Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
633.1.1
) Ὅτι δέδιεν Ὀδυσσεὺς ἐν Ἅιδου, μή μοι γοργείην κεφαλήν φησιν δεινοῖο πελώρου ἐξ Ἀΐδος πέμψειεἀγαυὴ Περσεφόνεια βραδύνοντι κάτω. Λέγει δὲ γοργείαν κεφαλὴν δαιμόνιόν τι φοβερὸν, ὅλην γοργόνα, κατὰ τὸ, Τεῦκρε, φίλη κεφαλή. φασὶ δὲ οἱ παλαιοὶ γελοῖον εἶναι τὸν φόβον, ὡς εἴπερ μὴ εἴδωλον καὶ ἡ γοργὼν ἐν Ἅιδου ἦν, ἀλλ' αὐτὴ ἐκείνη, ἐμφαίνει δὲ ὅμως Ὀδυσσεὺς ἀκολούθως τοῖς πεπλασμένοις, ὡς δεινὴ κατὰ τὴν ποτὲ ἀληθῆ γοργόνα, οὕτω καὶ ἡ τῆς Γοργόνος εἰκασία, γοργείην γὰρ κεφαλὴν οἱ παλαιοὶ τὴν τῆς Γοργόνος εἰκόνα φασί. κεῖται δὲ περὶ γοργείας κεφαλῆς καὶ ἐν Ἰλιάδι, ὅπου περὶ τῆς κατὰ τὴν Ἀθηνᾶν αἴγιδος ἐῤῥέθη. ἔνθα ὥσπερ ἡ ἔρις καὶ ἡ ἀλκὴ οὐκ αὐτὰ ἐκεῖνα εἰσὶ τὰ σωματοειδῆ, οὕτως οὐδὲ γοργεία αὐτόχρημα κεφαλὴ τῇ αἰγίδι ἐντέθειται, ἀλλὰ ἢ ἀντίμιμόν τι αὐτῆς, ἢ κατάπληξις δηλοῦται γινομένη διὰ τῆς αἰγίδος οἷα καὶ Γοργόνος τινός. Ἰστέον δὲ ὅτι τε καὶ πᾶς ἄγριος ἀνὴρ καὶ φοβερὸς λέγοιτο ἂν γοργείη κεφαλὴ δεινοῖο πελώρου. καὶ ὅτι ἄλλων ἄλλα φαμένων περὶ Γοργόνος ἤτοι Γοργοῦς, διττὴ γὰρ αὐτῆς ἡ κλίσις καθὰ καὶ τῆς ἀηδόνος καὶ τῆς χελιδόνος, Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ ὡς ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται, ὅτι τὴν Γοργόνα τὸ ζῷον καλοῦσιν οἱ ἐν Λιβύῃ νομάδες, ὅπου καὶ γίνεται, κατώβλεπτα ἢ κατώβλεπτον. ἔστι δὲ προβάτῳ ἀγρίῳ ὅμοιον, κατὰ δέ τινας μόσχῳ. τῇ δ' ἀναπνοῇ πάντα τὰ ἐντυχόντα διαφθείρει. καὶ ἐμβλέψαν δὲ κτείνει, οὐ πνεύματι ἀλλὰ τῇ γινομένῃ ἀπὸ τῶν ὀμμάτων φορᾷ. τοιούτῳ δ' ἂν εἰκάζοιτο ζῴῳ πᾶς ὁ κατὰ πρόσχημα μὲν ἀρετῆς κάτω νεύων εἰς γῆν, ἄλλως δὲ πῦρ, ὅ φασιν ὢν εἰς φθοράν. Ἰστέον δὲ ὅτι ἐκ τῆς ἐνταῦθα γοργείας κεφαλῆς καὶ ἐκ τοῦ ἐπέῤῥεεν ἔθνεα νεκρῶν λαβὼν ὁ Πλάτων ἔφη τὸ, ἐπιῤῥεῖ μοι ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἑξῆς. παράγωγον δὲ ἡ γοργεία κεφαλὴ ἢ τῆς Γοργοῦς ἢ ἀλλὰ τῆς Γοργόνος, (ῃερς.