Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
621.1.1
σθθ.) Ὅτι ἀφεὶς τὸν Τηλέμαχον ὁ ποιητὴς ἐν Σπάρτῃ, ἀπασχολεῖ τὸν λόγον εἰς τοὺς μνηστῆρας, καὶ φησί. δαιτυμόνες δ' ἀνὰ δώματα ἴσαν θείου βασιλῆος. οἵδ' ἦγον μὲν μῆλα. φέρον δ' εὐήνορα οἶνον. σῖτον δέ σφ' ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον. καὶ τὰ μὲν ἔσω, οὕτως εἶχον. μνηστῆρες δὲ πάροιθεν οἴκου, δίσκοισι τέρποντο καὶ αἰγανέῃσιν ἱέντες ἐν τυκτῷ δαπέδῳ ὅθι περ πάρος ὕβριν ἔχεσκον. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδὴς, ἀρχοὶ μνηστήρων. ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι. εἶτα λέγει καὶ ὅτι ὁ τῆς κατὰ Τηλέμαχον νεὼς ναύκληρος Νοήμων ὁ τοῦ Φρονίου ἐγγύθεν ἐλθὼν, εἴρετο τὸν Ἀντίνοον ὁππότε Τηλέμαχος νεῖται ἐκ Πύλου νῆα ἄγων. εἰπὼν, καὶ ὅτι χρεώ μοι γίνεται αὐτῆς εἰς Ἤλιδα διαβῆναι. ἔνθά μοι φησὶν ἵπποι δώδεκα θήλειαι. ὑπὸ δ' ἡμίονοι ταλαεργοὶ ἀδμῆτες. τῶν κέν τιν' ἐλασσάμενος δασαίμην. καὶ οὕτω μὲν ὁ Νοήμων. οἱ δὲ μνηστῆρες, ἀνὰ θυμὸν ἐθάμβεον, οὐ γὰρ ἔφαντο ἐς Πύλον οἴχεσθαι, ἀλλά που ἀγρῶν, ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ. τῷ εὐνουστάτῳ δηλαδὴ Εὐμαίῳ. τῶν γὰρ τοῖς μήλοις ἐπιστατούντων, οὐκ ἀξιοῖ ὀνομάσαί τινα νῦν ὁ ποιητής. ὧν εἷς φανεῖται καὶ ὁ κακόνους Μελάνθιος. (ῃερς.
621.1.2
) Ἰστέον δὲ ὅτι δαιτυμόνες ἐνταῦθα κατὰ παλαιὰν παρασημείωσιν, οὐχ' οἱ φίλοι, ἀλλ' οἱ τὴν δαῖτα ἑτοιμάζοντες. οὗτοι γὰρ πάντως τά τε μῆλα ἦγον καὶ τὸν οἶνον ἔφερον. οἱ γὰρ μνηστῆρες, ἔπαιζον. Ὅρα δὲ καὶ ὅτι αὐτὴ ἡ Ὁμηρικὴ Μοῦσα, θεῖον βασιλέα τὸν Ὀδυσσέα φησίν. ὃν πρὸ τούτων, θεῖον Ὀδυσσέα ἔφη. καὶ ὅτι φανερὰ ἐνταῦθα διαφορὰ τοῦ ἄγειν καὶ τοῦ φέρειν ἐν τῷ, ἦγον μὲν μῆλα ὅ ἐστι θρέμματα. ἔφερον δὲ οἶνον. ὡς τοῦ ἄγειν μὲν καθὰ καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, ἐπὶ ἐμψύχων τὰ πολλὰ λεγομένου. τοῦ δὲ φέρειν, ἐπὶ ἀψύχων. ὅτι δέ ποτε καὶ ταυτίζονται τὸ φέρειν καὶ τὸ ἄγειν, καὶ ἐξ ἄλλων μὲν δῆλον. οὐχ' ἥκιστα δὲ, ἐπὶ κυκλοτερῶν σχημάτων. ἐφ' ὧν λέγεται τὸ περιφερὲς καὶ τὸ περιηγμένον. καὶ ἡ περιφέρεια καὶ ἡ περιαγωγή. οὕτω καὶ περιηγὲς ἄγκιστρον, ὃ περιάγεται, ταυτόν δ' εἰπεῖν, περιφέρεται. (ῃερς.