Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
) Ὅτι καλὸν εἰς ἐγκώμιον τὸ, τόσα εἶπες ὅσ' ἂν πεπνυμένος ἀνὴρ εἴπῃ καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη. Καὶ ὅρα ὡς ἀντὶ τοῦ εἰπεῖν καὶ γέρων, εἶπε περιφράσας τὸ, καὶ ὃς προγενέστερος εἴη. πρὸς Πεισίστρατον δὲ ὁ λόγος. ὃς ἔφη τὲ μὴ χρῆναι δακρύειν ἐπιδόρπια, καὶ ἔρεξε πρῶτος αὐτὸ τοῦτο, παύσας αὐτίκα τὸ δάκρυον. εἰ δὲ καὶ πατέρα ἔχει ἀγαθὸν ὁ ἐπαινούμενος καὶ ἑτέρους ἀξιεπαίνους υἱοὺς, προσαρμόσει καὶ τὰ ἐφεξῆς. τοίου γὰρ καὶ πατρός. ὃ καὶ πεπνυμένα βάζεις. ῥεῖα δ' ἀρίγνωτος γόνος ᾧ θεὸς ὄλβον ἐπικλώσει γαμέον τί τε γεινομένῳ τε. ὡς νῦν τῷ δεῖνι ἔδωκεν οἷον τῷ Νέστορι διαμπερὲς ἤματα πάντα. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, υἱέας αὖ, πινύτους τε καὶ ἔγχεσιν εἶναι ἀρίστους. ἤγουν φρονίμους τὲ καὶ ἀνδρείους. (ῃερς. 6.) Ἰστέον δὲ ὅτι τὸ, τοίου, γὰρ πατρὸς, οἱ γλωσσογράφοι, ἀντὶ τοῦ ἀγαθοῦ φασιν ὡς τὰ παλαιὰ σχόλια λέγει. (ῃερς. 8.) Τὸ δὲ γαμέοντί τε γεινομένῳ τε, τὸ πεπρωμένον παραλαλεῖ. διά τε τὰ γενεθλιακὰ, καὶ τὴν μετὰ τὸν γάμον ζωήν. καὶ ἔστι πρωθύστερον. πρῶτον γάρ τις γεννηθεὶς, εἶτα εἰς γάμον ἥκει. κρεῖττον δὲ κατὰ τοὺς παλαιοὺς, νοεῖν τὸ, γεινομένῳ, ἀντὶ τοῦ γεννῶντι. τεκνοποιοῦντι. περὶ τούτου γὰρ καὶ ὁ λόγος. τέως γε μὴν, οὐ δὲ τῷ γαμέοντι, ἐστέρηται τῆς τοιαύτης ἐννοίας. Τὸ δὲ ἀρίγνωτος γόνος, γράφεται καὶ ἀρίγνωτον γένος. (ῃερς. 9.) Τοῦ δὲ διαμπερὲς, ἑρμηνεία τὸ ἤματα πάντα. ἵνα χρονικῶς δηλοῖ, τὸ μέχρι πέρατος καὶ δι' ὅλου βίου. ἄλλως δὲ, καὶ σωματικῶς λέγεται τὸ διαμπερές. οὕτω γάρ τις διαμπερές που βέβληται. Τὸ δὲ ἤματα ψιλοῦται, οὐ μόνον ὡς ἀπὸ τροχαϊκοῦ τοῦ ἦμαρ, ἀλλὰ καὶ πρὸς διαστολὴν τοῦ ἤματα τὰ ἀκοντίσματα. (ῃερς. 210.) Εἰς δὲ τὸ λιπαρῶς γηράσκειν ἐξ οὗ καὶ γῆρας λιπαρὸν, συμβάλλεταί τι καὶ τὸ, λιπαροὺς πόδας. καὶ τὸ, λιπαρὸν κρήδεμνον. ἔστι δὲ λιπαρῶς γηράσκειν, τὸ εὐδαιμόνως καὶ ὡς ἄν τις εἴπῃ, τρυφερῶς. ἀνενδεῶς. ὡς ἐκ μεταφορᾶς τῶν λιπώντων ζῴων. καὶ ἄλλως δὲ λιπαρῶς γηράσκει, ὁ ἐκ γενετῆς ὄλβιος. ὃ ἐδηλώθη πρὸ βραχέων ἐν τῷ, ὄλβον ἐπικλώσει γεινομένῳ. καθά περ τὸ υἱοὺς ἔχειν πινυτοὺς καὶ ἔγχεσιν ἀρίστους, ὄλβος ἐστὶ τῷ γάμῳ ἐπικλωσθείς. ὃ καὶ αὐτὸ δεδήλωται ὁμοίως ἐν τῷ, ὄλβον ἐπικλώσει γαμέοντι. (ῃερς. 8.) Ὅρα δὲ ὅτι τὲ τὸν κατ' ἀνθρώπους βίον εἰς δύο διεῖλεν ἐν τῷ, γαμέοντί τε γεινομένῳ τε. ἤγουν εἰς ἀγαμίαν τὴν μετὰ γέννησιν καὶ εἰς τὸν μετὰ ταῦτα γάμον. καὶ ὡς ἄλλην τινὰ βίου ἀρχὴν τὰ μετὰ τὸν γάμον νοεῖ. καὶ ὅτι καλῶς εἶπεν ὁ Μενέλαος ὡς Νέστορι δῶκε θεὸς ἃ λέγει δοθῆναι μετὰ γάμον. αὐτῷ γὰρ τῷ Μενελάῳ γενομένῳ μὲν, ἐπεκλώσθη ὄλβος, οὐ μὴν καὶ γαμέοντι εἴγε μετὰ γάμον ἕως ἄρτι κακῶς πάσχει. (ῃερς. 212.) Ὅτι ἐπὶ κωλύσεως κλαυθμοῦ ἐπιδορπίου, καίριον εἰπεῖν τὸ, ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν ὃς πρὶν ἐτύχθη. δόρπου δ' ἐξαῦτις μνησώμεθα. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται. (ῃερς. 213.) Ὅτι δοκοῦσιν οἱ παλαιοὶ, καὶ μετὰ κλαυθμὸν ἀπονίπτεσθαι εἰς ἀποτροπιασμόν τινα. οἱ γοῦν βασιλικοὶ ξένοι ἐνταῦθα καίτοι νιψάμενοι πρὸ ὀλίγων, πάλιν ἐπὶ τῷ κλαυθμῷ ποιοῦσι τοῦτο. φησὶ γοῦν ὁ Νεστορίδης. Χερσί δ' ἐφ' ὕδωρ χευάντων, ἤτοι χεάτωσαν Ἀττικῶς. οὐ μὲν δὲ ἀλλὰ καὶ ἐλλειπτικῶς. οὐ γὰρ ἐκφωνεῖ καὶ τίνες χεύωσιν ὕδωρ. (ῃερς. 215.) Ὅτι διαειπεῖν κεῖται ἐνταῦθα, τὸ διεξοδικῶς εἰπεῖν. καὶ εὕρηται καὶ παρ' ἄλλοις οὕτως ἡ λέξις. ὁποῖον καὶ τὸ, δίειπέ μοι ὄφρα δαείω. (ῃερς. 216.) Ὅτι Ἀσφαλίων ἐνταῦθα πλάττεται ὁτρηρὸς θεράπων Μενελάου, προσφυὲς ὄνομα. ὃν οὐ χρὴ σφάλλεσθαι τοῦ δέοντος πρὸς τὸν δεσπότην. ὥσπερ καὶ Ἐτεωνεὺς πρὸ αὐτοῦ, ὃν ἀληθεύειν χρεών. (ῃερς. 219.) Ὅτι ὥσπερ πρὸ τούτων ἦν τὸ, ἔνθ' αὖτ' ἀλλ' ἐνόησεν Ἀθηνᾶ, οὕτω κἀνταῦθα, ἔνθ' ἄλλ' ἐνόησ' Ἑλένη. τί δὲ ἐνόησεν; αὐτίκ' ἄρ' εἰς οἶνον βάλε φάρμακον ἔνθεν ἔπινον οἱ συμπόται. νηπενθές τ' ἄχολόν τε. κακῶν ἐπίληθον ἁπάντων. οὗ καὶ παραδιδοὺς τὴν δύναμιν, σαφέστερόν φησιν. ὃς τὸ, καταβρόξειεν ἐπὴν κρατῆρι μιγείη, οὐκ ἂν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν. οὐδ' εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε. οὐδ' εἴ οἱ προπάροιθεν ἀδελφεὸν, ἢ φίλον υἱὸν χαλκῷ δηϊόῳεν ὅ δ' ὀφθαλμοῖσιν ὁρῷτο. (ῃερς. 222.) ὑπερβολικὰ δὲ ταῦτα. μεγεθύνοντα εἰς ὑπερβάλλουσαν αὔξησιν, τὴν τοῦ φαρμάκου δύναμιν. (ῃερς. 227.) εἶτα καὶ διὰ πληθυσμοῦ μεγαλεῖον ἐπάγων τῷ τοιούτῳ τῆς Ἑλένης φαρμάκῳ, φησί. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα. ἐσθλά. τά οἱ Πολύδαμνα πόρε Θῶνος παράκοιτις, Αἰγυπτίη. τῇ, πλεῖστα φέρει ζείδωρος ἄρουρα φάρμακα. πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά. (ῃερς. 231.) οἷς ἱστορίαν ἐπιπλέκων αἰγυπτιακὴν, φησίν. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων ἀνθρώπων. ἦ γὰρ, Παιήονός εἰσι γενέθλης. (ῃερς. 233.) ἐπεὶ δὲ τοιοῦτον ἐνέηκε φάρμακον ἡ Ἑλένη τῷ κρατῆρι ἐκέλευσέ τε οἰνοχοῆσαι, τότε δὴ ἀνυποστόλως μνήμη τοῦ Ὀδυσσέως ἐγένετο. καὶ ὁ Τηλέμαχος οὐκέτι ἔκλαιε διὰ τὸ φάρμακον. ὅπερ ἴσως μὲν καὶ καθ' ἱστορίαν ἐκδεκτέον. ὡς καὶ τοιούτων ὄντων παρ' Αἰγυπτίοις ναρκωτικῶν τινων ἢ θελκτηρίων φαρμάκων. μάλιστα δὲ, συμβολικώτερον ἐκληπτέον αὐτὸ, εἰς τὸ, καθὰ καὶ μετὰ ταῦτα φανεῖται, λαθικηδὲς τῆς ἐν συμποσίοις φιλικῆς ὁμιλίας. ἧς ἀνακιρναμένης τῷ φιλοτησίῳ κρατῆρι καὶ εἴτε σπουδαῖα εἴτε καὶ ἄλλως ἡδέα καὶ ἀστεῖα ζητήματα ὑποκινούσης, οὐκ ἔστι τὸν συμποσιάζοντα, μνησθῆναί τινος τῶν ἔμπροσθεν κακῶν, οἷα χανδὸν ἐμπιπλάμενον οὐχ' οὕτω τοῦ περισοβοῦντος κρατῆρος, ὅσον τοῦ τῆς ὁμιλίας γλεύκους ὑφ' ἧς πᾶν λυπηρὸν τῆς τοιαύτης ἐπικυλικίου ἡδύτητος ἐξωστράκισται. (ῃερς. 240.) καὶ ἡ τοῦ λόγου πίστις, παρὰ πόδας ὅ φασι. κινήσασα γὰρ τοὺς περὶ Ὀδυσσέως ἐγκωμίους λόγους ἡ Ἑλένη καὶ λοιπὰς διηγήσεις, καὶ τῷ συμποσίῳ αὐτὰς λαθικηδὲς οἷον φάρμακον παραμίξασα, τὸ δάκρυόν τε τοῖς συμπόταις ἔστησε, καὶ τὴν ἀκμὴν τῆς λύπης ἐκκρουσαμένη, ἀπήμβλυνε. καὶ τοίνυν ὁ Τηλέμαχος τὰ δάκρυα συστείλας, δίδωσιν ἑαυτὸν τοῖς λαλουμένοις. καὶ δαίνυται καθήμενος. καὶ μύθοις τέρπεται. ὅπερ ἡ Ἑλένη ἐνεκελεύσατο ἀρχομένη τῆς διηγήσεως τῶν κατὰ τὸν Ὀδυσσέα. Καὶ ὅρα ὅπως ἀναγκαῖον τῷ ποιητῇ ἐνταῦθα τὸ τῆς Ἑλένης ἐπεισόδιον. δίχα γὰρ τῶν ἄλλων, ἔχει καί τινα δι' αὐτῆς ἱστορῆσαι, ἅπερ οὐδεὶς ἄλλος ἐγίνωσκεν. ὥσπερ καὶ ἐν τοῖς ἑξῆς ὁμοίως διὰ τοῦ Μενελάου. Σημείωσαι δὲ καὶ ὅτι διὰ μὲν τὸν τῆς Ἑλένης τοῦτον κρατῆρα, οὐκ ἂν ἐφημέριός τις βάλοι δάκρυ κατὰ παρειῶν. οἱ δὲ ὕστερον ῥήτορες τῇ τῶν παραμυθητικῶν μεθόδων εὑρέσει, παντελῶς ἐξαιροῦνται τὸ πάθος. ὡς διὰ βίου μὴ δακρύειν τὸν τοῦ παραμυθητικοῦ δεόντως ἐπαΐοντα. (ῃερς. 2.) Ἰστέον δὲ ὅτι ἐν τοῖς τοῦ Ἀθηναίου, περὶ τῶν κατὰ τὴν Ἑλένην φέρεται ταῦτα. Ἑλένη Διὸς οὖσα θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμαθηκυῖα, πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει παναλκὲς τῷ ὄντι φάρμακον. ἁπτομένη μεταξὺ καὶ ταλασιουργίας, οὐ δι' ἀρέσκειαν, ἀλλ' ὡς οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν. Ἀφροδίτη γοῦν μετὰ τὸ μονομάχιον, γρηῒ εἰκυῖα εἰροκόμῳ τῇ ἐκ Λακεδαίμονος, προσεῖπεν αὐτήν. ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς φιλοτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον δωρουμένη ἐν τοῖς ἑξῆς, φησί. δῶρόν τοι καὶ ἐγὼ δίδωμι καὶ τὰ καθεξῆς. εὕρηται δὲ καὶ ἐν Ἰλιάδι περὶ ἱστὸν ὑφαίνουσα. καὶ ποικίλλουσα δίπλακα. καταμηνύει οὖν φησι τὴν σωφροσύνην τῆς Ἑλένης, ἡ αὐτῆς φιλεργία. ἱστορεῖ δὲ ὁ αὐτὸς σοφιστὴς, καὶ ὅτι Ἑλένη τις ὕστερόν ποτε χρόνου γέγονε δεινὴ πλεῖστα ἐσθίειν. Τὸ δὲ εἰς οἶνον βάλε φάρμακον, ἀντὶ τοῦ ἐνέβαλεν. ἐνέθετο. Τὸ δὲ ἔνθεν ἔπινον, ἀσφαλῶς ἐῤῥέθη. οὐ γὰρ ἄλλως ἁπλῶς ἐνήργει τὸ φάρμακον, ἀλλ' οἴνῳ ἐμβαλλόμενον. ἤγουν ἐνιέμενον. διὸ φησίν. ἐπεὶ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι. (ῃερς. 221.) Νηπενθὲς δὲ, οὐ μόνον τὸ ἐστερημένον πένθους, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ τὸ στερίσκον πένθους. ὅ ἐστιν ἄλυπον. Ἄχολον δὲ, τὸ ἀόργητον. ἄλλως μέντοι, καὶ ἄχολα ζῷα τὰ μὴ ἔχοντα σωματικὴν χολήν. Τὸ δὲ ἐπίληθον, Ἀρίσταρχος μὲν προπαροξυτόνως γράφει, ὡς ὄνομα οὐδέτερον, ὃ δηλοῖ τὸ ἐπιληστικόν. ὁ δὲ Ἀσκαλωνίτης, ὡς μετοχήν φασιν οὐκ εὖ προπερισπᾷ. ἵνα ᾖ, τὸ ποιοῦν ἐπιλανθάνεσθαι. Ὅρα δὲ ὅτι ἐν μὲν τῷ ἐπίληθον καθὰ καὶ ἐν τῷ λήθη καὶ λῆστις καὶ ἐπιλησμοσύνη καὶ Λητὼ, φυλάσσεται τὸ ˉη τοῦ λήθω ἐνεστῶτος, ἐν ἄλλοις δὲ, ἀντ' αὐτοῦ τὸ ˉα κεῖται ὡς ἀπὸ τοῦ ἔλαθον δευτέρου ἀορίστου. τοιοῦτον τὸ λάθρα σὺν τοῖς ἐξ αὐτοῦ. καὶ τὸ λαθικηδές. καὶ ὁ λάθαργος. ἕτερος ὢν αὐτὸς παρὰ τὸν διὰ τοῦ ˉη λήθαργον. ὃς λάθαργος, πλεονασμῷ τοῦ ἰῶτα γινόμενος λαίθαργος, δηλοῖ μὲν, κύνα. τροπικῶς δὲ, σημαίνει καὶ ἐπίβουλον ἄνθρωπον κρύφα βλάπτοντα. καὶ ἔστιν ἐκεῖνος, ὡς περ εἴ φασιν λαθροδήκτης, ἀπὸ κυνῶν. Σοφοκλῆς. σαίνουσα δάκνεις καὶ κύων λαίθαργος εἶ. Τὸ δὲ καταβρόξειεν, ἀντὶ τοῦ καταπίη, παρὰ τὸν βρόχθον ὅς ἐστι λαιμός. ὅθεν καὶ καταβροχθίζειν τὸ καταπίνειν. ὀνοματοποιΐας δὲ ταῦτα τρόποι. (ῃερς. 222.) Τὸ δὲ ἐπὴν κρητῆρι μιγείη, παρατετηρημένως ἐῤῥέθη καὶ αὐτό. οὐ γάρ ἐστιν ἁπλῶς νηπενθὲς καὶ τὰ λοιπὰ, εἰ μὴ καὶ κρητῆρι μιγείη. (ῃερς. 223.) Τὸ δὲ ἐφημέριος, δηλοῖ μὲν τὸ, ἐν ᾗ ἂν ἡμέρα πίνοιτο. παρῆκται δὲ ὁμοίως τῷ πανημέριος. (ῃερς. 226.) Τὸ δὲ δηϊόῳεν, ἐπίτηδες χασμᾶσαι τῇ τῶν φωνηέντων ἐπαλληλίᾳ. ἵνα τῇ ἀργίᾳ τῆς ἐκφωνήσεως, δηλώσῃ παράτασιν ἀναιρέσεως. Τὸ δὲ ὀφθαλμοῖσιν ὁρῷτο, πρὸς ἀσφάλειαν λόγου ἐγράφη. οὐ γάρ ἐστι πενθεῖν ἢ χολοῦσθαι τοσοῦτον, εἰ μή τις καὶ ὀφθαλμοῖς ὁρᾷ τὸν σφαττόμενον. διὸ καλῶς εἴρηται τὸ, τῶν δὲ πραχθέντων, τὰ μὲν ἄλγιστ' ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα. ᾧ σύμφωνον καὶ παρὰ τοῖς πολλοῖς, τὸ μὴ πονεῖν τὴν καρδίαν ἐπὶ πράξεσιν αἷς μὴ ἐπέβαλον ὀφθαλμοί. (ῃερς. 227.) Φάρμακα δὲ μητιόεντα, ἢ τὰ κατὰ σύνεσιν εὑρημένα. ἢ τὰ δραστικὰ καὶ ὡς εἰπεῖν μέρμερα. τουτέστι, βουλῆς δεόμενα εἰς ἀποφυγήν. (ῃερς. 228.) Τὸ δὲ ἐσθλὰ, διὰ σαφήνειαν κεῖται. ἵνα φάρμακα νοοῖντο ταῦτα, ὡς εἰς μόνον καλόν. οὐ μὴν κατὰ τὰ ἐφεξῆς. ἐν οἷς, πολλὰ μὲν ἐσθλὰ πολλὰ δὲ λυγρά. Πολύδαμνα δὲ, ἢ κατὰ γένος οὐδέτερον ἐπιθετικῶς τὰ πολλοὺς δαμάζοντα φάρμακα. ἢ κύριον γυναικὸς Αἰγυπτίας ἡ Πολύδαμνα ὡς ἡ Μήθυμνα, καθὰ καὶ Εὐφορίων φησί. βλαψίφρονα φάρμακα ὅσσ' ἐδάη Πολύδαμνα, κυταῒς ὅσα Μήδεια τουτέστι φάρμακα, ὧν ἴδρις ἦν ἡ Αἰγυπτία Πολύδαμνα, καὶ Μήδεια ἡ ἐκ Κυταίας πόλεως, ἧς καὶ Λυκόφρων μέμνηται. Ἰστέον δὲ ὅτι κατὰ Ἀῤῥιανὸν, ἐφαρμάκου μὲν οἶνον καὶ ἡ παρ' αὐτῷ Κροκοδίκη, οὐκ ἐφ' ὁμοίοις δέ. φησὶ γὰρ ἐκεῖνος ὅτι ἡ φαρμακὶς Κροκοδίκη οἶνον νέμουσα κατὰ τέλη τῇ τοῦ πατρὸς στρατιᾷ, ἐμβάλλει εἰς τοὺς κρατῆρας ῥίζας, λήθης καὶ ὕπνου φάρμακα. οἱ δὲ, ἔκειντο ἡμιθανεῖς ὑπὸ τοῦ πόματος. καὶ ἐφθάρησαν ὑπὸ τῶν πολεμίων δι' ἔρωτα Πριηνέως νεανίου. ἔοικε δὲ μᾶλλον τῷ τῆς Ἑλένης κρατῆρι, τὸ παρὰ τοῖς μεθ' Ὅμηρον γρηγόρσιον. ἐπειδὴ καὶ νηφάλιοι θυσίαι ἦσαν ἐν αἷς οἶνος οὐκ ἐσπένδετό φασιν ἀλλ' ὕδωρ μελίκρατον. μάλιστα δὲ ὁμοιότερον πρὸς τὸν ῥηθέντα Ὁμηρικὸν κρατῆρα, τὸ παρὰ Αἰλίῳ Διονυσίῳ παυσινύσταλον εἴτε βρῶμα φησὶν εἴτ' ἄλλο τοιοῦτον. Τὸ δὲ παυσινύσταλον, ὅμοιόν φασι τῷ, ἐγρηγόρσιον. ὃ δηλοῖ τὸ ποιοῦν ἐγρηγορέναι καὶ ὡς εἰπεῖν, νηφάλιον. Τοῦ δὲ Θῶνος εὐθεῖα, ἢ Θόων Θόωνος κατὰ τοὺς παλαιοὺς καὶ ἐν συγκοπῇ Θῶνος, ἢ μᾶλλον Θῶνις Θώνιος καὶ κατὰ συγκοπὴν Θῶνος. φασὶ δὲ αὐτὸν, βασιλέα εἶναι τοῦ κατὰ Κάνωβον Νειλῴου στόματος, εὑρετὴν ἰατρικῆς παρ' Αἰγυπτίοις. καὶ πρὶν μὲν ἰδεῖν τὴν Ἑλένην, φιλοτίμως διακεῖσθαι πρὸς Μενέλαον. ἰδόντα δὲ καὶ περιεργασάμενον, κατεπιχειρῆσαι αὐτῆς πρὸς βίαν. καὶ τὸν Μενέλαον γνόντα, ἀνελεῖν αὐτόν. ἀφ' οὗ καὶ πόλιν Θῶνιν ὀνομασθῆναι. καὶ τὸν παρ' Αἰγυπτίοις δὲ πρῶτον μῆνα τὸν θὼθ', ἀπ' αὐτοῦ κληθῆναι. Αἰλιανὸς δὲ ἱστορεῖ παραθήκην γενέσθαι Θώνιδι, τὴν Ἑλένην πρὸς Μενελάου, ἀνιόντος εἰς Αἰθίοπας. καὶ ὡς ἠράσθη αὐτῆς ὁ Θῶνις. καὶ ὡς ἐζήλωσεν ἡ Πολυδάμα ἢ Πολύδαμνα, καθ' ἑτέρους. καὶ ὡς ἐξέθετο τὴν Ἑλένην εἰς φάρον οἴκτῳ καὶ ζήλῳ. δοῦσα καὶ βοτάνην ἐχθρὰν τοῖς ἐκεῖ πολλοῖς ὄφεσιν ἢ φυτευθεῖσα καὶ βλαστήσασα, Ἑλένιον ἐκλήθη. ὁ δὲ γεωγράφος λέγει ὅτι περὶ τὸν Κανωβικὸν πλοῦν, Θῶνις ποτέ τις ἦν πόλις, ἐπώνυμος βασιλέως δεξαμένου Μενέλαον καὶ Ἑλένην. Ἡρόδοτος δὲ ἱστορεῖ ὅτι Θῶνις, φύλαξ ἦν τοῦ Κανωβικοῦ στόματος. ὃς καὶ ἀνήνεγκεν εἰς Πρωτέα τὴν ἀδικίαν τοῦ Ἀλεξάνδρου ὅτε καὶ ἀφῃρέθη τὴν Ἑλένην. ἀρέσκεται γὰρ Ἡρόδοτος, μὴ εἶναι τὴν Ἑλένην ἐν τῇ Τροίᾳ, ὡς καὶ ἐν ἄλλοιςεἴρηται. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι ἐν τῷ ῥηθέντι Κανωβικῷ στόματι, ἱερόν ἐστιν Ἡρακλέος, εἰς ὃ εἴ τις καταφυγὼν ἐπιβάληται στίγματα ἱερὰ δοὺς αὑτὸν τῷ θεῷ, οὐκ ἔστι τούτου ἅψασθαι. ὁ δὲ Πρωτεὺς τίς ἐστιν, ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. (ῃερς. 229.) Τὸ δὲ Αἰγυπτίη, ἢ κατὰ δοτικὴν νοητέον ἵνα λέγῃ ὅτι ἐν τῇ Αἰγυπτίᾳ χώρᾳ ἔνθα πλεῖστα φάρμακα. ἢ κατὰ ὀρθὴν καὶ εὐθεῖαν. ἵνα ᾖ Θῶνος παράκοιτις ἡ ἐξ Αἰγύπτου, ᾗ πλεῖστα γῆ ἐδίδου φάρμακα ὡς περὶ αὐτὰ ἠσχολημένη. (ῃερς. 230.) Τὰ δὲ τοιαῦτα φάρμακα, μέσος εἴρηται, διὸ καὶ ἐπήγαγε. πολλὰ μὲν ἐσθλὰ πολλὰ δὲ λυγρά. Σημείωσαι δὲ ὅτι τὸ, φάρμακα ἔχειν πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ, καὶ περὶ ἀνθρώπου λεχθείη ἂν ἔκ τε ἀγαθῶν τινων συγκροτουμένου, καὶ εἰς ἐναντία δὲ ἀποκλίνοντος. (ῃερς. 231.) Τὸ δὲ ἰητρὸς δὲ ἕκαστος καὶ ἑξῆς, ἐγκώμιον τῶν Αἰγυπτίων ὡς τοιούτων ὄντων. τοῦτο δὲ, πρὸς πιθανότητα ἐῤῥέθη τοῦ ἐγνῶσθαι τὰ ἐκεῖ πολλὰ φάρμακα. ἅπερ οὐκ ἂν διέγνωστο εἰ μὴ ἰατροὶ ἦσαν ἀκριβεῖς ἅπαντες. τὸ παράδοξον. ὡς δὲ καὶ ἄλλως πολλὴ σοφία τοῖς κατ' Αἴγυπτον ἐπεχωρίαζεν, αἱ ἱστορίαι δηλοῦσιν. αἳ καὶ κακοήθειαν αὐτοῖς ἐπιμαρτυρόμεναι τὴν καὶ ἐν ἄλλοις δηλουμένην, λέγουσιν ἐξ αὐτῶν καὶ αἰγυπτιάζειν τὸ πανουργεύεσθαι. συλλαλεῖ δὲ εἰς τοῦτο, καὶ παροιμία αὕτη. δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι. (ῃερς. 232.) Παιήων δὲ, θεῶν ἰατρὸς ὡς καὶ ἡ Ἰλιὰς μυθεύεται. ἕτερος ὢν Ἀπόλλωνος ὡς καὶ Ἡσίοδος δηλοῖ. εἰπών· εἰ μὴ Ἀπόλλων Φοῖβος ἐκ θανάτου σώσει ἢ Παιήων ὃς πάντων φάρμακα οἶδε. τινὲς δὲ τὸν Παιήονα, τὸν αὐτὸν ὑπέλαβον εἶναι κἀνταῦθα τῷ Ἀπόλλωνι. δῆλον δὲ καὶ ὅτι καὶ ὕμνος εἰς Ἀπόλλωνα ὁ Παιήων. ὃν παιᾶνα φασὶν οἱ μεθ' Ὅμηρον. (ῃερς. 237.) Ὅτι γνωμικὸν τὸθεὸς ἄλλο τε ἄλλῳ ἀγαθόν τε κακόν τε διδοῖ. δύναται γὰρ ἅπαντα. Καὶ ὅρα τὴν πρωτοτυπίαν τοῦ διδοῖ. ἐκ τοῦ διδῶ γάρ. ἐξ οὗ τὸ δίδωμι. (ῃερς. 238.) Ὁ δὲ λέξων τί σπουδαῖον ἐπὶ τραπέζης, ἐρεῖ ἂν τοῖς ἀκροαταῖς τὸ, ἤτοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι καὶ μύθοις τέρπεσθε, ἐοικότα γὰρ καταλέξω. (ῃερς. 240.) Εἰ δέ τις ἐν ἐγκωμίῳ προοιμιάζεται, προσφυῶς ἂν εἴπῃ ὡς πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, ὅσσοι τοῦ δεῖνος ταλασίφρονός εἰσιν ἄεθλοι. ἀλλ' οἷον τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ. Ἑλένη δὲ καὶ τοῦτο φησίν. ἔνθα καθ' ὑποβολήν φασι διηγεῖται ἡ ἡρωΐς. σχήματι χρησαμένη πρὸ τοῦ διηγήματος, παραλειπτικῷ τὲ καὶ θαυμαστικῷ. παραλειπτικῷ μὲν, ἐν τῷ, πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι ὅσα ὁ Ὀδυσσεὺς ἀέθλευσεν. ἐνδιαθέτῳ δὲ κατὰ θαυμασμὸν, ἐν τῷ ἀλλ' οἶον τόδ' ἔρεξε δήμῳ ἐνὶ Τρώων. εἶτα ὑποβαλοῦσα τὸ διήγημα. αὐτόν μιν πληγῇσι δαμάσας καὶ ἑξῆς. (ῃερς. 239.) Ὅρα δὲ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ καταλέξω. ἀφ' οὗ μετ' ὀλίγα τὸ, πάντα νόον κατέλεξεν. οὗ φασὶν ὁ ποιητὴς τὸ ὄνομα οὐκ οἶδεν ἤτοι τὸν λόγον ἢ τὸν κατάλογον. ὥσπερ καὶ τὸ ἔτυχε καὶ ἐτύχησεν εἰδὼς, τύχην οὐ λέγει. (ῃερς. 240.) Τὸ δὲ οὐκ ἂν ἐγὼ μυθήσομαι, πρὸς διαστολὴν κεῖται. ἄλλος μὲν γάρ τις μυθήσεται ἴσως. ἐγὼ δὲ οὔ. (ῃερς. 242.) Τὸ δὲ πάντα οὐκ ἂν μυθήσομαι ὅσσοι Ὀδυσσῆος ἄεθλοι, καινότητα ἔχει ἐν τῷ πάντα καὶ ἐν τῷ ἄεθλοι. ἀπὸ γὰρ οὐδετέρου μετέβη ἀνακολούθως εἰς ἀρσενικόν. Τὸ δὲ ἔρεξε, δι' ἑνὸς γράφεται ˉρ οὐ κατὰ Ἀττικοὺς ἀλλὰ φύσει. Τὸ δὲ ἔτλη, καλὸν εἰς Ὀδυσσέα τὸν ταλασίφρονα καὶ πολύτλαν καὶ τλήμονα. (ῃερς. 244.) Ὅτι Ὀδυσσεὺς κατὰτὴν τῆς Ἑλένης ἱστορίαν αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας σπεῖρα κάκ' ἀμφ' ὤμοισι βαλὼν οἰκῆϊ ἐοικὼς, ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν. τὴν Τροίαν δηλαδή. ἄλλῳ δ' αὐτὸν φωτὶ κατακρύπτων, ἤϊσκε. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν. τῷ, ἴκελος Τρώων κατέδυ πόλιν. οἵδ' ἀβάκησαν πάντες. ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα. καὶ ἀνειρώτων φησὶν αὐτόν. ὁ δὲ, κερδοσύνῃ ἀλέεινε. ἀλλ' ὅτε δή φησιν αὐτὸν ἐγὼ ἔλουον, καὶ ἔχριον ἐλαίῳ. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον μὴ πρὶν αὐτὸν ἐν Τρώσιν ἀναφῆναι πρὶν εἰς νῆας ἀφικέσθαι, καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν. πολλοὺς δὲ Τρώων κτείνας ταναηκέϊ χαλκῷ, ἦλθε
5.2.1
Ἀργείους. κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. ἔνθ' ἄλλαι Τρωαὶ λίγ' ἐκώκυον. αὐτὰρ ἐμὸν κῆρ χαῖρ' ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι ἂψ οἶκον. ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη ἔδωκεν ὅτε μ' ἤγαγε κεῖσε φίλης ἄπο πατρίδος αἴης. παῖδα τ' ἐμὴν νοσφισαμένη. θάλαμόν τε. πόσιν τε οὔ τευ δευόμενον, οὔ τε φρένας οὔτέ τι εἶδος. Καὶ ὅρα ὅτι τὲ εἰς ἔπαινον τοῦ ἀνδρὸς ὁ λόγος τῇ ἡρωΐδι κατέληξε. καὶ ὅπως ἐπὶ τῇ ἁρπαγῇ μεταμέλεται. ὁμολογοῦσα καὶ ὡς ἑκοντὶ ἀφήρπαστο εἴγε τέτραπτο αὐτῇ ἡ ψυχὴ παλιννοστῆσαι καὶ μετέστενε τὸν φαῦλον ἔρωτα. Ὅρα δὲ καὶ τὴν ἱστορίαν ταύτην ἣν οὐδεὶς ἀκριβέστερον τῆς Ἑλένης οἶδεν. ὡς μὴ μάτην αὐτὴν παραχθῆναι εἰς θέαν τοῖς ξένοις ὑπὸ τοῦ ποιητοῦ. (ῃερς. 244.) Τὸ δὲ αὐτόν μιν ὅτι ἀντὶ συνθέτου ἀντωνυμίας κεῖται δηλοῦν τὸ ἑαυτὸν, καὶ ἐν ἄλλοις ἐῤῥέθη. Πληγαὶ δὲ ἀεικέλιαι, δι' ὧν σῶμα αἰκίζεται. ὁποῖαί τινες καὶ αἱ ὕστερον τοῦ Σίνωνος. ὃς κατεμήνυσεν ὡς δῆθεν πρὸς καλοῦ ἐσόμενον τοῖς Τρωσὶ τὸν δούρειον ἵππον. ὡς δὲ καί τινες τῶν ὑστερογενῶν, ἐπ' ἀγαθῷ τῶν ὁμοφύλων ἑαυτοὺς ᾐκίσαντο κατὰ Ὀδυσσέα καὶ Σίνωνα, δηλοῖ καὶ ὁ Πέρσης Μεγάβυζος, κολοβώσας ἑαυτὸν καὶ ἄλλως αἰκίσας χάριν τοῦ δεσπότου βασιλέως. ἑτέρου δὲ βασιλέως Περσῶν θεράπων ὁ καλούμενος Φίλος ὡς ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἄλλον τρόπον οὕτως εἶχεν. ὃς τραπέζης μέν φησιν οὐκ ἐκοινώνει, χαμαὶ δὲ ὑποκαθήμενος, τὸ παραβληθὲν κυνιστὶ ἐσιτεῖτο. καὶ πολλάκις διὰ τὴν τυχοῦσαν αἰτίαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου, ῥᾴβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς ἐμαστιγοῦτο. καὶ γενόμενος αἱμόφυρτος, πεσὼν εἰς ἔδαφος, προσεκύνει τὸν τιμωρησάμενον ὡς εὐεργέτην. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Τὸ δὲ δαμάσας καὶ ἀμφιβαλὼν καὶ ἐοικὼς, συχναὶ ἀσύνδετοι μετοχαὶ οὐκ ἀσυνήθεις τῷ ποιητῇ. (ῃερς. 245.) Τὰ δὲ σπεῖρα περὶ ὧν καὶ προεγράφη, πτωχικά εἰσιν ἀμφιβλήματα. ἤτοι ῥάκη. ὅθεν ὁ μὲν ψευδοδέκτης Ὀδυσσεὺς σπεῖρα κακὰ ἀμφιβέβληται. τὸν δὲ ἀληθῆ Ὀδυσσέα, ἀμφὶ εἵματα ἕσσεν ἡ Ἑλένη. ἐνταῦθα δὲ φασὶν οἱ παλαιοὶ καὶ ὅτι ὁ νῦν σπεῖρα κακὰ φορῶν καὶ ἀγνοούμενος τῇ Ἑλένῃ καὶ τοῖς ἄλλοις, πιθανῶς ἂν λάθοι καὶ τοὺς μνηστῆρας, τοιοῦτον ἔχων σχῆμα. ὁ δὲ καὶ πληγάς φασι καρτερήσας ὑπὲρ τῶν κοινῇ συμφερόντων, πῶς τῶν ἰδίων οὐ προστήσεται; καλῶς οὖν οἱ Λάκωνες ἐπαίδευον τοὺς νέους τὴν μαστίγωσιν, ἐθίζοντες καρτερεῖν τὰ δεινά. Τοῦ δὲ κατέδυ πόλιν, οὐκ ἔχει ὡς ἐν σχεδιασμῷ καιριωτέραν φράσιν ὁ ποιητής. διὸ εἰπὼν δυσμενέων κατέδυ πόλιν, μετ' ὀλίγα ἔφη, Τρώων κατέδυ πόλιν. Τὴν δὲ πολλαχοῦ εὐρυάγυιαν Τροῖαν, ἀλλαχοῦ εὐρεῖαν φησὶν ἐν ἁπλότητι. τὸ δὲ κατακρύπτων, πάνυ τὸ οἰκεῖον πρὸς κατέδυ πόλιν. ὁ γὰρ καταδὺς, κρύπτεται. (ῃερς. 247.) Δέκτην δὲ, Ἀρίσταρχος μὲν, τὸν ἐπαίτην λέγει, παρὰ τὸ δέχεσθαι. ὁ δὲ κυκλικός φασιν ἤγουν ὁ τῶν κυκλίων ποιητὴς ὀνοματικῶς ἀκούει τὴν λέξιν. Δέκτην τινὰ κατὰ κυριολεξίαν εἰπὼν παρ' οὗ τὸν Ὀδυσσέα λαβόντα τὰ ῥάκη, ἀμφιβαλέσθαι. πανδήμιον ἴσως τοῖς ἐν Τροίᾳ Ἕλλησιν ὄντα πτωχόν. ὁποῖος ἦν καὶ τοῖς Ἰθακησίοις ὁ Ἶρος. (ῃερς. 248.) Τὸ δὲ ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν, διττὴν ἔχειἔννοιαν. ἢ γὰρ ὅτι τοιούτῳ Δέκτῃ Ὀδυσσεὺς εἰκάσθη οἷος Δέκτης δηλαδὴ οὐκ ἦν ἄλλος ἐν τοῖς ἐκεῖ κατ' οὐδέν. ἢ ὅτι Δέκτῃ ἑαυτὸν εἴκασεν Ὀδυσσεὺς ὁ κατὰ μηδὲν τοιοῦτος ἐν τῇ Τροίᾳ. ἀλλὰ δηλαδὴ εὐσχήμων καὶ λαμπροφόρος καὶ ὅλως εἰπεῖν, ἡρωϊκός. (ῃερς. 249.) Τὸ δὲ ἀβάκησαν, ἅπαξ μὲν καὶ αὐτὸ ἐῤῥέθη παρὰ τῷ ποιητῇ. ἔστι δὲ ἀβακεῖν, τὸ ἀγνοεῖν καὶ διατοῦτο μὴ ἔχειν τι βάζειν, ἀλλ' ἀπορεῖν ἐπὶ τῷ βλεπομένῳ. καὶ γίνεται καθ' ὁμοιότητα τοῦ ἀτακτεῖν ὡς οἱ ἐτυμολόγοι φασί. τὰ μέντοι ἐναντία τοῦ ἀβακεῖν, βάβαξ, ἤτοι λάλος. μαινόμενος ἄσωτος γάλλος, κατὰ τοὺς παλαιούς. οὗ χρῆσις καὶ παρὰ Λυκόφρονι. ὁ δ' αὐτὸς, καὶ βαβάκτης ἐκ τοῦ βάζειν. ὅθεν καὶ βάκχος φασὶν ὁ μανιώδης καὶ ἀκρατής. ὁ μέντοι ἄβαξ, ἀνάπαλιν ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ, τὸν ἄλαλον δηλοῖ καὶ ἀσύνετον καὶ ἄπειρον, παρὰ τὸ μὴ βάζειν. δῆλοι δέ φασι καὶ σανίδιον ὁ ἄβαξ, ὅθεν ἀβάκιον ἐφ' οὗ ψηφίζουσι. δῆλον δὲ ὅτι οὐκ ἂν χρῄζοι τῆς λέξεως τοῦ ἀβακεῖν, ὁ καταλογάδην γράφων. (ῃερς. 250.) Τὸ δὲ ἐγώ μιν οἴη ἀνέγνων, τὸ πρὸς μορφὰς περίεργον τῆς Ἑλένης δηλοῖ ὡς καὶ προδεδήλωται. καὶ κεῖται τὸ ἐγὼ κἀνταῦθα, πρὸς διαστολὴν, ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ, οὐκ ἂν ἐγὼ μυθήσομαι. λέγει γὰρ ἡ Ἑλένη, ὡς ἐγὼ μόνη καὶ οὐδεὶς ἄλλος καί τοι τοιοῦτον σχηματισθέντα τὸν Ὀδυσσέα, ἐγνώρισα. πῶς δὲ οὐκἔμελλεν αὐτὸν ἐκεῖνον τὸν Ὀδυσσέα γνῶναι ὃν μυριάκις εἶδεν, ἡ τὸν Τηλέμαχον γνοῦσα ὃν εἶδεν οὐδέποτε; εἰς γὰρ πιθανότητα τοῦ παρόντος ἐπλάσατο ἐκεῖνο ὁ ποιητής. Καὶ ὅρα ὅτι πολὺ πιθανώτερος ὁ Ὁμηρικὸς οὗτος ὑπὸ μόνης Ἑλένης ἀναγνωρισμὸς, ἤπερ ὁ κατὰ Εὐριπίδην ἐν ᾧ καὶ τῇ Ἑκάβῃ κατεῖπεν ἡ Ἑλένη. (ῃερς. 251.) Τὸ δὲ εἰρώτων, διὰ διφθόγγου ἄρχεται ὡς ἀπὸ τοῦ εἰρωτῶ. οὗ ἡ χρῆσις ἐν τοῖς ἑξῆς. Κερδοσύνην δὲ, τὴν ἐπικερδῆ λέγει βουλήν. οἱ δὲ ὕστερον, καὶ τὴν δολιότητα, ὡς ἀπὸ τῆς κερδοῦς ἥ ἐστιν ἀλώπηξ. Τὸ δὲ λούειν, ὅρα κἀνταῦθα γυναικῶν ἴδιον. φησὶ γὰρ ἡ Ἑλένη ὡς ἐγὼ τὸν Ὀδυσσέα ἐλόευν. οὗ ἐνεστὼς τὸ λοέω. ἐξ οὗ τὸ λοετρόν. τούτων δὲ συναίρεσις, τὸ λούειν καὶ τὸ λουτρόν. Σκοπητέον δὲ εἴπερ ὁ ποιητὴς πολλαχοῦ ἐπιτηδεύεται ἱστορεῖν ὑπὸ γυναικῶν ἄνδρας λούεσθαι, ἵνα καὶ τὸ κατὰ τὴν Ἑλένην ἐνταῦθα λουτρὸν δόξῃ πιθανόν. λούει δέ φασιν Ἑλένη τὸν Ὀδυςσέα ἐπίτηδες, ἵνα τῇ γυμνώσει τῶν ῥακέων, ἀπελέγξῃ ἀρνούμενον. καὶ ἴσως μάλιστα ἐκ τῆς περὶ τὸν μηρὸν οὐλῆς, ἣν ἀπὸ πληγῆς εἶχεν ἀγρίου συὸς, εἰς λαμπρὸν παράσημον ὡς φανήσεται. ἄλλως γὰρ, ἦν καὶ ὑφ' ἑτέρων αὐτὸν γυναικῶν λουσθῆναι. (ῃερς. 254.) Τὸ δὲ ἀναφῆναι, δηλοῖ μὲν τὸ δεῖξαι τὸν ὡς ἐῤῥέθη κατακρυβέντα. γέγονε δὲ ἀρχὴ δικαστικῆς λέξεως παρ' Ἀττικοῖς, τοῦ φαίνειν ὡς ἐν κατηγορίᾳ. ὅθεν καὶ τὸ συκοφαντεῖν γίνεται. φαίνει γὰρ καὶ ὁ συκοφάντης τοὺς συκοκλέπτας, ὡς ἡ ἱστορία λέγει. Ἐν δὲ τῷ, μὴ πρὶν Ὀδυσσέα Τρωσὶν ἀναφῆναι πρὶν αὐτὸν ἐς νῆας ἱκέσθαι, εἴπερ μὴ δοκεῖ πιθανὸν ἢ εὐλόγιστον τὸ ἀναφῆναι ὅλως τὸν Ὀδυσσέα Τρωσὶν, ἐνθυμητέον τὴν δύναμιν τοῦ, μὴ πρὶν ποιῆσαι τό δέ τι πρὶν ἂν τόδε γένηται. ἥτις ἐν τῇ ˉα ῥαψῳδίᾳ τῆς Ἰλιάδος κεῖται. καὶ φανεῖται ἐκεῖθεν, ὡς οὐκ εἰκὸς τὴν Ἑλένην εἰπεῖν τοῖς Ἰλιεῦσι περὶ τοῦ Ὀδυσσέως οὐδὲ ὅτε εἰς νῆας καὶ κλισίαςἀφίκετο αὐτός. (ῃερς. 250.) Ἰστέον δὲ ὅτι ἐν μὲν τῷ, ἀνέγνων, οὐ περιττῶς ἀλλ' ἀναγκαίως κεῖται ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἀνανεῦσαι καὶ ἀναδικάσαι καὶ τοῖς ὁμοίοις, ἐν δὲ τῷ ἀναφῆναι παρέλκει ἡ πρόθεσις. (ῃερς. 256.) Ἐν δὲ τῷ, καὶ τότε δή μοι, περιττὸς κεῖται ὁ καˉι σύνδεσμος. Ἐν δὲ τῷ, πολλοὺς δὲ κτείνας, δοκεῖ παρ' Ἑλένης λαβεῖν τὸ ξίφος ὁ Ὀδυσσεὺς κατὰ τὸ σιωπώμενον. οὐ γὰρ δήπου αὐτὸς εἶχεν ὁ ἐπαίτης ὁ ῥακενδύτης. οὕτω καὶ πρὸ ὀλίγων δμωαὶ τοὺς ξένους ἔλουσαν, κελευσθεῖσαι ὑπὸ Μενελάου. εἰ καὶ Ὅμηρος ἐσίγησε τοῦτο διὰ τὸ μὴ ἀναγκαῖον τοῦ λόγου. (ῃερς. 258.) Τὸ δὲ κατὰ δὲ φρόνιν ἤγαγε πολλὴν, ἤγαγε πολλὴν, ἢ κατά τι ὑπερβατὸν νοητέον ἵνα λέγῃ ὅτι κατήγαγεν εἰς τοὺς Ἕλληνας φρόνιν ὅ ἐστι φρόνησιν πολλὴν συνετώτατος δόξας. ἢ καὶ ἄλλως, ἤγαγε καταφρόνησιν τῶν Τρώων πολλήν. τήν τε Ἑλένην ὡς εἰκὸς ἀναπείσας. καὶ τὸ τεῖχος ἀναμετρήσας. καὶ τὰ Τρωϊκὰ μαθὼν βουλεύματα. καὶ τὰς πύλας δὲ γνοὺς διὰ τὸν μηχανηθησόμενον δούρειον ἵππον, ὅσον εἶχον διάστημα. ἢ καὶ τὸ παλλάδιον ἁρπάσας περὶ οὗ καὶ ὁ Λυκόφρων ἱστορεῖ. ταῦτα γὰρ αἴτια φασὶ τοῦ καταδῦναι τὸν Ὀδυσσέα λάθρα εἰς Τροῖαν. αἰκισάμενον ἑαυτὸν ἵνα ὡς ἐχθραίνων τοῖς Ἀχαιοῖς καὶ τῷ βασιλεῖ, προσδεχθείη τοῖς πολεμίοις. συλλαλεῖ δὲ τῇ κατ' ἀμφιβολίαν δευτέρᾳ Ὁμηρικῇ ἐννοίᾳ καὶ ὁ τῶν Ὀδυσσειακῶν μεταβολεὺς Δημοσθένης. εἰπὼν ὅτι Ὀδυσσεὺς ὅσα ἐβουλήθη διαπραξάμενος καταφρονητικῶς πάνυ, οὕτως ἐπανῆλθεν εἰς τὸ στρατόπεδον τῶν Ἑλλήνων. οἱ μέντοι νεώτεροι, φρόνιν τὴν λείαν ἀπεδέξαντο. ἵνα καὶ ληϊσάμενός τι νοοῖτο ἐκ τῆς Τροίας ὁ Ὀδυσσεύς. Ἰστέον δὲ ὡς ἐκ τοῦ, κατήγαγε φρόνιν ὡς προσεχῶς ἐῤῥέθη, ἔλαβον ἀρχὴν οἱ μεθ' Ὅμηρον λέγειν, κατήγαγεν ὁ δεῖνα θρίαμβον. ἤγουν προῆλθε μετὰ θριάμβου. (ῃερς. 260.) Τὸ δὲ νέεσθαι ἂψ οἶκον, συντετηρημένως ἐγράφη πρὸς δήλωσιν τοῦ νοστῆσαι. ἄλλως γὰρ, νέεσθαι λέγεται ὡς καὶ πρὸ ὀλίγων ἐφάνη, τὸ ἁπλῶς πορεύεσθαι. (ῃερς. 261.) Τὸ δὲ μετέστενον. ὅμοιόν ἐστι τῷ μετανοεῖν. (ῃερς.