Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
600.1.1
ετ 601.) Τὸ δὲ βίην Ἡρακληείην, εἴδωλον, ἦν μὲν ἂν κοινὸν εἴπερ ἐγράφη βίης Ἡρακλέος εἴδωλον. ὡς δὲ νῦνκεῖται, Ὁμηρικόν ἐστι καὶ Ἀττικὸν, τελείας μὲν στιζομένης ἐν τῷ βίην Ἡρακληείην, εἶτα πρὸς σαφήνειαν ἐπαγομένου τοῦ εἴδωλον, ἵνα μὴ νοοῖτο ἄρτι Ἡρακλῆς αὐτὸς ἐκεῖνος, ἀλλὰ τὸ αὐτοῦ εἴδωλον, ὡς τοῦ μὲν σώματος καυθέντος κατὰ τὴν Τραχινίαν Οἴτην, τῆς δὲ ψυχῆς ἄνω οὔσης, τοῦ δὲ εἰδώλου περὶ τὸν Ἅιδην, οὗ καταπαίζει εὐφυῶς ὁ Λουκιανός. (ῃερς. 603.) Ἡ δὲ Ἥβη ἀλληγορικῶς Διὸς καὶἭρας λέγεται διὰ τὸ ἀκάματον καὶ ἀεὶ νεάζον τῶν στοιχείων εἰς ἅπερ ἀλληγορεῖται Ἥρα καὶ Ζεύς. ἀπὸ Ἥβης δὲ οὐ ταύτης τῆς μυθικῆς οὐδὲ μὴν τῆς καθ' ἡλικίαν, ἀλλὰ τῆς κατὰ μέρος σωματικὸν, ὅθεν καὶ τὸ ἐφήβαιον, ἔτι δὲ καὶ τὸ ἡβυλλιᾶν παρὰ τῷ κωμικῷ, ἔπαιξέ τις τῶν παλαιῶν ἐξ ἀφορμῆς τῆς κατὰ τὸν μῦθον Ἥβης οὕτως· ἐκαυχήσατό τις φιλεῖν τράχηλον γυναικὸς καὶ τιτθοὺς καὶ ὀμφαλόν. καὶ αὐτὸς μὲν οὕτως ἔφη, ὁ δὲ ἀκούσας εἶπεν ὡς πονηρὸν τοῦτ' ἤδη. καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸτῆς Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκεν. (ῃερς. 604.) Νεκύων δὲ κλαγγὴν ἐνταῦθα εἰπὼν ὡς οἰωνῶν ἐρεῖ ἀλλαχοῦ τρισμὸν ψυχῶν τῶν ἐν Ἅιδου οἷα νυκτερίδων, ὡς ἐκεῖ φανεῖται. (ῃερς. 605.) Τὸ δὲ ἐοικὼς οὕτω καίριον, ὥστε δὶς αὐτὸ εἶπεν ἐν τῷ, νυκτὶ ἐοικὼς, καὶ βαλέοντι ἐοικώς. ἔνθα καὶ κάλλος ἐστὶν, ὡς ἐν τέλει στίχων κειμένων τῶν τοιούτων μετοχῶν. Γυμνὸν δὲ τόξον λέγει τὸ ἔξω γωρυτοῦ. (ῃερς. 606.) Ἀορτὴρ δὲ καὶ τελαμὼν ταυτά εἰσι κατὰ πολυωνυμίαν, ὡς καὶ ὁ ποιητὴς δηλοῖ εἰπὼν ἀορτὴρ, εἶτα πρὸς ἑρμηνείαν ἐπαγαγὼν τὸ, χρύσεος τελαμών. γίνεται δὲ ὁ ἀορτὴρ παρὰ τὸ ἀείρω, τὸ κρεμῶ καὶ μετεωρίζω, καὶ δηλοῖ τὸν κρεμαστῆρα τοῦ ξίφους. (ῃερς. 610.) Σύες δὲ ἀγρότεροι πρὸς διαστολὴν τῶν οἰκοτραφῶν σιάλων. Χαροποὶ δὲ λέοντες οἱ τοιούτους ἔχοντες τοὺς ὀφθαλμούς. χρώματος δὲ ὀφθαλμῶν δηλωτικὸν καὶ τὸ χαροπὸν, λεγόμενον καὶ ἐπὶ παρδάλεων. ἀπὸ δὲ τῆς τοιαύτης χαροπότητος καὶ χάρων ὁ λέων ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐκεῖνο δὲ ἴσως καὶ κατ' ἀντίφρασιν. μᾶλλον γὰρ φοβερὸς ὁ λέων καὶ οὐ χαρὰν ποιῶν, ἤδη δὲ καὶ κατὰ τὸ θανατοποιόν. ἐπεὶ καὶ ὁ Χάρων ἐν Ἅιδου διακονεῖ. (ῃερς.