως γὰρ οὐκ εἰκὸς ἀγρίους ἀνθρώπους εἶναι κατὰ τὰ ἄλογα. (ῃερς. 577.) Τὸ δὲ ὀδύρεσθαι ἔνδοθι θυμῷ, οὐ στεναγμὸν δηλοῖ μόνον ἀλλὰ καὶ ἁπλῶς λύπην βαθεῖαν ἐνδιάθετον. (ῃερς. 579.) Περὶ δὲ τοῦ ἐπεκλώσαντο, ἐῤῥέθη πολλαχοῦ ἔνθα καὶ περὶ ἀτράκτου μοιρῶν καὶ νήματος καὶ τοῖς κατ' αὐτὸ εἰλήσεως. Ὁ δὲ οἶτος τῶν Δαναῶν καὶ τῶν Ἰλιέων ὅς ἐστι καὶ τοῖς ἐσομένοις ἀοιδὴ τὴν Ὁμηρικὴν Ἰλιάδαἰνίττεται. (ῃερς. 581.) Ὅτι συγγενικά τινα ἐκθέσθαι βουληθεὶς ὁ ποιητὴς ὀνόματα ὃ δὴ πραγματεία τῶν τισὶ
575.2.1
Ὅμηρον γέγονε, πλάττει τὸν Ἀλκίνοον ἐρωτῶντα οὕτως. ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρό. ἐσθλὸς ἐὼν γαμβρὸς ἢ πενθερὸς οἵ τε μάλιστα κήδιστοι τελέθουσι μεθ' αἷμά τε καὶ γένος αὐτῶν. ἤ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδὼς ἐσθλός. (ῃερς. 585.) εἶτα ἐπάγει γνωμικόν. ἐπεὶ, οὐ μέν τι κασιγνήτοιο χερείων γίνεται ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ. (ῃερς. 581.) Καὶ ὅρα ὅτι ἄγαν ἐπαινεῖ τὴν καθαρὰν φιλίαν εἴγε μὴ χερείονα κασιγνήτου τὸν ἐσθλὸν φίλον φησί. Σημείωσαι δὲ ὅτι περὶ πηοῦ καὶ ἑταίρου ἐρωτήσας ὁ βασιλεὺς οὐκ ἐσίγησεν οὐδὲ τοὺς καθ' αἷμα, εἰπών. μεθ' αἷμά τε καὶ γένος αὐτῶν. οἱονεὶ λέγων ὡς εἴπερ πηοῦ μέμνημαι καὶ ἑταίρου, πολλῷ πρότερον περὶ συγγενοῦς ἐρωτῶ. τούτου δὲ ἐνδεικτικὸν καὶ τὸ, ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο. ὁ γὰρ καˉι σύνδεσμος δευτερεύειν δηλοῖ τὸν πηὸν τοῦ ἐξ αἵματος γένους. Τῶν δὲ ῥηθεισῶν οἰκειοτήτων τοιαύτη τις κατὰ τὸν ποιητὴν ἡ διαίρεσις. τῶν δι' οὓς λυπούμεθα, οἱ μὲν πηοί εἰσι τουτέστιν ἀγχισταὶ καὶ κλητοὶ συγγενεῖς παρὰ τὸ πῶ τὸ κτῶμαι. ὧν κήδιστοι γαμβρὸς καὶ πενθερός. οἱ δὲ φύσει συγγενεῖς. καὶ τούτων οἱ μὲν αἷμα ὡς οἱ παῖδες, οἱ δὲ ἁπλῶς γένος ὡς ἀδελφοὶ αὐτανέψιοι. ἀνεψιοί. εἰσὶ δέ τινες καὶ οὐδέτερον τούτοιν, τουτέστιν οὔτε πηοὶ οὔτε συγγενεῖς, ἀλλ' ἑταῖροι. μάλιστα δὲ ἄλλως εἰπεῖν, τοιαύτη ἡ τοῦ ποιητοῦ ἐνταῦθα διαίρεσις. τῶν δι' οὓς λυπούμεθα, οἱ μὲν, γνήσιοι. τουτέστι τοῦ ἡμετέρου γένους. οἱ δὲ, οὔ. τῶν δὲ πρὸς γένους, οἱ μέν, αἷμα. οἱ δὲ, γένος ὀνόματι γενικῷ. τῶν δ' αὖ μὴ τοιούτων οἱ μὲν πηοί, οἱ δὲ ἑταῖροι. Καὶ ὅρα ὅτι φανερῶς ἐνταῦθα πηὸν ἔφη τὸν ἐπίκτητον συγγενῆ ὁποῖος καὶ ὁ πενθερὸς καὶ ὁ γαμβρός. οἳ ἐσθλοὶ ἐόντες κήδιστοι ἂν εἶεν μετὰ τὸ αἷμα καὶ τὸ γένος. ὡς τοῦ αἵματος καὶ τοῦ γένους προτιμητέων μᾶλλον ὄντων. Ἐκ δὲ τοῦ κήδεσθαι οὐ μόνον κήδιστοι, ἀλλὰ καὶ κηδεσταὶ οἱ τοιοῦτοι πηοὶ λέγονται. (ῃερς. 584.) Ἐσθλὸν δὲ ὑπογράφει ἑταῖρον τὸν κεχαρισμένα εἰδότα καὶ ὃς ἂν πεπνυμένα εἰδῇ, ὃν οὐδὲ τίθησι μετὰ κασίγνητον ὥσπερ ὁ ἐσθλὸς πηὸς καθ' αἷμα καὶ γένος κήδιστόςἐστιν, ἀλλ' εἰς ἶσον ἄγει κασιγνήτῳ, εἴγε μὴ χερείων αὐτοῦ ἐστίν. (ῃερς. 582.) Ἰστέον δὲ καὶ ὅτι φαίνεται ὁ βασιλεὺς ἀποσεμνύνων ἐν τοῖς ἀγχιστεῦσι καὶ τὸν γαμβρὸν, ἐπεί περ φθάσας εὔξατο γαμβρὸν αὐτοῦ κληθῆναι τὸν Ὀδυσσέα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ι. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἀρχὴ τῶν Ὀδυσσέως διηγημάτων. ἐν οἷς φησὶν πεπολεμηκέναι τοῖς Κίκοσιν καὶ πρὸς τοὺς Λωτοφάγους παραγενέσθαι καὶ πρὸς τὸν Κύκλωπα Πολύφημον πορευθῆναι καὶ τοῦτον, φαγόντα ἓξ ἤδη αὐτοῦ ἑταίρους, ἐκτυφλῶσαι. ΟΔΥΣΣΕΙΑΣ Ι. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι γνωριστικὴ τῆς ἰῶτα ῥαψῳδίας ταύτης ἐπιγραφὴ, τό. τὰ περὶ Κίκονας καὶ Λωτοφάγους καὶ Κύκλωπας περὶ ὧν ἐν τῷ παρόντι γράμματι ἀφηγήσεται Ὀδυσσεὺς, ταμιευσόμενος ἐφεξῆς τὰ λοιπὰ τῆς κατ' αὐτὸν πλάνης. (ῃερς. 3.) Ὅτι προκληθεὶς Ὀδυσσεὺς εἰς μακρὰν ἀφήγησιν πρῶτα μὲν κατά τινα προοιμιακὴν ἔννοιαν λέγει τὸ καὶ περὶ Φημίου προγραφέν. ὡς καλόν ἐστιν ἀκούειν ἀοιδοῦ τοιοῦδε, οἷος καὶ ὁ Δημόδοκος θεοῖς ἐναλίγκιος αὐδήν. (ῃερς. 5.) εἶτα αἰτίαν τούτου ἀποδιδοὺς ἐπάγει τὰ ἐφεξῆς γνωμικώτερον. καὶ ἐπεί περ ἡδυπαθοῦσιν οἱ Φαίακες καὶ πρὸς φιληδονίαν ἐπτόηνται καὶ πρὸς τὸ ἀπολαυστικὸν ἀπονεύουσι, συντρέχει αὐτοῖς τῷ λόγῳ. καὶ καλὸν εἶναι κατασκευάζει ἀκούειν τοῦ ἀοιδοῦ Δημοδόκου, οὐ διότι μουσοτραφὴς ὁ ἀνήρ, οὐδ' ὅτι πολυΐστωρ, οὐδ' ὅτι ἡδυμελής, ἀλλὰ διατί; οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι ὅτ' εὐφροσύνη μὲν ἔχει κατὰ δῆμον ἅπαντα. δαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουάζονται ἀοιδοῦ, ἥμενοι ἑξείης. παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν. μέθυ δ' ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος, φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι. (ῃερς. 11.) τοῦτο τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. Καὶ ὅρα ὅτι τοῦτο μὲν, κάλλιστον ὑπερθετικῶς ἔφη. (ῃερς. 5.) τὸ μέντοι ἀκούειν ἀοιδοῦ τοιοῦδε καλὸν ἁπλῶς ἔφη. καὶ ὅτι ἐντεῦθεν Ἐπίκουρος καὶ οἱ κατ' αὐτὸν λαβόντες τέλος τῶν πρακτέων εἶπον εἶναι τὴν ἡδονήν. καὶ ὅτι ὁ ποιητὴς οὐχ' ἁπλῶς τέλος οὐδὲ τέλος ἄριστον εἶπεν εἶναι τὰ ῥηθέντα, ἀλλὰ τέλος χαριέστερον συμποσικωτέρᾳ ταύτῃ λέξει χρησάμενος ἀναλόγως οἷς ἐξέθετο. ὧν τέλος τὸ καθ' ἡδονὴν χαρίεν. Ὅρα δὲ ὅτι Ἀλκινόου φθάσαντος εἰπεῖν ὡς ἀεὶ δαῒς ἡμῖν φίλη, Ὀδυσσεὺς κολακεύων καιρίως καὶ προσοχὴν μεθοδεύων, ἐφ' οἷς ἀδολεσχῆσαι μέλλει, τοῖς τε ἄλλοις τοῦ βασιλέως λόγοις παραποιήσας συνέδραμε, καὶ τὴν γενικὴν λέξιν (ῃερς. 9.) τῆς δαιτὸς εἰς σῖτον καὶ κρέα καὶ μέθυ διέλυσε, τάχα που δοκῶν καὶ αὐτὸς ἐπαινεῖν Ἀλκαίου τὸ, οἴνῳ πνεύμονα τέγγε. καὶ Ἀντιφάνους ἀπορίαν, τὸ δὲ ζῆν εἰπέ μοι τί ἐστιν; ἧς λύσις, τὸ πίνειν φῆμ' ἐγώ. καὶ παρῳδίαν ἐκείνην ἐκ τῶν τοῦ Σοφοκλέους. ὁρᾷς παρὰ ῥείθροισι χειμάῤῥοις ὅσα δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται. τὰ δ' ἀντιτείνονθ' οἱονεὶ δίψαν τινὰ ἢ ξηρασίαν ἔχοντ', αὐτόπρεπον ἀπόλλυται; ὃ δὴ μεθύσῳ ἀνδρὶ ἐπιπρέπει, ἐφιεμένῳ Φαιακικῶς οἴνῳ αἰεὶ ὑποβρέχεσθαι. (ῃερς. 6.) Ἰστέον δὲ ὅτι τὸ, ὅτ' εὐφροσύνη ἔχει κατὰ δῆμον ἅπαντα, μεταγράφων Ἐρατοσθένης οὕτω λέγεται γράψαι. ὅτ' εὐφροσύνη μὲν ἔχει κακότητος ἁπάσης. κακότητα λέγων τὴν ἀφροσύνην, ἧς δοκοῦσι στέρεσθαι Φαίακες. ἀδύνατον γάρ φησι μὴ φρονίμους εἶναι αὐτοὺς, οἳ καθ' Ὅμηρον μάλα φίλοι εἰσὶ θεοῖς. ἔοικε δέ φασιν ἐκ τῆς Φαιακικῆς ἡδυπαθείας Ἐπίκουρος ὁ καὶ προγραφεὶς παρατρυφῆσαι τὸ δοξάσαι τ' ἀγαθὸν τὴν ἡδονήν, καὶ νομίσαι μὴ εἶναι ταύτην ἔχειν ἑτέρωθεν ὅτι μὴ ἐκ τοῦ ζῆν παγκάλως. καὶ μὴν ἐκεῖνος μὲν δοκεῖ πως ἐκθεραπεύειν τὸ ἄτοπον, δοξάζων καὶ ὡς τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ, εἰ δὲ μή γε, χαίρειν ἐατέον. οἱ δέ γε περὶ ἐκεῖνον ἀχρειοῦσι διασαφοῦντες τὴν δόξαν ἐν τῷ λέγειν ἄλλα τέ τινα καὶ ὡς ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή. καὶ τὰ σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν. Τὸ δὲ κατὰδῆμον ἅπαντα δυσχέρειαν καὶ τοῦ τοιούτου βίου δηλοῖ, ὡς μὴ δυνατὸν ὂν πάντας εὐφραίνεσθαι. (ῃερς. 7.) Τὸ δὲ ἀκουάζονται ὅμοιον τῷ μιγάζονται. ἄμφω γὰρ παρῆκται τὸ μὲν ἐκ τοῦ ἀκούω, τὸ δὲ ἐκ τοῦ μίγω. (ῃερς. 8.) Τὸ δὲ ἥμενοι ἑξείης εὐταξίαν ὀφείλεσθαι καὶ τοῖς συμποσίοις δηλοῖ. δι' ἣν καὶ οἱ τραπεζονόμοι ἐπενοήθησαν παρὰ τοῖς παλαιοῖς. (ῃερς. 11.) Τὸ δὲ ἐνὶ φρεσὶν εἴδεται εἶναι, ἄριστα καὶ αὐτὸ κεῖται. καθὰ καὶ τὸ, οὐ γὰρ ἔγωγέ τι φημί. μερικεύει γὰρ ὡς ἐν δισταγμῷ τὴν ἀπόφανσιν, ὡς ἂν μὴ δοκοίη καθηγητὴς εἶναι καθόλου τρυφῆς καὶ τέλος τῶν ἐν βίῳ λέγων τὴν ἡδονήν. ὃ δή τινες ἐπέσκωψαν τῷ ποιητῇ. ἀληθῶς γὰρ συσχηματίζεται τοῖς ἀκροαταῖς Φαίαξιν εἰς καιρὸν ὁ δεινὸς καὶ πολύτλας φιλόσοφος Ὀδυσσεὺς, καὶ τὰ ἐν ποσὶν ἐπαινεῖ κερδαλέως ἑαυτῷ, ὡς ἂν ἐλεεινὸς εἴη καὶ φίλος τοῖς ξεινοδόκοις καὶ μὴ προφέρηται αὐτοῖς ἐναντιότητα, καὶ οὕτως ἑαυτοῦ πάντα κολούῃ καθάπερ αὐτὸς οὐ πρὸ πολλῶν ἔφη. Σημείωσαι δὲ καὶ ὅτι, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, εὐδοκιμεῖν φαίνεται καὶ ἐν ἐπιγραμμάτων ποιήσει πρὸς τῶν ἄλλων Ὅμηρος. οὐ μόνον γοῦν ἐκεῖ ἐπίγραμμα ἐξεφώνησεν ἐν τῷ, ἀνδρὸς μὲν τόδε σῆμα κατατεθνειῶτος καὶ ἑξῆς, ἀλλὰ καὶ ἑτέροις ἐνδέδωκε λαβὰς ἐπιγραμμάτων ποιήσεως. Ἀναξήνορος γοῦν τοῦ Μάγνητος γραπτή τίς φασιν ἦν εἰκὼν ἔχουσα εἰς ἀοιδόν τινα ἐπίγραμμα τὰ ἐνταῦθα ἐπιφωνηθέντα τῷ ἀοιδῷ ἔπη. ἤγουν τὸ, ἤτοι μὲν τόδε καλὸν ἀκούεμεν ἐστὶν ἀοιδοῦ τοιοῦδε οἷος ὅδ' ἐστὶ θεοῖς ἐναλίγκιος αὐδήν. ὅ τε φασὶ διὰ τὴν στενοχωρίαν τοῦ ὑποκειμένου πίνακος γράψας ὁ τεχνίτης, θεοῖς ἐναλίγκιος αὐδὴ, γέλων ὤφλησε τοῖς ἀναγινώσκουσιν. (ῃερς. 12.) Ἰστέον δὲ ὅτι οὐ μάτην ὁ ποιητὴς παρέῤῥιψε τὰ τοῦ Ὀδυσσέως ῥήματα, ἀλλ' εἰς προοιμιακήν τινα ἔννοιαν ἐξ ὑπολήψεως οὖσαν τῆς κατὰ τοὺς Φαίακας, ἵνα λέγῃ ὅτι καλὸν μὲν ἥδεσθαι τῇ τε δαιτὶ καὶ οἷς ὁ Δημόδοκος ᾄδει, σὺ δὲ ὦ βασιλεῦ ἐθέλεις παραμίξαι με τοῖς ἡδέσι τὰ λυπηρὰ, διηγούμενον τὰ κατ' ἐμὲ πολλὰ κήδεα, καὶ ὅμως ἐρῶ. Ὅτι τῷ πολλὰ οἰκεῖα λυπηρὰ καταλέξοντι ἐξ ἐρωτήσεως ἁρμόζον ἔστιν εἰπεῖν τὸ, σοὶ δ' ἐμὰ κήδεα θυμὸς ἐπετράπετο τουτέστιν ἐπέτρεψε στονόεντα εἴρεσθαι ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. τί πρῶτόν τοι ἔπειτα τί δ' ὑστάτιον καταλέξω, κήδεα ἐπεί μοι πολλὰ δῶκε θεός; (ῃερς. 13.) Ἰστέον δὲ ὅτι εἰ καὶ τὰ λυποῦντα κουφίζει τὴν ψυχὴν ἐκφαινόμενα, ἀλλὰ τοῦτο μὲν ὕστερον γίνεται, ἐν δὲ τῷ λέγεσθαι, μεγάλα λυπεῖ, ὡς δηλοῖ τὸ, ὄφρα μᾶλλον ὀδυρόμενος στεναχίζω. Ὅτι καθὰ Διομήδης ἐν μέσῳ Ἄργει ξένος ἦν τῷ Λυκίῳ Γλαύκῳ, οὕτω καὶ Ὀδυσσεὺςεἴπερ φύγῃ νηλεὲς ἦμαρ, ξεῖνος ἔσται τῷ Ἀλκινόῳ καὶ ἀπόπροθι δώματα ναίων. πλὴν ἐνταῦθα μὲν αὐτοπρόσωπος ἐντυχία τὴν ξενίαν ἤγαγεν. ἐκεῖ δὲ, πατρώϊοι ξένοι ἀλλήλοις, ὁ Διομήδης καὶ ὁ Γλαῦκος. (ῃερς. 18.) Τὸ δὲ ἀπόπροθι δώματα ναίων, εὐφραίνοι ἂν τὸν βασιλέα, ὡς ἤδη πείσαντα τὸν ξένον μακρὰν τῆς τῶν Φαιάκων γῆς εἶναι τὴν Ἰθάκην ὡς καὶ ὑποκαταβὰς πάλιν ἐρεῖ Ὀδυσσεύς. (ῃερς. 19.) Ὅτι Ὀδυσσεὺς διηγούμενος, ὡς ἠρωτήθη τὰ καθ' ἑαυτὸν, φησίν. εἶμ' Ὀδυσσεὺς Λαερτιάδης, ὃς πᾶσιδόλοισιν ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. ναιετάω δ' Ἰθάκην εὐδείελον. ἐν δ' ὄρος αὐτῇ Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές. ἀμφὶ δὲ νῆσοι πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι. Δουλίχιόν τε, Σάμη τε, καὶ ὑλήεσσα Ζάκυνθος. αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται πρὸς ζόφον, αἱ δέ τ' ἄνευθε πρὸς ἠῶ τ' ἠέλιόν τε, τρηχεῖα, ἀλλ' ἀγαθὴ κουροτρόφος. οὔτι ἔγωγε ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. (ῃερς. 29.) εἶτα ἐξάγων τῆς τοῦ βασιλέως ψυχῆς τὴν ἐλπίδα τοῦ γαμβρὸν σχεῖν τὸν Ὀδυσσέα, καὶ εἰπὼν ὡς ἔρυκε μὲν αὐτὸν καὶ ἡ Καλυψὼ αὐτόθι. κατερήτυε δὲ καὶ Κίρκη Αἰαίη, δολόεσσα, λιλαιομένη πόσιν εἶναι, οὔποτε δὲ τὸν αὐτοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, (ῃερς.