Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
624.1.1
) τὸν μὲν ἐγὼν ἀνένεικα, τὸν κύνα δηλαδὴ Κέρβερον, καὶ ἤγαγον ἐξ Ἀΐδαο. (ῃερς. 625.) Ἑρμείας δέ μ' ἔπεμψεν ὁ κλεπτικὸς καὶ γλαυκῶπις Ἀθήνη. Ἰστέον δὲ ὅτι καὶ Ἡρακλῆς, ὡς καὶ ἐν Ἰλιάδηλοῦται, εἰς φιλόσοφον ἄνδρα ἐκλαμβάνεται παρὰ τοῖς παλαιοῖς. διὸ καὶ οὐκ ἀπίθανον Ὀδυσσέα τε καὶ Ἡρακλέα φιλοσοφίας τροφίμους ἄνδρας, τὰ αὐτὰ ποιεῖν ἐνεργήματα. ὅθεν καὶ καθὰ τῷ Ὀδυσσεῖ Ἀθηνᾶτὰ πλείω κατορθοῖ, δι' ἧς καὶ τῆς Καλυψοῦς ἀπολέλυται συμπράξαντός τι καὶ τοῦ Ἑρμοῦ, οὕτω καὶ τὸν Ἡρακλῆ Ἀθηνᾶ πέμπει καὶ Ἑρμῆς, ἀνάξοντα τὸν θρυλούμενον Κέρβερον. οὗ ἡ ἀλληγορίαἑτέρωθι κεῖται. (ῃερς. 617.) Ἰστέον δὲ ὅτι τὸ, ἆ δειλὲ καὶ ἆ δειλοὶ, πολλαχοῦ κείμενον πολλάκις καὶ ἐδηλώθη τί δηλοῦν βούλεται. Ἠγηλάζειν δὲ κατὰ τοὺς παλαιοὺς τὸ διώκειν, ἄγειν, φυγαδεύειν, πορθεῖν, ἵνα ᾖ τὸ κακὸν μόρον ἠγηλάζεις ἀντὶ τοῦ κακὴν τύχην ἄγεις, καὶ τὸ πάγχυ κακὸν ἠγηλάζει ἀντὶ τοῦ ὁδηγεῖ, ἄγει. πρωτότυπον δὲ αὐτοῦ, τὸ ἄγειν καὶ τὸ ἐλᾶν, ὅθεν ἀγηλᾶν, καὶ κατὰ παραγωγὴν ἀγηλάζειν, καὶ κατὰ τροπὴν ἠγηλάζειν. διὸ οὐδὲ δασύνεται ἡ ἄρχουσα. ἐκ τοῦ ἄγειν γάρ. χρήσιμον δὲ εἰς τοῦτο καὶ τὸ ἀγηλατεῖν παρὰ Σοφοκλεῖ. ἐκεῖνο μέντοι καὶ δασύνεται παρὰ τὸ ἄγος. (ῃερς. 618.) Τὸ δὲ ὀχέεσκον ἀντὶ τοῦ ᾤχουν ἤτοι ἔφερον, ἐβάσταζον, καὶ ἔστι τὸ, κακὸν μόρον ἠγηλάζειν, ἤγουν ἄγειν, καὶ κακὸν μόρον ὀχεῖν ἀντὶ τοῦ φέρειν ταυτόσημα. (ῃερς. 619.) Τὸ δὲ Κρονίονος ἐκτείνει μὲν καὶ ἐνταῦθα κατὰ ἀναχρονισμὸν τὴν προπαραλήγουσαν, συστέλλει δὲ τὴν παραλήγουσαν. (ῃερς. 6.) Ὡς δὲ πολὺ χείρων Ἡρακλέος ὁ ἐπιτάσσων αὐτῷ Εὐρυσθεὺς, καὶ ὅπως τοῦτο συνέβη, ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 621.) Τὸ δὲ ἐπιτέλλεσθαι διφορεῖται. λέγεται γάρ ποτε καὶ ἐπιτέλλειν ἐνεργητικῶς. (ῃερς. 622.) Τὸ δὲ ἔπεμψε δὶς ἐνταῦθα λεχθὲν διαφόρως εἴρηται. Εὐρυσθεὺς μὲν γὰρ πέμπει ἤτοι συστέλλει τὸν Ἡρακλέα. Ἑρμῆς δὲ καθ' ὁδηγίαν πέμπει. (ῃερς. 623.) Δὶς δὲ καὶ τὸ ἔτι ἐνταῦθα εἶπεν ἐν τῷ, οὐ γὰρ ἔτι ἄλλον φράζετο τοῦδ' ἔτι κρατερώτερον ἄεθλον, περιττῶς τοῦτό γε ποιήσας καὶ οὐ κατά τινα διαφοράν. Τὸ δὲ ἀνένεικα ἀντὶ τοῦ ἀνήνεγκα, λέγεται δὲ τὸ αὐτὸ καὶ ἀνενείκασθαι, ὅτε καὶ δηλοῖ τὸ ἀνελθεῖν, ὡς τὸ, ἀνενείκαντο εἰς τὸ Κωρύκιον παρὰ Ἡροδότῳ. ἴσως δὲ καὶ τότε ἀνακομιδήν τινα δηλοῖὡς καὶ τὸ, ἐς Σπάρτην ἀνενείκαντο καὶ αὐτοὶ ἀνέβησαν. τοιοῦτον δέ τι καὶ τὸ ἀνενείκατο φώνησέν τε, ἤγουν ἀναγαγὼν πνεῦμα, ἐμελῴδησεν. (ῃερς. 629.) Ὅτι ἐμφαίνων ὁ ποιητὴς πολλὰ μὲν ἔτι ἔχειν διηγήσασθαι περὶ παλαιῶν ἡρώων, οἷον καὶ τὰ κατὰ Θησέα καὶ Πειρίθοον, περιττὸν δὲ κρίνειν ἐμβραδύνειν τοῖς κάτω, ὃς καὶ Πατρόκλου καὶ Ἀντιλόχου πρὸ βραχέων μνησθεὶς, οὐδὲν ἱστόρησε περὶ αὐτῶν, ὡς ἂν μὴ ἐπιπολὺ παρατείνῃ τὸ ἐπεισόδιον, φησί· καὶ δὴ ἂν ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα. (ῃερς. 631.) ἀλλὰ πρὶν ἐπὶ ἔθνε' ἀγείρετο μυρία νεκρῶν ἠχῇ θεσπεσίῃ. ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. τοῦτο δὲ παρῳδηθῆναι δύναται εἴς τινα δεινὴν πολυπλήθειαν. (ῃερς. 630.) Ἀοίδιμος δὲ ἐν ἱστορίαις καὶ ὁ Πειρίθοος καὶ ὁ Θησεύς. οὓς καὶ ἐθέλειν διατοῦτο ἰδεῖν εἶπεν ὁ Ὀδυσσεύς. (ῃερς.

Intertext edge

Open linked passage

Note