Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
658.1.1
) Ὅτι ἐκπλήττει ὥσπερ τοὺς ἄλλους, οὕτω καὶ τὸν Ἀντίνοον, τὸ, ἐκ τόσσων ἀέκητι νέον ὄντα παῖδα τὸν Τηλέμαχον, οἴχεσθαι νῆα ἐρυσάμενον κρίναντά τε ἀνὰ δῆμον ἀρίστους. διὸ καὶ ἄχνυται, καὶ μένεος αὐτῷ φρένες ἀμφιμέλαιναι πίμπλανται. καὶ οἱ ὀφθαλμοὶ πυρὶ λάμπονται. (ῃερς. 663.) Καὶ σχετλιάζων φησὶν ἄλλά τε καὶ, ὢ πόποι. ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη Τηλεμάχῳ ὁδὸς ἥδε. (ῃερς. 664.) Φάμεν δὲ οἱ οὐ τελέεσθαι, ὅτε δηλαδὴ ἐλέγομεν μυκτηρίζοντες, τούτῳ δ' ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ' Ἁλιθέρσης. (ῃερς. 666.) Λέγει δὲ ὁ Ἀντίνοος καὶ ὅτι, ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι. (ῃερς. 667.) Εἶτα καὶ ἐπαρᾶται, εἰπών. ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην πρὶν ἡμῖν πῆμα φυτεῦσαι (ῃερς. 668.) Ἐνήχθη δὲ εἰς τοῦτο Ἀντίνοος, πτοηθεὶς ἐξ ὧν φθάσας ὁ Νοήμων εἶπεν. ὡς ἀρχὸς ἔβη τῷ Τηλεμάχῳ τῆς νηὸς, Μέντωρ ἢ θεός. καὶ τὰ ἑξῆς. διὸ καὶ κατεύχεται τοῦ Τηλεμάχου ὡς ἐῤῥέθη, ὅ τις εὔξεται κατὰ ἐχθροῦ, παρῳδήσας τὸ Ζεὺς εἰς τὸ θεός. (ῃερς. 669.) Καὶ ἐπὶ τούτοις, ζητεῖ καὶ αὐτὸς νῆα θοὴν καὶ εἴκοσιν ἑταίρους ὥς τε λοχήσασθαι καὶ φυλάξειν ἐν πορθμῷ Ἰθάκης τε Σαμοιό τε παιπαλοέσσης. ὡς ἄν φησιν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός. καὶ οὕτω μὲν ὁ Ἀντίνοος. θαῤῥῶν ὡς μετὰ εἴκοσιν ἐνόπλων, τοσούτων ἀόπλων τῶν μετὰ Τηλεμάχου περιγενήσεται. οἵ δ' ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον. τί δὲ ἐκέλευον οὐ λέγει ὁ ποιητὴς, ὡς αὐτόθεν δῆλον ὄν. (ῃερς. 673.) Ἰστέον δὲ ὅτι ἐπίτηδες πλάττει τοὺς μνηστῆρας ἐλλοχῶντας ὁ ποιητής, διά τε τὸ ἐναγωνιώτερον τῆς ποιήσεως καὶ μὴ ὕπτιον, καὶ εἰς εὐπορίαν γραφῆς ἤγουν πλατυσμὸν ποιήσεως. ἐπανελεύσεται μέντοι ἀκίνδυνος ὁ Τηλέμαχος, καὶ εἰς κενὸν οἱ μνηστῆρες πλευσοῦνται, διά τε τὸ πιθανόν. οὐ γὰρ ἦν τοὺς ἀμφὶ Τηλέμαχον ἀόπλους, ὡπλισαμένοις τοῖς μνηστῆρσιν ἀντιτάξασθαι. καὶ ὅτι τὰ τῆς μάχης ὁ ποιητὴς ἐν ὑστέρῳ ταμιεύεται. ἀναίσχυντος δέ φασιν ἐν τούτοις ὁ Ἀντίνοος, σχετλιάζων ὡς δεινὰ παθὼν εἰ Τηλέμαχος ἀπεδήμησεν. οὐδενὶ ἔχων φασὶν ἐγκαλεῖν ἢ τῇ ἑαυτοῦ ῥᾳθυμίᾳ. (ῃερς. 667.) Τὸ δὲ ἄρξει καὶ προτέρω κακὸν εἶναι, ἀντὶ τοῦ ἀρχὴν ἀπὸ τοῦ νῦν ποιήσει εἰς τὸ καὶ προσωτέρω καὶ ἐπὶ τὰ ἑξῆς κακῶσαι ἡμᾶς. (ῃερς. 671.) Ὁ δὲ ῥηθεὶς πορθμὸς, τοπογραφικῶς ἐδηλώθη. κείμενος μεταξὺ Ἰθάκης καὶ τῆς περὶ τὴν Κεφαλληνίαν Σάμου τῆς καὶ Σάμης. περὶ ἧς πολλαχοῦ δηλοῦται. (ῃερς. 671.) Ὅτι δὲ περὶ Ἀστερίαν νῆσον ὁ λόχος γέγονε, δηλωθήσεται ἐν τοῖς ἑξῆς. Περὶ δὲ τοῦ σμυγερῶς, προγέγραπται. Πολλαχοῦ δὲ δηλοῦται καὶ ὁ πορθμὸς, στενὴ θάλασσα εἶναι μεταξὺ δύω γεῶν. ἀνάπαλιν πάντως τῷ ἰσθμῷ ὃς δύο μεσιτεύει θαλάσσαις. (ῃερς. 678.) Ὅτι τὸ ἀπευθὴς ἤτοι μηδὲν μαθὼν ὃ πρὸ τούτων ἐῤῥέθη, ἄπυστος ἐνταῦθα φησίν. εἰπών. οὐδ' ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος μύθων οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον. Καὶ ὅρα ὅτι διττὸν καὶ τὸ ἄπυστος καθὰ καὶ τὸ ἀπευθὴς. καὶ νῦν μὲν, ὅμοιόν ἐστι πρὸς τὸ, ὣς ἦλθον φίλε τέκνον ἀπευθής. ἐν δὲ τῷ, οἴχετ' ἄϊστος ἄπυστος, ἶσον δύναται τῷ, κείνου δὲ καὶ ὄλεθρος ἀπευθής. Τὸ δὲ οὐδ' ἄρα ὁ δεῖνα πολὺν χρόνον ἦεν ἄπυστος μύθων οὓς οἱ δεῖνα ἐνὶ φρεσὶ βυσσοδόμευον, μυστηρίου φράζειν φανέρωσιν. ἔστι δὲ τὸ βυσσοδομεύειν καθὰ καὶ τὸ μῆτιν ὑφαίνειν, οἷον, οἵδ' ἔνδοθι μῆτιν ὕφαινον, καὶ τὸ πῆμα φυτεύειν οἷον πρὶν ἡμῖν πῆμα φυτεῦσαι, τολμηρά. καὶ ἐγγὺς κακοζήλων διὰ τὸ μεμονῶσθαι καὶ μὴ ἔχειν καί τινας ἑτέρας λέξεις συστοίχους συγκροτούσας τὴν τροπήν. γοργότητα μέντοι ἄλλως ἔχουσι καὶ ποιητικὸν ὄγκον. Ἰστέον δὲ καὶ ὅτι οἰκεῖον τὸ βυσσοδομεύειν, ταῖς ἐπικεκρυμμέναις βουλαῖς. ῥηθὲν παρά τε τὸν βυσσὸν, ἐπεὶ καὶ πορφύρειν λέγεται τὸ ἐν βάθει διαλογίζεσθαι, καὶ παρὰ τὸ δομεύειν, ὃ ἔχοι ἂν ὁμοιότητα πρὸς τὸ ὑφαίνειν, ἐπεὶ καὶ ἄμφω στοιβή τινα ἔχουσι τὸ μὲν, νημάτων. τὸ δὲ, ὕλης ἑτέρας ἑξῆς οἱ δόμοι. Δῆλον δὲ ὅτι καθὰ ἐκ θαλάσσης τέτραπται τὸ βυσσοδομεύειν καὶ τὸ πορφύρειν, οὕτω καὶ τὸ καλχαίνειν ὡς καὶ προείρηται. καὶ ὅτι ἐκ τοῦ βυσσοδομέειν κατ' ἐπένθεσιν τοῦ ˉυ γέγονε τὸ βυσσοδομεύειν πρὸς χρησιμότητα μέτρου ἡρωϊκοῦ. ὁμοίως τῷ ἡνιοχεύειν καὶ ἀμφιπολεύειν καὶ τοῖς τοιούτοις. (ῃερς. 677.) Ὅτι κήρυξ ὁ Μέδων αὐλῆς ἐκτὸς ὢν καὶ ἀκούσας τῶν μνηστήρων βουλευομένων κατὰ Τηλεμάχου, ἤγγειλε τὸ κακὸν τῇ Πηνελόπῃ. ὅμοιον δέ τι καὶ ἐν τοῖς ἑξῆς που ποιήσει. πάνυ γὰρ εὔνους ὁ ἀνὴρ τῷ τοῦ Ὀδυσσέως οἴκῳ. διὸ καὶ περισωθήσεται. Καὶ ὅρα ὡς οὐκ ἀδύνατον καθὰ ἐν πολλοῖς ἀγαθοῖς εὑρίσκεσθαι καί τινα μὴ τοιοῦτον, οὕτω καὶ ἐν ὁμίλῳ κακῶν ἀνδρῶν, παρεμεμίχθαι καὶ ἀγαθούς. ὁποῖοι καὶ ἐν Ὀδυσσείᾳ τῷ βασιλικῷ οἴκῳ, Εὐρύκλεια. Εὐρυμέδων. Μέντωρ. καὶ ἕτεροι. οὐ γὰρ μόνον κατὰ τὴν τραγῳδίαν ἐν χορείαις οὖσα σώφρων οὐκ αἰσχύνεται, ἀλλὰ καὶ ἀνὴρ σώφρων φαύλοις συνὼν κατά τι ἀναγκαῖον, οὐκ ἂν αἰσχρὸς εἴη. (ῃερς. 680.) Ὅτι τὸ κατ' οὐδοῦ βῆναι, ἀντὶ τοῦ, τῇ θύρᾳ ἐγγίσαι. ἢ καὶ εἰσελθεῖν. λέγεται δὲ καὶ ὁδὸς ἀρσενικῶς, ὁ οὐδός. ὥς που καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. (ῃερς. 682.) Ὅτι πρόκλησις εἰς τρυφὴν τὸ, εἰπέμεναι ἔργων παύσασθαι, σφίσι δ' αὐτοῖς δαῖτα πένεσθαι. ἔργα δὲ καὶ ἐνταῦθα, τὰ γυναικεῖα φησίν. ὡς καὶ ἐν τῷ, τὰ σαυτῆς ἔργα κόμιζε. Καὶ ὅρα ὡς τὸ δαῖτα πένεσθαι, οὐκ εἰς λόγον ἔργου τίθεται. (ῃερς. 684.) Ὅτι ἐνδιάθετος ἀρὰ ἡ τῆς Πηνελόπης κατὰ τῶν μνηστήρων τὸ, μὴ μνηστεύσαντες, μὴ δ' ἄλλοθ' ὁμιλήσαντες, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν. τινές δ' ἐνταῦθα δύο τελείας ἐννοίας ἐνόησαν. μίαν μὲν ἐλλειπτικὴν, ἐν τῷ πρώτῳ στοίχῳ. ἵνα λέγῃ, μὴ μνηστεύσαντες εἶεν, καὶ ἑξῆς. ἑτέραν δὲ τὸ, ὕστατα δειπνήσειαν. καὶ ἔστι φασὶν ἡ τοῦ πρώτου στίχου ἔλλειψις, συγκεχυμένης καὶ ἀγωνιώσης ψυχῆς. Τὸ δὲ ὁμιλήσαντες, ἀντὶ τοῦ ὅμιλον ποιήσαντες. ὡς τὸ, τίς δαίς. τίς ὅμιλος. (ῃερς. 685.) Τὸ δὲ ὕστατα καὶ πύματα, λέξεις εἰσὶν ἰσοδύναμοι. ἵνα λέγῃ τῇ ἐκ παραλλήλου θέσει, ὡς πάνυ ἔσχατα δειπνήσαιεν. καὶ ὡς εἰπεῖν, ἔσχατα ἐσχάτων. Τὸ δὲ ἐνθάδε, ἐπιεικῶς ἐῤῥέθη ὡς μὴ ἁπλῶς ἐπαρωμένης τῆς Πηνελόπης ἔσχατον τοῦτο δεῖπνον τοῖς μνηστῆρσιν εἰ καὶ ἄλλοθι δειπνεῖν ἐθέλουσιν. ἐφεξῆς δὲ, κεῖται ἄλλο σχῆμα ἐνδιαθέτου λόγου κατὰ ὀργὴν τὸ, οἳ θάμ' ἀγειρόμενοι, βίοτον κατακείρετε πολύν. οὐδέτι ἀκούετε καὶ τὰ ἑξῆς. οὐκέτι γὰρ πρὸς τὸν Μέδοντα ὁ λόγος, ἀλλ' ὡς πρὸς παρόντας καὶ ἀκούοντας καὶ αὐτοὺς δὴ τοὺς μνηστῆρας, τὰ τοιαῦτα φησὶ σχετλιάζουσα, ἤγουν τὸ κείρετε καὶ τὸ ἀκούετε. ἐν τούτοις δὲ, καὶ τὸν ἄνδρα ὡς ἀγαθὸν βασιλέα ἐπαινεῖ. (ῃερς. 687.) Ὅτι ὀνειδισμὸς πρὸς ἄνδρας ἀπροσεκτοῦντας τῇ τῶν παλαιῶν πράξεων μαθήσει τὸ, οὐδέ τι πατέρων ἡμετέρων τὸ πρόσθεν ἀκούετε παῖδες ἐόντες, οἷος ὁ δεῖνα ἦν. Ἰστέον δὲ ὅτι ὥσπερ θυγατέρων θυγατρῶν, ὡς τὸ Πριάμοιο θυγατρῶν, οὕτω καὶ πατέρων πατρῶν. ὃ καὶ μετὰ ταῦτα κεῖται ἐν τῷ ἐξ ἔτι πατρῶν. (ῃερς. 689.) Ὅτι ἔπαινος βασιλέως καὶ ἀγαθοῦ δὲ ἁπλῶς ἀνδρὸς, τὸ, οἷος ὁ δεῖνα ἔσκεν, οὔτέ τινα ῥέξας ἐξαίσιον, οὔτέ τι εἰπὼν ἐν δήμῳ. ἥ τ' ἐστὶ δίκη θείων βασιλήων. ποία δὲ ἡ τοιαύτη δίκη; ἄλλον κ' ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη. κεῖνος δ' οὔποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει. περὶ Ὀδυσσέως δὲ ταῦτα. ὃν ἄλλως φθάσας ἐπῄνησε πάνυ γοργῶς κατὰ ὁμοίαν ἔννοιαν, ἐν τῷ, πατήρ δ' ὣς ἤπιος ἦεν. εἴη δὲ ἂν οὕτως ἤπιος ὁ μή τινα βλάψας ἢ ἔργοις ἢ λόγοις. (ῃερς. 690.) Ἐξαίσιον δὲ, τὸ ἔξω τοῦ αἰσίου ὡς καὶ ἐν Ἰλιάδι κεῖται. οὕτω δὲ καὶ ἔκδικον παρὰ τοῖς παλαιοῖς, τὸ ἔξω τοῦ δικαίου, τὸ μέντοι μὴ τοιοῦτον, ἔνδικον λέγεται καὶ ἐναίσιμον. οὕτω καὶ ἔκτιμον παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ, τὸ ἔξω τιμῆς. ἑτεροῖον ὂν παρὰ τὸ ἔντιμον. ὅτι δὲ τὸ ἐκ τούτου ῥῆμα τὸ ἐκτιμᾶσθαι, τιμῆς ἐπίτασιν δηλοῖ, ὁ αὐτὸς ἐν ἄλλοις ἐκφαίνει. (ῃερς. 691.) Τὸ δὲ ἥτις ἐστὶ δίκη, ἀντὶ τοῦ ὅπέρ ἐστι δίκαιον καὶ οἱονεὶ νόμος ἢ ἔθος. περὶ δὲ τοῦ τοιούτου σχήματος, διείληπται καὶ ἐν τῇ Ἰλιάδι. ὡς καὶ περὶ τοῦ, ὃς νόμος τῷ δεῖνι καὶ ὃς τρόπος τοῦ δεῖνος. Τὸ δὲ θείων βασιλήων, παιδευτικῶς ἐῤῥέθη. ὡς τῆς βασιλικῆς θειότητος μηδέν τι ἀλλοιουμένης εἰ καί τι ῥέζουσιν ἐξαίσιον ἐχθαίροντες. ἐπεὶ καὶ κατὰ τὸν τραγικὸν Σοφοκλέα, τὸν τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον. ὅ ἐστιν ἀεὶ δικαιοπραγεῖν ὡς πᾶσιν ἀρέσκειν. καὶ ὡς εἰπεῖν, σεβαστὸν εἶναι. (ῃερς. 693.) Τὸ δὲ ἀτάσθαλον ἐώργει, ἐφερμηνευτικόν ἐστι τοῦ, ῥέξας ἐξαίσιον. ταυτὸν γὰρ ἐξαίσιόν τι ῥέξειν καὶ ἀτάσθαλόν τι ἐοργέναι. Ἀρχαϊκὸν δὲ τὸ, οὔ ποτε ἀτάσθαλον ἄνδρα ἐώργει, λείπει γὰρ πρόθεσις. ἵνα ᾖ, ὡς οὐκ ἐποίησέ τι κακὸν εἰς ἄνθρωπον. (ῃερς. 694.) Ὅτι ἀχαριστίας ἔνδειξις τὸ, ἀλλ' ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα, φαίνεται. οὐδέ τις ἐστὶ χάρις μετόπισθ' εὐεργέων, ἤγουν τῶν εὐεργετῶν. κεῖται δὲ τὸ εὐεργὴς καὶ ἐπὶ ἑτεροίου σημαινομένου παθητικῶς ὡς δηλοῖ τὸ, εὐεργέα λώπην. καὶ τὸ, εὐεργέος ἔκπεσε δίφρου. (ῃερς. 695.) Τὸ δὲ φαίνεται, ἀντὶ τοῦ φανερώτατός ἐστιν. ἐκ τοῦ φάω φῶ. ἐξ οὗπερ οὐ μόνον τὸ φαείνω καὶ τὸ ἐξεφαάνθη, ἀλλὰ καὶ τὸ φαίνω, ὡς χρῶ χραίνω. ῥῶ ῥαίνω. καὶ τὰ τοιαῦτα. (ῃερς. 697.) Ὅτι τὸ, αἲ γὰρ δὴ, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη, ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο μνηστῆρες φράζονται ὃ μὴ τελέσειε Κρονίων. παρῳδηθήσεταί ποτε ὅτέ τινος ἐπὶ μικρῷ τινι ἀγανακτοῦντος, μεῖζόν τι μέλλει κακὸν ἐπελθεῖν. ὁ Μέδων δὲ καὶ τοῦτο τῇ δεσποίνῃ λέγει ἐφ' οἷς οἱ μνηστῆρες ἐπιβουλεύονται τῷ υἱῷ. Τὸ δὲ βασίλεια, ὅτι καὶ βασίλισσα παρὰ τοῖς ὕστερον λέγεται καὶ βασίλιννα, προγέγραπται. ὅτι δὲ καὶ ὡς ἱερεὺς ἱέρεια οὕτω καὶ βασιλεὺς βασίλεια, καὶ ὡς Ἀττικόν ἐστι, δῆλον καὶ αὐτό. (ῃερς. 702.) Ὅτι καὶ ἐνταῦθα ῥηθὲν τὸ, Πύλον ἠγαθέην, δηλοῖ καὶ ἐν τῷ, Πύλον ἠμαθόεντα, θηλυκῶς αὐτὴν λέγεσθαι. (ῃερς. 703.) Ὅτι λύπην μεγάλην φράζει τὸ, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε. τὼ δὲ οἱ ὄσσε δακρυόφιν πλῆσθεν. θαλερὴ δέ οἱ ἔσχετο φωνή. ὀψὲ δὲ ἔπεσσιν ἀμειβομένη προσέειπε. Πηνελόπη δὲ οὕτως ἔπαθε, μαθοῦσα τὴν κατὰ τοῦ παιδὸς ἐπιβουλήν. Τὸ δὲ λύτο γούνατα καὶ φίλον ἦτορ, ἐπὶ ὕπνου μετ' ὀλίγα παραφράσας, ἐρεῖ. λύθεν δέ οἱ ἅψεα πάντα. (ῃερς. 704.) ἡ δὲ ἀμφασία, πλεονασμὸν ἔχει τοῦ ˉν διὰ φωνῆς ὄγκον ὡς προδεδήλωται. Δοκεῖ δὲ ἐκ περισσοῦ κεῖσθαι τὸ ἐπέων. καὶ δίχα γὰρ αὐτοῦ, ἀμφασία νοοῖτ' ἂν ἡ τῶν ἐπῶν σιγὴ, εἰ μὴ ἄραπρὸς διαστολὴν ἴσως κεῖται τῆς τῶν στεναγμῶν βοῆς. Τοῦ δὲ ἀμφασίη ἐπέων λάβε, σαφὴς παραποίησις τὸ, θαλερὴ δέ οἱ ἔσχετο φωνή. (ῃερς. 707.) Τὸ δὲ τῆς φωνῆς θαλερὸν, οἰκεῖον ἐπὶ γυναικός, καὶ μάλιστα τοιαύτης. Ὅτι ἀπορήσασα Πηνελόπη τίς χρείᾳ τῷ υἱῷ νηῶν ἐπιβαίνειν αἵθ' ἁλὸς ἵπποι ἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐφ' ὑγρὴν, λύει εἰποῦσα. ἢ ἵνα μὴ δ' ὄνομ' αὐτοῦ ἐν ἀνθρώποισι λίπηται. οὕτω δὲ καὶ πρὸ ὀλίγων ἐρωτήσασα, κῆρυξ τί ποτε ἦλθες, λύει οὕτως. ἢ εἰπεῖν δμωαῖς ἔργων παύσασθαι. Καὶ σημείωσαι ὡς καὶ τοῦ τοιούτου τῶν λύσεων σχήματος, Ὅμηρος κατῆρξε τοῖς ἐσύστερον. καὶ ἔστιν ὅμοιον ὡς εἴ τις εἴποι, τί δή ποτε θνητὸς ὁ ἄνθρωπος. ἢ ὅτι καὶ γενητός. (ῃερς. 708.) Σκοπητέον δὲ εἰ κατὰ καιρὸν εἴρηται τῇ Πηνελόπῃ ἡ ἀπὸ τῶν ὠκυπόδων ἵππων ἐπὶ τὰς ὠκυπόρους νῆας μεταφορά. καλῶς μὲν γὰρ μετηνέχθη. οὐκ ἂν δὲ ἴσως εἴπῃ τις, τῇ οὕτω πενθούσῃ ἄδειαν εἶναι τοιαύτῃ τροπῇ ἐνευκαιρεῖν καὶ ἀστεΐζεσθαι. Ὅρα δ' ἐνταῦθα καὶ τὸ τῆς φράσεως ἀσφαλές. οὐ γὰρ εἶπεν, αἵθ' ἁλὸς ἵπποι εἰσὶν, ἵνα μὴ ψυχρεύσηται. εἰ γάρ που καὶ θαλάσσης ἵπποι κατὰ τοὺς ποταμίους, ζῷα εἶεν ἂν καὶ αὐτοί, ἀλλὰ ἵπποι φησὶ θαλάσσης γίνονται τοῖς ἀνθρώποις. ὡς ἂν εἴη λέγων ἐλλειπτικῶς, ὅτι αἱ νῆες ὡς ἵπποι ἁλὸς γίνονται τοῖς ἀνθρώποις. ὁμοίως τῷ, δέμας πυρὸς ἀντὶ τοῦ ὡς πῦρ. ἢ καὶ ἄλλως, ὡς ἵπποι ἐπὶ ἁλός. ὅθεν ὥσπερ ἀναβάται κατὰ τοὺς ἐπὶ γῆς ἵππους, οὕτως ἐπιβάται ἐπὶ τῶν νηῶν. Ἰστέον δὲ ὅτι ἐντεῦθεν λαβὼν, Εὐριπίδης, ναΐαν ἀπήνην τὸ πλοῖον ἔφη. ὁ δὲ ἅρμα εἰπὼν αὐτὸ, ἐξ Ὁμήρου καὶ αὐτὸς τὴν λέξιν ἐκέρδανεν. ὃς ἐν τοῖς ἑξῆς, νῆα Φαιακικὴν τετρόρῳ εἰκάζει ἀσφαλῶς θέοντι. πόδας δὲ εἰπεῖν ἀνδρῶν τὰ πλοῖα, Ὁμηρικήν τινα καὶ αὐτὸ ἔχει μέθοδον δηλωθησομένην ἐν τοῖς ἑξῆς. ἐξ οὗ ναυσίποδες οἱ νησιῶται παρὰ τοῖς παλαιοῖς, ὡς ναυσὶ χρώμενοι πρὸς τὸ διὰ θαλάσσης ὁδεύειν, ὅσα καὶ ποσί. φανερὸν δὲ, ὅτι καὶ πόδες νηὸς λέγονται οὐ μόνον οἱ τῇ τάσει τοῦ ἱστίου συντελοῦντές τι ὡς τὸ, ἐν δ' ὑπέρας τε πόδας τὲ, ἀλλὰ καὶ αἱ κῶται. ὅθεν καὶ ποδήρης ναῦς κατὰ ἰδέαν δριμύτητος, ἡ ἐρεσσομένη ποσὶν ὅ ἐστι κῶπες. Τὸ δὲ πουλὺν ἐφ' ὑγρὴν, Ἰωνικῶς πέφρασται. Ἰώνων γὰρ, ἡ πολύς. ὡς καὶ τὸ, θῆλυς ἑέρση. (ῃερς. 709.) Ἰστέον δὲ ὅτι τὸ, περόωσι πουλὺν ἐφ' ὑγρὴν, ἔοικε πρὸς τὴν τροπὴν εἰρῆσθαι τοῦ, αἵθ' ἁλὸς ἵπποι ἀνδράσι γίνονται. ὠκύτατον γὰρ καὶ ἵππος ἐν ζῴοις, καὶ πολλὴν ἔχων περιϊέναι γῆν ὠκυπορῶν, διὸ καὶ Ἡλίῳ ἀνάκειται. ὡς ταχυτάτῳ φασὶ, ταχύτατος. (ῃερς. 712.) Ὅτι ἀμφιβάλλων πῶς ἐπεχείρησέ τις παραβόλῳ ἔργῳ, εἴποι ἂν τὸ, οὐκ οἶδ' εἴ μιν θεὸς ὤρορεν ἠὲ καὶ αὐτοῦ θυμὸς ἐφωρμήθη ποιῆσαι τόδε. ὁ Ὁμηρικὸς δὲ Μέδων τοῦτο περὶ Τηλεμάχου φησὶ πάνυ καλῶς, εἰς ἀλληγορίας αἴνιγμα, μυθικῶς μὲν γὰρ, Ἀθηνᾶ ὤρινεν αὐτόν. ἀληθῶς δὲ, οἴκοθεν ἐφωρμήθη ἀποπλεῦσαι. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα τὸ ὤρορε, μετάθεσιν αὐξήσεως ἔπαθε διὰ μέτρου ἀνάγκην. (ῃερς. 714.) Ὅτι ἐν τῷ, ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπε, περιφραστικῶς ὁ λόγος ἀντὶ τοῦ, ἢ νόστον ἢ θάνατον. (ῃερς. 716.) Ὅτι πολλὴν γυναικὸς ἀδημονίαν δηλοῖ ἐπὶ λύπῃ μεγάλῃ τὸ, τήν δ' ἄχος ἀμφεχύθη θυμοφθόρον. οὐδ' ἂρ ἔτι ἔτλη δίφρου ἐφέζεσθαι, πολλῶν κατὰ οἶκον ἐόντων. ἀλλ' ἂρ ἐπ' οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο οἴκτρ' ὀλοφυρομένη. (ῃερς. 7.) Περὶ δὲ δμωαὶ μινύριζον πᾶσαι ὅσαι κατὰ δώματ' ἔσαν νέαι ἠδὲ παλαιαί. Καὶ ὅρα καὶ νῦν τὸ τῶν γυναικῶν φίλοικτον. συγκλαίουσι γὰρ τῇ δεσποίνῃ αἱ δμωαί. καὶ τὴν αἰτίαν σιγήσας ὁ ποιητὴς, ἀφίησι νοεῖν, ὡς φιλοῦσαι τὴν δέσποιναν κοινοῦνται τὸν θρῆνον. (ῃερς. 722.) διὸ καὶ αὐτὴ οὕτως αὐτὰς προσφωνεῖ. κλῦτε φίλαι καὶ τὰ ἑξῆς. ἀπᾷδον δὲ οὐδὲν, φίλας κληθῆναι τὰς εὔνους θεραπαινίδας, εἴγε διὰ τὴν δεσποτικὴν εὔνοιαν καὶ ὁ δοῦλος Εὔμαιος, δῖος ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἐλεινὸς δὲ ὁ πρὸς τὰς δουλίδας οὗτος λόγος. οἱ γὰρ διὰ δυστυχίαν καταβαίνοντες ἐκ τοῦ ἀξιωματικοῦ εἰς τὸ ταπεινὸν, πολὺν ἐκ τῶν ἀκροατῶν ἴσχουσιν ἔλεον. καὶ νῦν μὲν, φίλας ἔφη τὰς δμωὰς ἡ δέσποινα. ὅτε δὲ καὶ προϊοῦσα κατ' αὐτῶν ἀγανακτεῖ, ἀρκεῖται εἰποῦσα, σχέτλιαι οὐδ' ὑμεῖς ἐν φρεσὶν ἔθεσθε, καὶ τὰς ἑξῆς. Ἔνθα καὶ σημείωσαι ὅτι τὸ οὕτω διατίθεσθαι ὡς σχέτλιον τινὰ λέγειν, τοῦτό ἐστι τὸ σχετλιάζειν. (ῃερς. 716.) Ἰστέον δὲ καὶ ὡς εἴποι ἐκ τοῦ ˉα ἐπιτατικοῦ καὶ τοῦ χῶ τὸ χέω γίνεται ἄχος ἡ ἄγαν δηλαδὴ σύγχυσις τῆς ψυχῆς, ἔχοι ἄν τι ἐτυμολογίας καὶ παρηχήσεως, τὸ, ἄχος ἀμφεχύθη. (ῃερς. 717.) Δίφρος δὲ, οὐ μόνον ὁ τοῦ ἅρματος, ἀλλ' ἰδοῦ καὶ θρόνου κατ' οἶκον εἶδος ἐοικὸς ἴσως τῷ τοῦ ἅρματος δίφρῳ. ἔχει δέ ποτε καὶ εὐτέλειαν ὁ τοιοῦτος. Εὔμαιος οὖν ἐν τοῖς ἑξῆς, δίφρον εἷλεν ἔνθα δαιτρὸς ἐφῖζε κρέα πολλὰ δαιόμενος. καὶ τῷ Ὀδυσσεῖ δὲ, ἡ Εὐρηνόμηδίφρον ἔφερε καὶ κῶας ἐπ' αὐτοῦ. Ἐν δὲ παλαιῷ ῥητορικῷ λεξικῷ εὕρηνται καὶ, σκολύθρια, διφρία βραχέα. καὶ ἄλλως δὲ, σκόλυθρα, διφρία ταπεινά. καὶ ἔστι τὸ μὲν διφρίον ἐκεῖ, ὡς γένος. τὸ δὲ σκόλυθρον ἢ σκολύθριον, ὡς εἶδος. ἡ δὲ χρῆσις αὐτοῦ ἀναφέρεται εἰς Πλάτωνα ἐν Εὐδυδήμῳ. ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ, καὶ ὅτι περιπαθὲς τὸ ἐπεισόδιον, εἰ τὸν Ὀδυσσέα θρηνοῦσα ἡ Πηνελόπη, τὴν ἐπὶ τῷ παιδὶ ἀγωνίαν προσλάβοι. Τὸ δὲ πολλῶν κατὰ οἶκον ἐόντων, ἁπλῶς οὕτω παρενετέθη πρός τε ἀναπλήρωσιν στίχου, καὶ πολυκτημοσύνης ἔνδειξιν. (ῃερς. 718.) Τὸ δὲ ἐπ' οὐδοῦ ἷζεν οὐ μακρὰν μέν ἐστι τοῦ χαμᾶζε καθεσθῆναι. προσφυῶς δὲ ἔχει τῇ πενθούσῃ ἐπὶ τῇ ἐξόδῳ τοῦ υἱοῦ καὶ ἐθελούσῃ τὴν αὖθις ἐκείνου εἴσοδον. (ῃερς. 719.) Τὸ δὲ μινυρίζειν, καὶ ἀλλαχοῦ ἐδηλώθη ἐπὶ ὑφειμένου κλαυθμοῦ τίθεσθαι, ὡς ἀπὸ τοῦ μινυὸν ὃ δηλοῖ τὸ μικρόν. (ῃερς. 7.) Τὸ δὲ νέαι ἠδὲ παλαιαὶ, πρὸς ἑρμηνείαν ἐπῆκται τοῦ πᾶσαι. (ῃερς. 722.) Ὅτι γυνὴ πενθοῦσα καὶ ἐπὶ ἀνδρὸς ἀγαθοῦ ἀπωλείᾳ καὶ ἐπὶ ὁμοίῳ φόβῳ τῷ περὶ παιδὸς, εἴποι ἂν τῶν Ὁμήρου ταῦτα. περὶ γάρ μοι Ὀλύμπιος ἄλγεα δῶκεν ἐκ πασέων ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ' ἐγένοντο. ἡ πρὶν μὲν, πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, παντοίῃς ἀρετῇσι κεκασμένον. ἐσθλόν. τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. νῦν δ' αὖ, παῖδ' ἀγαπητὸν ἀκλέα ἐκ μεγάρων κίνδυνος ὀλέσθαι. Πηνελόπης δὲ λόγοι ταῦτα, σοφώτερον ἐπαινούσης ἄρτι τὸν ἄνδρα ἤπερ ὅτε τὸν ἕνα μόνον εἶπε στίχον τὸ, οὗ κλέος εὐρὺ καὶ ἑξῆς. (ῃερς. 724.) Τὸ δὲ θυμολέοντα, κάλλιον εἶπεν αὐτὴ, ἤπερ ὁ Μενέλαος λέοντι τὸν Ὀδυσσέα φθάσας εἴκασεν ἐν παραβολῇ. λέων μὲν γὰρ, οὐκ ἂν εἴη Ὀδυσσεὺς ὅτι μὴ μόνον παραβολικῶς. θυμολέων δὲ, πιθανῶς ἂν εἶναι λεχθείη. (ῃερς. 726.) Τὸ δὲ ἐσθλὸν, δὶς ἐνταῦθα εἶπε, μιμούμενος γυναῖκα σχεδιάζουσαν καὶ μὴ ἐνευκαιροῦσαν εὑρέσει ἐπιχύσεως διαφόρων λέξεων. (ῃερς. 728.) Τοῦ δὲ ἀκλεὴς, ἡ μὲν κοινὴ αἰτιατικὴ, ἀκλεέα καὶ ἀκλεῆ. ὡς τὸ, ὑγιέα ὑγιῆ. Καὶ εὐφυέα εὐφυῆ. ἡ δὲ Ἀττικὴ, εὐκλεᾶ κατὰ τὸν ὑγιᾶ καὶ τὸν εὐφυᾶ. τὸ μέντοι ἀκλέα, συγκοπὴν ἔπαθεν ἐκ τοῦ ἀκλεέα ὁμοίως τῷ, δυσκλέα Ἄργος ἱκέσθαι. Ἰστέον δὲ ὅτι Ἰωνικώτερον ἔχει τὸ ἀκλέα. καὶ ὅτι εἰ καὶ ἀκλεᾶ ἐγράφη Ἀττικῶς, εἶχε συμβιβάζεσθαι καὶ τοῦτο εἰς μέτρον οὐ μόνον σπονδειακῶς κατὰ συνίζησιν, ἀλλὰ καὶ δακτυλικῶς διὰ τὴν εἰς φωνῆεν περαίωσιν καὶ τὴν μετ' αὐτὸ θέσιν τοῦ ἐπαγομένου φωνήεντος. φησὶ γάρ. ἀποκτεῖναι μεμάασιν ἀκλέα ἐκ μεγάρων. τούτου δὲ καλλίων ἐστὶν ἑτέρα γραφὴ τὸ, ἀνηρείψαντο θύελλαι ἀκλέα ἐκ μεγάρων. ὅπερ ἀστείως ἔχει λεχθὲν, διὰ τὸ τὸν παῖδα πλεύσαντα, ἐπιτρέψαι ἀνέμοις ἑαυτόν. (ῃερς. 729.) Ὅτι τὸ, οὐδ' ὑμεῖς ἑκάστη, ταυτὸν μὲν τῷ, ὑμῶν ἑκάστη. Ἀττικώτερον δὲ τοῦτο. καὶ ἔστιν ἐκ παραλλήλου ταυτὸν τὸ ὑμεῖς καὶ τὸ ἑκάστη. (ῃερς. 732.) Ὅτι ἐνταῦθα δείκνυται ὡς καλῶς τὸν Τηλέμαχον ἐποίησεν Ὅμηρος ἀποπλεύσαντα λάθρα τῆς μητρός. ὁ μὲν γὰρ ἀπέκρυψε τὸν πλοῦν ἵνα μὴ κλαίουσα χρόα καλὸν ἰάπτῃ. αὐτὴ δὲ, φησίν. ὡς εἴπερ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, τῷκε μάλ' ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλιπε. Χρήσιμος δέ ποτε ὁ λόγος, παντὶ μεταμελομένῳ ἐφ' οἷς φίλος τις λαθὼν ἀπεδήμησε. (ῃερς. 735.) Τὸ δὲ καὶ ἐσσύμενος περ ὁδοῖο, ὅμοιον τῷ, ἐπειγόμενός περ ὁδοῖο. Ὅτι Δολίος, παροξύτονον τρίβραχυ κύριον ἐνταῦθα. δοῦλος δὲ οὗτος προικῷος τῇ Πηνελόπῃ. φησὶ γάρ. ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ. καί μοι κῆπον ἔχει πολυδένδρεον. τοῦτον ἐθέλει στεῖλαι ἡ Πηνελόπη τῷ Λαέρτῃ ὡς ἂν μαθὼν ἐκεῖνος ἔλθῃ καὶ λαλήσῃ ἐν τῇ πόλει τὰ ὑπὲρ Τηλεμάχῳ. ὃν αὐτοῦ τὲ καὶ τοῦ Ὀδυσσέως γόνον καλεῖ, ὡς Ὀδυσσέως μὲν, ἔκγονον. ἐκείνου δὲ ἔγγονον. Σημείωσαι δὲ ὅτι ὁποῖα καὶ ἄλλα τοιαῦτα ποιεῖ Ὅμηρος, ἐλαλήθη μὲν πρὸ τῆς Πηνελόπης, κληθῆναι τὸν κηπουρὸν Δολίον, οὐχ' εὕρηται δὲ τοῦτο πραχθὲν, διὰ τὸ κωλυθῆναι ὑπὸ τῆς Εὐρυκλείας μετ' ὀλίγα. ἐπεὶ μὴ δὲ ἐχρῆν, τὸν γέροντα σκυλμὸν παθεῖν οὐκ εὔχρηστον τῷ ποιητῇ. καὶ οὐδὲ τὰ ὑπὸ τῶν δεσποτῶν ἀσκέπτως ἐπιταττόμενα, πληροῦσθαι χρεών. Ἐνταῦθα δὲ προσθετέον ἐκ τῶν μεθ' Ὅμηρον, καὶ ὅτι πᾶσα ἡ Πανορμίτις τῆς Σικελίας κῆπος προσηγορεύετο διὰ τὸ πλήρης εἶναι δένδρων ἡμέρων. ὅτι δὲ καὶ ἡ Συράκουσα κῆπον εἶχε πολυτελῆ ὃς ἐκαλεῖτο μῦθος ἐν ᾧ Ἱέρων χρηματίζων ἦν, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. ἐκαλεῖτο δ' ἂν ἴσως μῦθος ὁ κῆπος ἐκεῖνος, διὰ τὸ μὴ ἂν ῥᾳδίως ἐξ ἀκοῆς πιστεύεσθαι τοιοῦτος εἶναι ἀλλὰ μυθικῶς πεπλάσθαι. παραδέδοται δὲ καί τι κουρᾶς εἶδος, κῆπος λέγεσθαι. ἡ δὲ μανιόκηπος γυνὴ τουτέστιν ἡ περὶ μίξεις μεμηνυῖα, κήπῳ τῷ κατ' αὐτὴν οὕτω σκώπτεται. περὶ ὃνδηλαδὴ μέμηνεν ἀποφραγνῦσα τοῖς ἐθέλουσι τὴν τῆς ὥρας ὀπώραν δρέπεσθαι. (ῃερς. 737.) Τὸ δὲ πολυδένδρεον, διαστέλλει λειμῶνος τὸν κῆπον. ὁ γὰρ λειμὼν οὐκ ἐξ ἀνάγκης πολύδενδρος. (ῃερς. 743.) Ὅτι θρεψαμένη τὸν Ὀδυσσέα ἡ γραῦς Εὐρύκλεια καὶ ὡς ἐπὶ υἱῷ ἐκείνῳ διακειμένη, νύμφην προσφωνεῖ τὴν καὶ δέσποιναν καὶ βασίλειαν ἐν τῷ, νύμφα φίλη. ὡς εἴπερ εἶπε, νύμφη τοῦ υἱοῦ μου. κεῖται δὲ καὶ ἐν Ἰλιάδι τὸ, νύμφα φίλη. Ὅρα δὲ ὅτι φίλη κληθεῖσα πρὸ ὀλίγων καὶ ἡ γραῦς ἐν τῷ, κλῦτε φίλαι, αὐτὸ τὲ νῦν ἀνταποδίδωσι, καὶ πλεῖον δέ τι προστίθησιν ἐν τῷ, νύμφα φίλη. Ὅτι ὁ ἐπικρύψας ἀποδημίαν ἀνδρὸς ἐπαχθῶς τινι μεγάλῳ προσώπῳ εἶτα ἐξομολογούμενος, δύναταί ποτε εἰπεῖν τὸ, σὺ μὲν ἄρ με κατάκτανε νηλέϊ χαλκῷ, ἢ ἔα ἐν μεγάρῳ. μῦθον δέ τι οὐκ ἐπικεύσω. ᾔδε' ἐγὼ τάδε πάντα. πόρον δέ οἱ ὅσσ' ἐκέλευε. σῖτον καὶ μέθυ ἡδύ. ἐμεῦ δ' ἕλετο μέγαν ὅρκον, μὴ πρίν σοι ἐρέειν πρὶν τοσήδε ἡμέρα γένηται. λέγει δὲ ταῦτα Εὐρύκλεια τῇ δεσποίνῃ, προστιθεῖσα καὶ τὸ αἴτιον οἷα ὑπὲρ αὐτῆς ὄν. ὡς ἂν μὴ κλαίουσα ὡς καὶ προεῤῥέθη, κατὰ χρόα καλὸν ἰάπτῃ. (ῃερς. 750.) Εἶτα καὶ συμβουλεύεται τὸ ποιητέον. εἰποῦσα τοιαῦτα. ἀλλ' ὑδρηναμένη καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα εἰς ὑπερῷ' ἀναβᾶσα, εὔχεο τῇ Ἀθηνᾷ. (ῃερς. 753.) Ἐφεξῆς δὲ θείαν παριστῶσα δύναμιν, ἐπάγει. ἢ γάρ κεν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι. ὃ παρῳδηθείη ἂν, ἐπὶ θεοῦ. χρήσιμον ὂν καὶ εἰς ἔπαινον φρονήσεως ἣν Ἀθηνᾶ αἰνίττεται. Τὸ δὲ ὑδρηναμένη, ἀντὶ τοῦ λουσαμένη διὰ καθαρότητα. ὡς καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐγράφη. ὅπου καὶ Τηλέμαχος εὔξασθαι μέλλων, ἐνίψατο. (ῃερς. 751.) Ὅρα δὲ τὰς ἀσυνδέτους κἀνταῦθα μετοχὰς καὶ τὰ γοργὰ κομματικά. τὸ, ὑδρηναμένη. καθαρὰ εἵματα ἑλοῦσα. εἰς ὑπερῷ' ἀναβᾶσα. Παραινεῖ δὲ, καὶ σὺν ταῖς ἀμφιπόλοις εὔχεσθαι αἷς καὶ συνέκλαιε. καὶ ποιεῖ οὕτως ἡ βασίλεια. (ῃερς. 754.) Ὅτι παροιμιῶδές τι καὶ γνωμικὸν τὸ, μὴ δὲ γέροντα κάκου κεκαμωμένον. Εὐρύκλεια δὲ καὶ τοῦτο λέγει, κωλύουσα σκυλθῆναι τὸν γέροντα Λαέρτην. οἷα κηδομένη τοῦ παλαιοῦ ὡς ἡ ˉα ῥαψῳδία ἐδήλωσεν, ἐραστοῦ. (ῃερς.

Intertext edge

Open linked passage

Note