Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
614.1.1
) Τὸ δὲ κειμήλια κεῖται, τρόπος ἐτυμολογίας ἐστί. Τὸ δὲ κάλλιστον καὶ τιμηέστατον, ἀρετὴν ὑπογράφει δωρεᾶς. ὡς γὰρ θεῷ κειμήλια καὶ θύματα τεληέστατα, οὕτω καὶ φίλοις τὰ κάλλιστα δοτέον καὶ τιμηέστατα. (ῃερς. 615.) Τὸ δὲ κρατῆρα τετυγμένον, ἀντὶ τοῦ εὖ καὶ ἐπιτυχῶς κατεσκευασμένον. (ῃερς. 617.) Τὸ δὲ ἔργον δ' Ἡφαίστοιο, πρὸς ὑπερβολὴν εἴρηται, κατὰ τὸν γεωγράφον εἰπεῖν. ὥσπερ λέγεται καὶ Ἀθηνᾶς ἔργα, τὰ καλά. (ῃερς. 618.) Τὸ δὲ φαίδιμος ἥρως, ἄδηλον κατὰ τοὺς παλαιοὺς εἴπερ κύριόν ἐστιν ὄνομα. τινὲς δὲ, Σώβαλον αὐτὸν, ἕτεροι δὲ, Σέθλων ἱστόρησαν. ὅτι δὲ πλούσιοι καὶ οἱ Σιδόνιοι, ἡ ἱστορία λέγει. ὅτι δὲ καὶ καλλίτεχνοι κατὰ τὸν γεωγράφον, δηλοῖ καὶ ὁ ἐν Ἰλιάδι κρατὴρ τοῦ Εὔνεω. Ἐν τούτοις δὲ σημειοῦνται οἱ παλαιοὶ ὡς ὁ Μενέλαος μὲν καίτοι καλὴν πρόφασιν εὐρὼν, ὅμως οὐκ ἐθέλει τὴν τοῦ φιλτάτου Ὀδυσσέως γυναῖκα δι' ἐπικουρίας περισώσασθαι ἐφ' ὁμοίοις εὐεργετηθεὶς, ἐπεὶ οὐδὲ ἐδεήθη κατὰ τῶν μνηστήρων ὁ Τηλέμαχος. δεῖ δὲ φίλοις συντελεῖν, εἰς ἃ βούλονται. Τηλέμαχος μέντοι οὐ προκαλεῖται τὸν Μενέλαον βοηθεῖν ὥσπερ οὐδὲ τὸν Νέστορα, ἐπεὶ ἔχει μαθὼν ἄρτι τὴν τοῦ Ὀδυσσέως ζωήν. πεπληροφόρηται δὲ ἤδη πρὸ τούτων, καὶ ὡς οὐκ ἐπὶ πολὺ ἀπέσται Ὀδυσσεὺς οὐδ' εἴπερ αὐτὸν σιδήρεα δέσματ' ἔχῃσιν. ὥστε τὸ πᾶν εἰπεῖν, οὔτε ζητεῖ ἐπικουρίαν, οὔτε βοηθεῖται. ἀλλ' εἰς μόνον ἐπαρκεῖται ὅπερ ἠθέλησεν. (ῃερς.

Intertext edge

Open linked passage

Note