Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
611.1.1
) Τὸ δὲ ὑσμῖναί τε μάχαι τε ταυτά εἰσιν, ὥσπερ καὶ τὸ, φόνοι τ' ἀνδροκτασίαι τε. (ῃερς. 613.) Τὸ δὲ ἑῇ ἐγκάτθετο τέχνῃ, δηλοῖ μὲν, ὡς ἐῤῥέθη, κατὰ περίφρασιν τὸ ἐτεχνήσατο. πάνυ δὲ καλῶς ἐνταῦθα ἔχει τὸ ἐγκατέθετο, διὰ τὸ μὴ ῥᾷον καὶ ἀπόνως κατεσκευάσθαι τὸν ἀορτῆρα, ἀλλὰ κειμηλιωθῆναι οἷον εἰς χρονίαν κατασκευήν. (ῃερς. 616.) Ὅτι ὁ ποιητής τε καὶ ὁ Ὀδυσσεὺς ὁ μὲν συνιστῶν παρὰ Φαίαξιν ἑαυτὸν ὡς Ἡράκλειον ἆθλον μικροῦ ἀνύσαντα καὶ τῶν Ἡρακλέος ἄθλων τὸν δυσκατεργαστότερον, ὁ δὲ τὸ ἄπιστον τῆς εἰς Ἅιδου καθόδου τοῦ Ὀδυσσέως θεραπεύων ῥητορικῷ νόμῳ δι' ὁμοίου διηγήματος ὡς μηκέτι καινὸν ὂν τὸ κατὰ τὸν Ὀδυσσέα, εἰ καὶ ἄλλοτε τοιοῦτόν τι γέγονε, πλάττουσι τὸν Ἡρακλέα ἐν Ἅιδου, ὡς ἔγνω τε τὸν Ὀδυσσέα καὶ διογενῆ καὶ πολυμήχανον ὀνομάσας προσφωνεῖ οὕτως· ἆ δειλέ, (ῃερς. 617.) ἦ δή τινα καὶ σὺ κακὸν μόρον ἠγηλάζεις, ὅν περ ἐγὼν ὀχέεσκον ὑπ' αὐγὰς ἠελίοιο. Ζηνὸς μέν φησι πάϊς ἦα Κρονίονος. αὐτὰρ ὀϊζὺν (ῃερς. 6.) εἶχον ἀπειρεσίην. μάλα γὰρ πολὺ χείρονι φωτὶ (ῃερς. 621.) δεδμήμην. ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ' ἀέθλους, ὃ δὴ ἔχει τι λέγειν ἀγαθὸς ἀνὴρ ὑποτεταγμένος χείρονι τινὶ καὶ δεινὰ ἐπιτασσόμενος. εἶτα ἐπιφέρει· (ῃερς. 622. 623.) καὶ ποτέ μ' ἐνθάδ' ἔπεμψε κύν' ἄξοντα, οὐ γὰρ ἔτ' ἄλλον φράζετο τοῦδέ τί μοι κρατερώτερον εἶναι ἄεθλον. (ῃερς.