Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
57.1.1
) Ὅτι τὸ παππάζειν ὅπερ ἐν Ἰλιάδι κεῖται, ἐκ τοῦ ἐνταῦθα ῥηθέντος πρὸς τὸν πατέρα Ἀλκίνοον ὑπὸ τῆς θυγατρὸς, παρῆκται. φησὶ γὰρ ἐκείνη οὕτω ἀφελῶς. πάππα φίλε. οὐκ ἂν δή μοι ἐφοπλίσειας ἀπήνην ὑψηλὴν εὔκυκλον ἵνα κλυτὰ εἵματ' ἄγωμαι ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; ἔστι δὲ ὁ πάππας, συγγενικὴ λέξις, προσφωνουμένη ἐκ παιδὸς πρὸς πατέρα ὡς ἐν Ἰλιάδι καλῶς γέγραπται. Τὸ δὲ ἐφοπλίσειας, γράφεται καὶ ἐφοπλίσειαν. δμῶες γὰρ μετ' ὀλίγα κελευσθέντες ὡς καὶ προεγράφη, ὁπλέουσι τὴν ἅμαξαν. ἔστι δὲ ἀστειότερον κατὰ ἀφέλειαν νεωτερικὴν, τὸ ἐφοπλίσειας. ὅθεν ὁ γέρων πατὴρ διορθούμενος τὸ ἀφελὲς, ἐρεῖ ὅτι δμῶες ἐφοπλίσειαν ἀπήνην, οὐ μὴν ἐγὼ δηλαδή. (ῃερς. 58.) Τὸ δὲ εἵματ' ἄγεσθαι, ταυτὸν τῷ, ἐσθῆτα φέρειν. ὅπερ καὶ ἐν τῇ ἐφεξῆς ῥαψῳδίᾳ καὶ μετ' ὀλίγα δὲ, κεῖται. καὶ ἔστιν ὅμοιον ἐσθῆτα ἑνικῶς προσηγορικῷ λόγῳ εἰπεῖν, καὶ εἵματα πληθυντικῶς, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Σημείωσαι δὲ ὅτι τε παθητικῶς ἔφη τὸ ἄγωμαι, καὶ ὅτι ἀντὶ τοῦ φέρω δοκεῖ αὐτὸ εἰπεῖν ὡς ἐπὶ ἐμψύχων. πλὴν ὅσον οὐκ αὐτὴ ἀλλ' ἡ ἅμαξα φέρει τὰ εἵματα. (ῃερς. 59.) Τὸ δὲ ῥερυπωμένα, κοινότερον ἐῤῥέθη. τὸ γὰρ Ἀττικὸν ἐῤῥυπωμένα. προετιμήθη δὲ τὸ κοινὸν, ἵνα μὴ χωλὸν ἀθεράπευτον διὰ τοῦ Ἀττικισμοῦ τὸ ἔπος γένηται. ὅλως γὰρ, οὐκ ἔστιν ἐν δακτυλικῷ μέτρῳ ἢ τὸ ἐῤῥυπῶσθαι εἰπεῖν, ἢ τὰς ἀπὸ τοῦ τοιούτου παρακειμένου κινήσεις, διὰ τὸ παρασπίζεσθαι τὴν ῥˉυ βραχεῖαν συλλαβὴν, ἑκατέρωθεν μακραῖς λέξεσι. δῆλον δὲ ὅτι Ἀττικοὶ μὲν, εὐφωνίας στοχάζονται ἐν τῷ, ἐῤῥητορευκὼς καὶ ἐῤῥηγμένος καὶ ἐῤῥυπωμένος. Ὅμηρος δ' ἐνταῦθα, τῆς καλλιφωνίας τὴν κανονικὴν ὀρθότητα προέκρινε, ῥερυπωμένα εἵματα εἰπών. αἱ γὰρ δύο ἄρχουσαι λέξεις τοῦ ἐῤῥυπωμένα, ποδιζόμεναι μετὰ τῆς μοˉι ἀντωνυμίας τῆς ὄπισθεν αὐτῶν κειμένης, ἢ ἀμφίβραχυν ἐποίησαν ἂν λόγῳ κοινῆς συλλαβῆς ἄδεκτον Ὁμηρικῷ μέτρῳ, ἢ παλιμβακχεῖον ἀκάθαρτον ὥς φασιν οἱ παλαιοὶ, ὅπέρ ἐστιν ἀθεράπευτον ὡς μὴ οἷόν τε συμβιβασθῆναι μέτρῳ ἡρωϊκῷ. ἔστι δὲ παλιμβακχεῖος ἢ προπαροξυτόνως παλιμβάκχειος, πεντάχρονος ποὺς, ἐκ δύο μακρῶν καὶ βραχείας. οἷον Ἥφαιστος. ἀνάπαλιν ἔχων τῷ βακχείῳ, πενταχρόνῳ ὄντι ἐκ βραχείας καὶ δύο μακρῶν. οἷον νοήμων. ἔχοντι τὴν κλῆσιν, ἀπὸ τοῦ Βάκχου Διονύσου. ᾧ ὕμνους ἐκ τοιούτου μέτρου ᾖδον οἱ διθυραμβοποιοί. (ῃερς. 60.) Ὅτι κοσμίῳ ἀνδρὶ προσρηθήσεται τὸ, καὶ δέ σοι αὐτῷ ἔοικε, μετὰ πρώτοισιν ἐόντα βουλὰς βουλεύειν, καθαρὰ χροῒ εἵματ' ἔχοντα. ὅ ἐστι μὴ ῥερυπωμένα. διὸ ἀκολούθως ἀλλαχοῦ κεῖται τὸ, κάθηρε δὲ ῥύπα. ὅ ἐστι τὰ ἐῤῥυπωμένα. ἵνα εἶεν καθαρὰ εἵματα καὶ νεόπλυτα δὲ, ἅτις καθήρειε. Τὸ δὲ μετὰ πρώτοισιν ἐόντα, γράφεται καὶ ἐόντι κατὰ πτῶσιν δοτικήν. καὶ εἰσὶ καὶ ἄμφω ἀσολοίκιστα. τό, τε εἰπεῖν ἔοικέ σοι πρώτῳ ὄντι βουλεύειν. καὶ, ἔοικε βουλεύειν σε πρῶτον ἐόντα. τὸ γὰρ βουλεύειν, εἰσαγωγόν ἐστι πτώσεως αἰτιατικῆς. (ῃερς. 61.) Τὸ δὲ βουλὰς βουλεύειν, Ἀττικόν ἐστιν ὡς καὶ τὸ ξείνους ξενίζειν. καὶ ἕτερα μυρία. (ῃερς. 63.) Ὅτι τοὺς ἠϊθέους διαστέλλει καὶ ἐνταῦθα πρὸς τοὺς ὀπυίοντας, εἰπών. οἱ δύο ὀπυίοντες. τρεῖς δ' ἠΐθεοι θαλέθοντες. ὡς εἶναι ἠΐθεον, τὸν μήπω γάμῳ ἐκδοθέντα. Ὅρα δὲ ὡς θαλέθοντας εἶπε τοὺς ἠϊθέους. οἱ γὰρ ὀπυίοντες, ἤδη που φθίνουσι. διὸ καὶ τῶν τις παλαιῶν, φίλον χθὲς μὲν ἄζυγα σήμερον δὲ γυναικὶ ἐκδοθέντα οἰκτισάμενος, οἴμοι ἔφη, χθὲς ἔζη, ὡς δῆθεν σήμερον τεθνεώς. (ῃερς. 65.) Ὅτι τρυφῆς δηλωτικὸν τὸ, ἠΐθεοι θαλέθοντες. οἳ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ' ἔχοντες ἐς χορὸν ἔρχεσθαι. περὶ τῶν Ἀλκινόου δὲ πέντε φίλων υἱῶν ὁ λόγος. Ἔνθα ὅρα ἐν μὲν Ἰλιάδι, τοὺς υἱοὺς ὁ Πρίαμος ἡρωϊκὰ φρονῶν, μέμφεται ὡς χοροιτυπίαις ἀρίστους. ἐνταῦθα δὲ παρὰ τῷ Φαίακι βασιλεῖ ἐπεὶ ἄλλα παρ' ἄλλοις καλὰ, ἐπαινοῦνται οἱ παῖδες ὡς αἰεὶ χορεύειν ἐθέλοντες. καὶ αὐτὸς ἀκούων ἀνέχεται. τρυφηταὶ γὰρ οἱ Φαίακες καὶ οὐ κατὰ τοὺς Τρῶας ἀρειμάνιοι. (ῃερς. 66.) Ὅτι σώφρονος παρθένου ἦθος δηλοῖ τὸ, αἴδετο γὰρ θαλερὸν γάμονἐξονομῆναι πατρὶ φίλῳ. Ναυσικάα δὲ ἡ τοῦτο ποιοῦσα. ἣ τὴν μὲν δι' ὀνείρου ὑποτεθεῖσαν πλύσιν τῶν ἱματίων, ἐξέφῃνε. τὸ δὲ σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἐσίγησε κατὰ λόγον αἰδοῦς. ὁ μέντοι πατὴρ, πάντα ἐνόει φησί. διὸ καὶ πεισθεὶς, λέγει. οὔτε τοι ἡμιόνων φθονέω τέκος, οὔτε τευ ἄλλου. ὥστε δηλαδὴ οὐδὲ γάμου ὃν σὺ αἰδουμένη σεσίγηκας. οὐχ' ἁπλῶς δὲ οὕτω, τὰ περὶ γάμου παραῤῥιπτεῖ ὁ ποιητὴς, ἀλλὰ πρὸς πιθανότητα τῶν ἐς ὕστερον, ἔνθα καὶ ἡ κόρη εὔξεται, τὸν Ὀδυσσέα σχεῖν ἄνδρα καὶ ὁ πατὴρ δὲ Ἀλκίνοος γαμβρὸν αὐτὸν εὐτυχῆσαι, διὰ τὸ ὡραίαν δηλαδὴ γάμου τὴν παῖδα εἶναι. ταῦτα δὲ, φίλον τὸν Ὀδυσσέα τοῖς βασιλεῦσι ποιεῖ, ὅπερ αὐτὸς εὔξατο. καὶ οὕτω πιθανολογεῖται τὰ εἰς αὐτὸν ἐκ τῶν Φαιάκων ἀγαθά. (ῃερς. 74.) Ὅτι ἐν τῷ, κούρη δ' ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινὴν, ἐσθῆτα λέγει κατὰ τρόπον προσηγορίας τὰ πολλὰ ἱμάτια ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. καὶ ἔστιν ἡ τούτου χρῆσις πολλὴ ἐν τοῖς κατὰ τὴν Ναυσικάαν. ἔστι δὲ τοιαύτη ἐσθὴς, ὡς μὲν ἓν ἀνθ' ἑνὸς εἰπεῖν, εἵματα κατὰ τὸν ποιητήν. ἄλλως δὲ κατὰ τὸν αὐτὸν, ζῶστρα καὶ πέπλοι καὶ ῥήγεα. Ἐσθῆτα δέ φασι φαεινὴν λέγει, τὴν φύσει τοιαύτην. ἄλλως γὰρ, ἐῤῥύπωτο. εἰκὸς δὲ, καὶ τὴν λεπτὴν οὕτω λέγεσθαι. ὡς δὲ ἡ ἐσθῆς καὶ τὸ ἔσθος τὰ ψιλούμενα, ἐκ τοῦ δασυνομένου ἕω γίνεται ἀφ' οὗ καὶ τὰ εἵματα δασυνόμενα λόγῳ ἄλλῳ καὶ αὐτὰ ὁμοίως τῷ θήματι, δῆλον ἐκ τῶν παλαιῶν. (ῃερς. 76.) Ὅτι ἐφόδια τρυφερὰ ἤτοι δείπνου λαμπροῦ παρασκευὴ φράζεται ἐν τῷ, μήτηρ δ' ἐν κίστῃ ἐτίθει μενοεικέα ἐδωδὴν παντοίην. ἐν δ' ὄψα τίθει. ἐν δ' οἶνον ἔχευεν ἀσκῷ ἐν αἰγείῳ. δῶκε δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, εἵως χυτλώσαιτο σὺν ταῖς δεῖνα. κίστη δὲ παρ' Ἀττικοῖς, ἐδεσματοθήκη, ὡς ἑρμηνεύουσιν οἱ παλαιοί. καὶ σώζεται μέχρι νῦν ἡ τοιαύτη λέξις παρὰ πολλοῖς. οὐκ ἄποθεν δέ φασιν ἐστὶ τοῦ ἐγκεῖσθαί τι ἐν αὐτῇ, τουτέστιν, ἔοικεν ἡ λέξις ἐτυμολογεῖσθαι παρὰ τὸ κεῖσθαι. (ῃερς. 77.) Τὸ δὲ ἐδωδὴν παντοίην, ποικιλίαν ἄρτων δηλοῖ καὶ τοιούτων τινῶν. τὰ γὰρ ὄψα, ἰδίᾳ ἐκπεφώνηται. (ῃερς. 78.) Αἴγειον δὲ ἀσκὸν κἀνταῦθα, παρατετηρημένως εἶπεν. ὡς τοιούτου δεξιοῦ ὄντος εἰς οἴνου ὑποδοχήν. (ῃερς. 79.) Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀσκοῦ φέρεται παροιμία τὸ, ἀσκῷ φλαυρίζεις. οἷον. κενῷ σώματι φλυαρεῖς. Λήκυθος δὲ, ἀγγεῖον ἐλαιοδόχον, παρὰ τὸ ἔλαιον κεύθειν. ἵνα ᾖ ἐλαιόκυθός τις. Ὅτι δὲ ἡ λήκυθος καὶ ὄλπη λέγεται, φέρει χρῆσιν Ἀθήναιος ἐξ Ἀχαιοῦ γλαφυροῦ φησι ποιητοῦ. λέγων καὶ ὅτι λήκυθοι καὶ ἐκ τιμίας ἐγένοντο ὕλης. οἷον. στέφανοι καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν. δοκεῖ δὲ ἡ ῥηθεῖσα ὄλπη γίνεσθαι, παρὰ τὸ ἔλαιον πεπάσθαι ἤγουν κεκτῆσθαι. Ἔλαιον δὲ ὑγρὸν οὐ μόνον ὡς χαλαστικὸν καὶ ὑγροποιὸν καὶ διατηροῦν τὸ ἀλιφὲν σῶμα ἐν ὑγρότητι ὡς μὴ σκελετεύεσθαι, ἀλλὰ καὶ ὅτι οὐκ ἀποκρυσταλοῦται τῷ ψύχει διὰ τὴν ἐν αὐτῷ ποιότητα οὐ μὴν ἁπλῶς ὑγρότητα. εἰ δὲ τὸ ἔλαιον ᾧ χρῆται ἡ βασιλικὴ νεᾶνις ἔχει τι ξενίζον, οὐκ ἔστιν ἀποφῄνασθαι σταθερῶς. ἴσως γὰρ ὕστερον τὰ τοιαῦτα ἐπενοήθη. ὧν πολυειδῶν ὄντων, ἐγίνετό τι καὶ ἐξ ἀκάνθης. ὡς δηλοῖ ὁ γράψας τὸ, ἐν Καρμανίᾳ ἱστορεῖ Κτησίας, ἔλαιον γίνεσθαι ἀκάνθινον, ᾧ χρῆσθαι τὸν βασιλέα. Ὅτι δὲ ὥσπερ σπηλαίου καὶ προσκεφαλαίου καὶ τυχαίου ὑποκοριστικὰ σπηλάδιον προσκεφαλάδιον τυχάδιον οὕτω καὶ ἐλαίου ἐλάδιον, δηλοῦσιν οἱ τεχνικοί. κεῖται οὖν παρὰ τῷ δειπνοσοφιστῇ, ἐλαδίου κοτύλη. (ῃερς. 80.) Τὸ δὲ εἵως χυτλώσαιτο, ἀντὶ τοῦ ὅπως μετὰ λουτρὸν χυλωθείη ἀλειψαμένη. ἐντεῦθεν δὲ καὶ χύτλα ἁπλῶς τὰ λουτρὰ πλεονασμῷ τοῦ ˉτ. κοινῶς γὰρ μέχρι καὶ τῶν ἄρτι, χυλοῦσθαι, τὸ ἐξ ὑετῶν τυχὸν ὑγραίνεσθαι. καὶ ὁλόχυλος, ὁ λίαν τοῦτο παθών. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι χύτλα, τὸ μεθ' ὕδατος ἔλαιον, ὅθεν τὸ χυτλώσασθαι. Ὅρα δὲ τὸ εἵως κἀνταῦθα, γενόμενον πλεονασμῷ τοῦ ˉε καὶ ἐπενθέσει τοῦ ˉι. τὸ γὰρ ἁπλοῦν ἐστιν, ὡς χυτλώσαιτο. (ῃερς. 82.) Ὅτι τὸν τῶν ἡμιόνων ἐν τῷ συντόνως κινεῖσθαι ἦχον, εἰς καναχὴν ὀνοματοποιεῖ, φησὶ γάρ. μάστιξε δ' ἐλάαν, καναχὴ δ' ἦν ἡμιονοῖϊν. αἵ δ' ἄμοτον τανύοντο. τουτέστιν εὐτόνως ἐκινοῦντο. (ῃερς. 83.) Ἄμοτον δὲ ὅτι τὸ ἐντελὲς κυρίως καὶ πληρέστατον ἐκ μεταφορᾶς σωμάτων ἢ τραυμάτων μὴ δεομένων μότου, καὶ ἐν ἄλλοις ἐῤῥέθη. (ῃερς.