Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
68.1.1
) Ὅτι ἐν τῷ, λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, λείπει πρόθεσις ἡ ἐπˉι ἢ πρˉος. ἵνα λέγῃ, λίσσομαι πρὸς Διὸς καὶ Θέμιστος. ἢ ὡς ἐπὶ 1. 83 Διός. ἤ τι τοιοῦτον. (ῃερς. 69.) Ἰστέον δὲ ὡς μέτεστι καὶ τῷ Διῒ τῆς ἀργορᾶς, οἷα πανομφαίῳ καὶ φήμης αἰτίῳ καθὰ προεδηλώθη. διὸ καθ' Ἡρόδοτον, καὶ Διὸς ἀγοραίου βωμὸς περὶ Σικελίαν. Ὅτι τὸ, ἡ Θέμις ἀνδρῶν ἀγορὰς λύει, ἠδὲ καθίζει γνωμικῶς ῥηθὲν, σχῆμα ὅ ἐστι τρόπον ὑστερολογίας ἤγουν πρωθυστέρου ἔχει. πρῶτον γὰρ τὸ καθίζειν τοῦ λύειν. δηλοῖ δὲ ἡ γνώμη, τὸ διὰ ζήτησιν τὰς ἐκκλησίας γίνεσθαι. τινὲς δὲ ἄγαλμα Θέμιδος ἐνόμισαν τοῖς ἐκκλησιάζουσιν εἰς κομίζεσθαι, πρὸς ὃ καὶ κάθηνταί φασι καὶ ἐγείρονται. (ῃερς. 73.) Ὅτι τοῦ δυσμεναίνω ῥήματος οὗ χρῆσις παρὰ τοῖς μεθ' Ὅμηρον, προϋπάρχει τὸ δυσμενέω, καὶ δῆλον αὐτὸ ἐξ Ὁμηρικῶν ἐνταῦθα μετοχῶν τοῦ, ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκ' ἔρεζε. καὶ τοῦ, κακὰ ῥέζετε δυσμενέοντες. φαίνεται δὲ ὅτι ἀναλόγως τῷ δυσμενέω οὗ συναίρεμα ὡς εἰκὸς τὸ δυσμενῶ, εἴη ἂν καὶ εὐμενέω εὐμενῶ, ἐξ οὗ καὶ εὐμενέτης. ὡς καὶ εὐχέτης. ἀπὸ σεσιγημένου ῥήματος τοῦ εὐχῶ. καὶ ναέτης ἐκ τοῦ ναῶ. σύστοιχα δὲ πάντως ὡς ὁ εὐμενέων καὶ ὁ εὐμενὴς, οὕτω καὶ ὁ δυσμενέων καὶ ὁ δυσμενής. οὗ πρὸς ἐχθρὸν διαφορὰ παρὰ τοῖς παλαιοῖς, αὕτη ἐχθρός φασιν, ὁ πρότερον φίλος. δυσμενὴς, ὁ πρὸς τὸν ποτὲ φίλον ἔχθραν τηρῶν καὶ δυσδιάλλακτος. πολέμιος δὲ, ὁ δι' ὅπλων χωρῶν πρὸς τὸν πέλας. Τὸ δὲ κάκ' ἔρεζε δι' ἑνὸς ˉρ, κοινόν ἐστιν. Ἀττικὸν μέντοι, τὸ ἔῤῥεζε. τούτου δὲ, πάντως καὶ μέσος κοινὸς παρακείμενος, ἔρογα. ἀφ' οὗ ἐν μεταθέσει, τὸ ἔοργα. (ῃερς. 74.) Ὅτι πρὸς τοὺς ὀτρύνοντας βλάπτεσθαι καὶ δαπανᾶσθαι τὰ ἀλλότρια, ἐρεῖ ἂν ὁ προσήκων, τὰ ὑπὸ Τηλεμάχου πρὸς τοὺς Ἰθακησίους λεχθέντα. ἐμοὶ δέ κε κέρδιον εἴη, ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. εἴχ' ὑμεῖς φάγοιτε, τάχ' ἄν ποτε καὶ τίσις εἴη. τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ, χρήματ' ἀπαιτίζοντες, ἕως κ' ἀπὸ πάντα δοθείη. νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ. Σημείωσαι δὲ ὡς ἡ ῥηθεῖσα ἔννοια, λύσις ἐστὶν ἀντιθέσεως. ἐπεὶ γὰρ εἰκὸς τοὺς Ἰθακησίους εἰπεῖν ὡς ἡμεῖς οὐδὲν δαπανῶμεν, λύων ὁ Τηλέμαχος, κέρδιον αὐτῷ εἶναι τοῦτο φησίν. εἶτα καὶ κατασκευάζει τὴν τοιαύτην πρότασιν. (ῃερς. 75.) Σημείωσαι δ' ἐν τούτοις ὅτι κειμήλια μὲν ἔφη, τὰ κείμενα. ὅ ἐστι τὰ παρ' ἡμῖν ἀκίνητα. πρόβασιν δὲ, ἅπερ ἡμεῖς φαμὲν αὐτοκίνητα, τὰ διὰ ποδῶν προβαίνοντα. ἐξ οὗ ἰδίως κατά τινα ἐξοχὴν, ἐκλήθησαν τὰ πρόβατα. (ῃερς. 77.) Προσπτύσσεσθαι δὲ μύθῳ, τὸ λόγοις συμπλέκεσθαι. ἀπὸ μεταφορᾶς τῶν πτυσσομένων σωμάτων, οἷς πελάζοντά εἰσιν ἀλλήλοις τὰ μόρια. ἴσως δὲ καὶ κλόνον τινὰ δικαστικὸν αἰνίττεται τὸ προσπτύσσεσθαι. οὕτω γὰρ καὶ ἔγχεα πτυσσόμενα ἐν Ἰλιάδι ἔφη ὁ ποιητής. οἱ δέ γε
68.2.1
Ὅμηρον, ἐπὶ φιλήματος ἢ σωματικῆς περιπλοκῆς τιθέασι τὸ προσπτύσσεσθαι. (ῃερς. 78.) Τὸ δὲ ἀπαιτίζω, παραγωγὴν ἔχει. ὁποίαν καὶ τὸ νεμεσίζω καὶ πολεμίζω. διαφέρει δὲ τοῦ αἰτεῖν τὸ ἀπαιτεῖν, ὡς καὶ τοῦ διδόναι τὸ ἀποδιδόναι. αἰτεῖ μὲν γάρ τις καὶ δίδωσι, τὸ μὴ χρεωστούμενον. ἀπαιτεῖ δὲ ἢ ἀποδίδωσι, χρέος. ὡς καὶ ἐνταῦθα Τηλέμαχος μὲν, ἀπαιτίζοι ἄν. Ἰθακήσιοι δὲ, ἀποδοῖεν ἂν πάντα. τοῖς μέντοι κωμικοῖς οἷα ἐχρήγησε παίγνια τὸ δημοσθενικὸν ἀποδοῦναι, ἱστορεῖ σὺν ἑτέροις, καὶ ὁ Ἀθήναιος. Ἀπρήκτους δὲ ὀδύνας λέγει, ἐφ' αἷς οὐκ ἔστιν ἐκδίκησις. αἳ καὶ μαψιδίως λέγοιντο ἂν γίνεσθαι. κατὰ τὸ, εἰλαπινάζουσι πίνουσί τε αἴθοπα οἶνον μαψιδίως. ἤγουν ἐφ' οἷς οὐκ ἔστι τίσις ὅ ἐστιν ἀπόδοσις. (ῃερς. 84. σθθ.) Ὅτι ἐν τῷ, ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν ὅπερ ἀναντίῤῥητον εἶναι δηλοῖ τὴν ἐκείνου δημηγορίαν, κεῖταί πως καὶ ἐτυμολογία τοῦ ἀκήν. εἰ γὰρ μηδεὶς ἔτλη ἐκεῖνον ἀμείψασθαι, οὐκ ἔχανεν ἄρα λαλῆσαι ἀλλ' ἔμεινεν ἀχανής. ἐντεῦθεν δὲ τὸ ἀκήν. γίνεται γὰρ ἐκ τοῦ ˉα στερητικοῦ καὶ τοῦ χαίνειν, ἀχήν. καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν, ἀκήν. οὐ μόνον Ἰωνικῶς, ἀλλὰ καὶ ἵνα μὴ προσκρούῃ συνεμπίπτον πρὸς τὸ ἀχὴν, ὅς ἐστιν ὁ πτωχὸς παρὰ τὸ μὴ ἔχειν. Ὅτι εἰ καὶ ἀναντίῤῥητος ἡ τοῦ Τηλεμάχου τοῦ θυμοσόφου ῥήτορος δημηγορία, ἀλλ' ὁ Ἰθακήσιος μνηστὴρ Ἀντίνοος τὸν ὑπὲρ πάντων μνηστήρων ἀναδεξάμενος λόγον, καὶ δείξας ἔργοις αὐτοῖς ὡς οἱ Ἰθακήσιοι μνηστῆρες τὸ πᾶν δύνανται, καὶ μάλιστα τῶν ἄλλων αὐτοὺς ἔτι δὲ καὶ Εὐρύμαχος ὡς καὶ μετ' ὀλίγα δειχθήσεται. ὁ τοίνυν ἐξ Ἰθάκης Ἀντίνοος ἐπὶ τῇ προβολῇ τοῦ Τηλεμάχου καὶ αὐξήσει τῇ κατὰ πηλικότητα, μεθιστᾷ τὴν αἰτίαν εἰς τὴν Πηνελόπην. λέγων ὅτι τοῦ παραμένειν αὐτοὺς τῷ οἴκῳ τοῦ Τηλεμάχου, οὐχ' οἱ μνηστῆρες αἴτιοι, ἀλλὰ φίλη μήτηρ. ἣ πέρι κέρδεα οἶδεν οὐ θέλουσα γήμασθαι ὡς αὐτὸς ἀφηγεῖται. καὶ τοῦτο μὲν, ἀληθές. οὐ προσλογίζεται δὲ ὁ βίαιος Ἀντίνοος, εἰ καὶ καλῶς ἡ Πηνελόπη ἀπαρνεῖται τὸ γήμασθαι. καὶ μὴν, πᾶσα γυνὴ μὴ ὑπακούουσα ἐν τῷ βιάζεσθαι, αὐτὴ αἰτία ἐστὶ τοῦ οὕτω πάσχειν, 1. 84 οὐ μόνον διὰ κάλλος ἀλλὰ μάλιστα διά τι ἕτερον καλὸν ὃ αὐτὴ ἔχει. καὶ οὐ δήπου ψεκτέον τὸ τῆς γυναικὸς καλὸν, ἀφέντας τὸν βιαζόμενον. οὕτω καὶ ἡ καλὴ Πηνελόπη αἰτία τοῦ μὴ γήμασθαι, διὰ τὸ σῶφρον. καὶ οὐ μωμητέον τὴν σωφροσύνην, ἀλλὰ τὸν ἐπικείμενον πρὸς βίαν. οὔκουν ἡ τοῦ Ἀντινόου ἐπιχείρησις γενναία, μή ποτε δὲ καὶ εἰς τὸ ἐναντίον λέληθεν ἑαυτῷ τὴν δικαιολογίαν περιτρέπων ὁ Ἀντίνοος. οἷς γὰρ ἐρεθίζει τὸν Τηλέμαχον κατὰ τῆς μητρὸς, ἀνάπτει αὐτῷ τὴν πρὸς ἐκείνην στοργήν. εἰ γὰρ καλῶς ἡ φίλανδρος μήτηρ διὰ σωφροσύνην ὀκνεῖ τὸν γάμον, στερκτέα ἄρα. ὁ μέντοι Ἀντίνοος καὶ τοῦτο διαβαλεῖν πειρᾶται. παραλαλῶν, ὡς οὐ διὰ σωφροσύνην ἡ Πηνελόπη διατρίβει τὸν γάμον, ἀλλὰ διὰ τῦφον γυναικεῖον. ἐρεῖ γάρ. ὡς μέγα μὲν κλέος ἑαυτῇ ποιεῖται, σοὶ δὲ ποθὴν πολλοῦ βιότου. Καὶ ὅρα ὅπως ἐφ' ἑκάτερα μελετᾷ ὁ ποιητής. τὸν μὲν Τηλέμαχον ποιήσας καταφερόμενον τῶν μνηστήρων σφοδρῶς ὡς εἴρηται. τὸν δὲ Ἀντίνοον ἀντιπαραγαγὼν, ἐναγωνιώτερον ἀπολογούμενον. οὗ περ ὁ ἀγὼν, δύο κεφαλαίων ἀπόδειξιν ἔχει. τοῦ τὴν Πηνελόπην αἰτίαν εἶναι. καὶ τοῦ διὰ μόνην οἰκείαν εὔκλειαν ἀναβάλλεσθαι τὸν γάμον. Σημείωσαι δὲ ὅτι Ὅμηρος μὲν καὶ οἱ καθ' Ὅμηρον, σώφρονα ἐν ταῖς μάλιστα ἱστοροῦσι τὴν Πηνελόπην. Λυκόφρων δὲ καὶ εἴ τις ἄλλος τοιοῦτος, κασσωρίδα τὴν καλὴν Πηνελόπην παραδιδόασι, καὶ τὸ πάντῃ ἀπίθανον, καὶ πᾶσι τοῖς μνηστῆρσιν αὐτὴν καθυπάγουσι. καὶ ἐκ τοιαύτης ὑποθέσεως, τὸν μυθικὸν γεννῶσι Πᾶνα. ἕτεροι δὲ σεμνότερον ληροῦντες, Ἑρμῆ συνευνάζουσι τῇ Πηνελόπῃ, ὅθεν ὁ Πάν, ὃν καὶ κατάρξαι τῆς ὑφαντικῆς φασί τινες. ὅθεν καὶ τὸ πανίον παρῆκται. Ἡρόδοτος δὲ ἄλλον τινὰ Πᾶνα ἱστορῶν, φησὶν ὅτι Πὰν ἀρχαιότατος παρ' Αἰγυπτίοις, ἕτερος παρὰ τὸν ἐκ Πηνελόπης καὶ Ἑρμοῦ. (ῃερς. 85.) Ὅτι πρὸς τὸν ἐφ' οἷς οὐ δεῖ αἰτιώμενόν τινας, εἴποιεν ἂν ἐκεῖνοι τὸ τοῦ Ἀντινόου πρὸς Τηλέμαχον. οἷον. ὦ δεῖνα ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες ἡμέας αἰσχύνων, ἐθέλεις δέ κε μῶμον ἀνάψαι. τίς δὲ ὁ ὑψαγόρης, προείρηται σαφῶς. Τὸ δὲ μένος ἄσχετε, εἰρώνευται. θάρσος μὲν γὰρ, ἐνδείκνυται ὁ Τηλέμαχος. μένος δὲ, οὔπω. Τὸ δὲ ἔειπες, ἔχει τις γράψαι καὶ ἔειπας. φησὶ γὰρ Αἴλιος Διονύσιος ὅτι εἶπον καὶ εἶπα, ἀμφότερα παρὰ Ἀττικοῖς. μᾶλλον δὲ, τὸ πρότερον. καὶ τὰ προστακτικὰ δὲ, ἀμφοτέρως, εἰπὲ καὶ εἰπὸν. ὀξυτόνως. καὶ αἱ μετοχαί, ὁ εἰπὼν καὶ ὁ εἴπας. Ἰστέον δὲ ὅτι καθάπερ εἶπον καὶ εἶπα, οὕτω καὶ ἤνεγκα καὶ ἤνεγκον. καὶ μᾶλλον τοῦτο. ὡς ὁ κωμικὸς ἐν Λυσιστράτῃ. τάλαιν' ἐγώ. τὸ ῥόδιον ἤνεγκον μύρον. τοῦ δὲ ἑτέρου, χρῆσις παρ' Εὐριπίδῃ. ἤνεγκα κἀξέσωσα. (ῃερς. 86.) Τὸ δὲ αἰσχύνων, ἀναιδῶς ἐῤῥέθη. δηλοῦντος Ἀντινόου, ὡς οὐκ ἐπιστρέφονται τῆς αἰδοῦς οἱ κατ' αὐτόν. Τὸ δὲ ἀνάψαι, ἢ ἀπὸ τοῦ ἅπτειν ἐξ οὗ καὶ ὁ ἥφαιστος. ἵνα λέγῃ ἐκφῆναι καὶ ἐκφλογῶσαι μῶμον δίκην φανοῦ. ἢ ἀντὶ τοῦ προσάψαι καὶ οἱονεὶ ἐκδῆσαι. καθ' ὃν λόγον καὶ πεῖσμα νηὸς, ἐκ πέτρας ἀνάπτεσθαι λέγεται. ἑρμηνευτικὸν δέ ἐστι τοῦ αἰσχύνων, τὸ μῶμον ἀνάψαι. αἰσχύνει γάρ τινα ὁ μῶμον ἐκείνῳ ἀνάπτων. (ῃερς. 89.) Ὅτι διηγούμενος ἐνταῦθα τὰ κατὰ τὴν Πηνελόπην ὁ Ἀντίνοος, λέγει. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος τάχα δ' εἶσι τέταρτον, ἐξ οὗ παρέλκει τὸν γάμον. πάντας μέν ῥ' ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. τοῦτο δὲ ἁρμόζει ἐπὶ παντὸς εἰπεῖν δολίου μὲν λόγοις δὲ θέλγοντος. (ῃερς. 89. σθθ.) Τὸ δὲ τάχα δὲ εἶσι τέταρτον, ἀντὶ τοῦ, ταχὺ ὅσον οὔπω δίεισι καὶ συμπληροῦται καὶ τὸ τέταρτον, ὡς ὁ ποιητὴς μετ' ὀλίγα ἑρμηνεύσει. εἶτα ἐκτιθεὶς τὰ κατὰ τὸν ἱστὸν τῆς Πηνελόπης, φησίν. ἡ δὲ, δόλον τόν δ' ἄλλον ἐνὶ φρεσὶ μερμήριξε. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν, ὕφαινε, λεπτὸν καὶ περίμετρον. πλασαμένη, χρῆναι μένειν ἡμᾶς ἐπειγομένους τὸν αὐτῆς γάμον ἕως φᾶρος ἐκτελέσει Λαέρτῃ ἥρωϊ ταφήϊον. μή μοι φησὶ μεταμώλια νήματα ὄληται. ἔνθα καὶ ἑρμηνεύων τὸ ταφήϊον, φησίν. ὅτε ἂν αὐτὸν μοῖρα καθέλῃ θανάτου ὅ ἐστι καταῤῥίψῃ. ὃν θάνατον, καὶ τανηλεγέα ἐνταῦθα λέγει ὡς καὶ ἀλλαχοῦ, πρὸς διαστολὴν τοῦ ἀδελφοῦ ὕπνου. ὁ μὲν γὰρ, ὡς οἷον εἰπεῖν, μικρολεγής. ὡς ἐπὶ μικρὸν λέγων ὅ ἐστι κατακοιμίζων τὸν ἄνθρωπον. ὁ δὲ θάνατος, ἐπὶ μακρὸν παρατείνει τὸ τοιοῦτον λέξασθαι. λέγει δὲ καὶ ἄλλην πρόφασιν τῆς Πηνελόπης, τοιαύτην. μή τις μοι φησὶ κατὰ δῆμον Ἀχαιΐδων νεμεσήσῃ αἴκεν ἄτερ σπείρου κεῖται ὁ γέρων πολλὰ κτεατίσσας ἤτοι κτέατα σχών. ὡς εἶναι τρία ταῦτα τῇ Πηνελόπῃ τὰ εἰς ἀφορμὴν τοῦ ἱστοῦ. τὴν ἐκ τῶν σωφρόνων γυναικῶν νέμεσιν. καὶ τὸ ἁπλῶς ὅσιον. τὸ χρῆναι δηλαδὴ τῷ τεθνεῶτι ὁσιοῦσθαι ἐντάφιον. καὶ τὸ μὴ ἐθέλειν ὀλέσθαι τὰ νήματα τῇ εἰς πλέον ἀναβολῇ. ἐφ' οἷς καὶ ἐπείσθησαν οἱ ἀγήνορες. ἔνθα καὶ ἠματίη μέν φησιν ὑφαί 1. 85 νεσκε μέγαν ἱστόν. νύκτας δ' ἀλλύεσκεν ἐπὴν δαΐδας παραθείη. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς. ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή τις ἔειπε γυναικῶν ἣ σάφα ᾔδη. καὶ τήν γ' ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. Ὣς τὸ μὲν, ἐξετέλεσε καὶ οὐκ ἐθέλουσ' ὑπ' ἀνάγκης. Σοί δ' ὧδε μνηστῆρες ὑποκρίνονται ἵν' εἰδῇς Αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί. Μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι Τῷ, ὅτεῴ τε πατὴρ κέλεται καὶ ἀνδάνει αὐτῇ. Εἰ δ' ἔτ' ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν. Τὰ, φρονέουσ' ἀνὰ θυμὸν, ἅ οἱ περιδῶκεν Ἀθήνη. Ἔργα τ' ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. Κέρδεά θ' οἷα οὔπω τίν' ἀκούομεν οὐδὲ παλαιῶν Τάων, αἳ πάρος ἦσαν ἐϋπλοκαμῖδες Ἀχαιαί. Τυρώ τ' Ἀλκμήνη τε ἐϋπλόκαμός τε Μυκήνη. Τάων οὔτιςὁμοῖα νοήματα Πηνελοπείῃ Ἤιδη ἀτὰρ μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησεν. Τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήμαθ' ἔδονται, Ὄφρά κε κείνη τοῦτον ἔχῃ νόον ὅντινά οἱ νῦν Ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
68.3.1
αὐτὰρ σοί γε, ποθὴν πολέος βιότοιο. Ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν, οὔτε πῃ ἄλλῃ, Πρίν γ' αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ' ἐθέλῃσιν. Καὶ ὅρα ἐν τούτοις ὅπως Τηλέμαχος μὲν, ἐν πάνυ στενῷ ἐδήλωσε τὰ κατὰ τὴν Πηνελόπην. εἰπὼν τοῦτο καὶ μόνον. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ. ἁπλοῦν γὰρ ἡ ἀλήθεια. καὶ οὐ δεῖται ποικίλων ἑρμηνευμάτων τὸ δίκαιον ὡς ἡ τραγῳδία δηλοῖ. Ἀντίνοος δὲ πλατὺ διηγούμενος, δείκνυοι μὲν δῆθεν καὶ ὃ προέθετο, ὅτι δηλαδὴ αἰτία ἐστὶν ἡ Πηνελόπη. ὁμολογεῖ δὲ καὶ τὴν βίαν ἀριδηλότητα, ὡς ἐν τοῖς κατὰ μέρος φαίνεται. καὶ οὐ μόνον ἐν τῇ πολυετεῖ ὑπερθέσει, ἀλλὰ καὶ μάλιστα ἐν τῷ ἐκτελέσαι τὸν ἱστὸν ὑπ' ἀνάγκης. ἔτι δὲ καὶ ἐν τῷ ποιεῖν τῷ Τηλεμάχῳ ποθὴν πολλοῦ βιότου. καὶ ἐν τῷ ἐνίστασθαι, μὴ ἂν ἀποτραπέσθαι τοῦ οἴκου, πρὶν γήμασθαί τινι τὴν Πηνελόπην. ὃ δὴ καὶ πρὸς κακοῦ πάντως ἔσται τοῖς μνηστῆρσιν. οἷς ἐξὸν ὂν σωθῆναι ἄλλην τραπομένοις, ὅμως πάντες ὁμοῦ εὑρεθέντες, πανωλεθρίαν ἔπαθον. καὶ εἴη ἂν ὁ τελευταῖος τοῦ Ἀντινόου λόγος, ὡς οἷα τις κατὰ τῶν μνηστήρων προεκθετικὴ ἀναφώνησις. (ῃερς. 91.) Ἰστέον δὲ ὅτι τὸ ἔλπει, ταυτόν ἐστι τῷ. εἰς ἐλπίδας ἄγει. καὶ ὅτι ὥσπερ ὀχῶ ἄλλον ὀχοῦμαι δὲ αὐτός. καὶ πορεύω ἕτερον πορεύομαι δὲ ἐγὼ, οὕτω καὶ ἔλπω τὸ εἰς ἐλπίδας ἄγω καὶ ποιῶ εὐέλπιδα. ἔλπομαι δὲ δὲ αὐτὸς ἤτοι ἔχω ἐλπίδας. τοιοῦτον καὶ τὸ ψεύδω. οἷον. ἔψευσάς με τῆς ἐλπίδος. καὶ δηλοῦσι τὰ τοιαῦτα ῥήματα, δύο ἐνεργείας προσώπου ἑνός. τὴν μὲν, αὐτοῦ καθ' ἑαυτὸ ἐν φωνῇ παθητικῇ. οἷον. ὀχοῦμαι. πορεύομαι. ἔλπομαι. ψεύδομαι. τὴν δὲ, ἀπ' αὐτοῦ εἰς ἄλλο κατὰ φωνὴν ἐνεργητικήν. οἷον. ὀχῶ καὶ πορεύω καὶ ἔλπω καὶ ψεύδω ἄλλον. Τὸ δὲ ὑπίσχεται, πρωτότυπόν ἐστι τοῦ ὑπισχνεῖται. ὡς γὰρ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, οὕτως ὑπίσχω ὑπισχνῶ. Τὸ δὲ στησαμένη μέγαν ἱστὸν, τρόπος ἐτυμολογίας ἐστί. τὸ δὲ μέγαν ἱστὸν ἐν μεγάροις, ἔχει τι παρηχήσεως κατὰ τὸ μέγα. Μέγαν δὲ ἱστὸν εἰπὼν, προσέθετο καὶ λεπτὸν καὶ περίμετρον, ἵνα εἴη πιθανὸν τὸ πολυχρόνιον τῆς αὐτοῦ κατασκευῆς, διὰ τὸ δυστήρητον τῆς προκοπῆς τοῦ λεπτοϋφοῦς καὶ περιμέτρου ἔργου. ἐπίτασις δὲ πάντως τοῦ μεγάλου ἱστοῦ, τὸ περίμετρον, ἐπαύξει δὲ τὸν χρόνον, καὶ τὸ ἀγλαὸν εἶναι τὸν ἱστόν. ὃ ταυτόν ἐστι τῷ, περικαλλὲς ἔργον. (ῃερς. 94.) Τοῦ δὲ ὑφαίνειν ἐξ οὗ τὰ ὑφαντὰ, πρωτότυπον οὐ χρηστὸν τὸ ὑφῶ. αὐτὸ δὲ, προϋπάρχει καὶ τοῦ ὑφάζω, ἀῤῥήτου καὶ αὐτοῦ θέματος. ἀφ' οὗ τὸ ὕφασμα. ἐκ τοῦ ὑφῶ δὲ, καὶ τὸ ὕφος. ἔτι δὲ καὶ ἡ παρυφή. ἔστι καὶ αὕτη κατὰ τὸν Ἀθήναιον, κόσμου εἶδος ἐν ἱματίῳ, οὐκ εὐδιάρθρωτος πάνυ σαφῶς. ὁποῖα ἴσως τὰ λεγόμενα ἐξεμπλωτὰ καὶ πλουμιστά. ἔοικε δὲ μὴ δὲ εἶναι ᾦα πρόθετος διὰ τοῦτο ἡ παρυφή. ἀλλά τι κάλλος συνυφασμένον περί τινα μέρη, οὐ μὴν κατὰ διηνεκὲς ποίκιλμα ὁποία ἡ τῆς Ἑλένης δίπλαξ. χρῆσις δὲ τῆς λέξεως, ἔν τε ἄλλοις καὶ ἐν τῷ, ἐφόρουν παρυφὴν διαφανῆ πάντες οἷς νῦν ὁ τῶν γυναικῶν ἁμβρύνεται βίος. φανερόν δ' ὅτι ἐκ τῆς παρυφῆς, εὐπάρυφος στολὴ ἐν βραχείᾳ τῇ παραληγούσῃ. ὥσπερ ἐκ τοῦ ὕφους ἢ τῆς ὑφῆς, μακροπαράληκτος ὁ καὶ ἡ εὔυφος. καὶ ὅτι τοῦ ὑφάζω καινὸς Ἀττικὸς παρακείμενος, ὑφυφασμένος. ὑπὲρ οὗ λαλοῦσιν οἱ τεχνικοὶ τὰ πείθοντα. ὅτι ὥσπερ τὸ ὕφασμα διὰ τοῦ σίγμα οὕτω καὶ μετοχή ἐστιν ὑφασμένος, Ἡρῳδιανὸς δηλοῖ. ὃς καὶ Ἀττικῶν αὐτό φησιν εἶναι. οἳ καὶ μεμολυσμένος φασὶ καὶ μεμαρασμένος. εἰ καὶ ἄλλως ὥσπερ αἰσχύνω ᾐσχυμμένος, οὕτως ὤφειλεν εἶναι καὶ μολύνω μεμολυμμένος καὶ μαραίνω μεμαραμμένος. (ῃερς. 97.) Φᾶρος δὲ νῦν, ἢ τὸ ἁπλῶς ὕφασμα παρὰ τὸ τῇ ὑφῇ ἀρηρέναι. διὸ καὶ προπερισπᾶται διὰ τὴν συναίρεσιν ἀνάπαλιν πρὸς τὸ τοπικὸν, ἢ τὸ ἁπλῶς ὑφαινόμενον ὡς γενέσθαι ὕστερον δι' αὐτοῦ 1. 86 φᾶρος εἴτουν ἱμάτιον. τοῦτο δὲ, καὶ σπεῖρον παρακατιὼν φησὶν, ἢ ὡς ὕφασμα δυνάμενον σπειροῦν ὅ ἐστι σπαργανοῦν καὶ περιέχειν τὸν αὐτὸ περιτιθέμενον, ἢ καὶ ὡς λυσιτελοῦν εἰς ἱμάτιον. σπεῖρον γάρ που καὶ τὸ ἱμάτιον. ὡς τὸ, σπεῖρα κάκ' ἀμφ' ὤμοισι. (ῃερς. 98.) Μεταμώλια δὲ ἢ μεταμώνια, ποιητὴς μὲν, χαίρει γράφων. πεζογράφος δὲ ῥήτωρ ἐξαθερίζει καὶ αὐτὸ καθὰ καὶ τὸ ἀτέμβει θυμόν. ἤγουν εἰς ἄτην ἐμβιβάζει. στερίσκει. γίνεται δὲ τὸ μεταμώνια, παρὰ τὸ μὴ ὀνεῖν, μηόνια. καὶ κατὰ κρᾶσιν καὶ σύνθεσιν μεταμώνια, ὁμοίως τῷ ἐπιβοήσομαι ἐπιβώσομαι ὡς προεγράφη. καὶ Ἀττικῶς, μεταμώλια. ὡς καὶ νίτρον λίτρον, καὶ πνεύμων πλεύμων. ὅθεν καὶ πλευμονία. καὶ
68.4.1
Ὁμήρῳ. πάγη δ' ἐνπλεύμονι χαλκὸς καθά τις γράφει τῶν παλαιῶν. Τὰ δὲ ἀπόθετα νήματα, συντελεῖ πρὸς τὴν προδηλωθεῖσαν ἐτυμολογίαν τῆς Πηνελόπης. γίνεται δὲ τὸ νῆμα, παρὰ τὸ νήθω. ἢ μᾶλλον παρὰ τὸ νῶ ἐξ οὗ καὶ τὸ νήθω παρῆκται. ὡς ἐκ τοῦ κνῶ, τὸ κνήθω. καὶ ἐκ τοῦ μῶ ἤτοι ζητῶ, τὸ μήθω. ὅθεν ὁ Προμηθεύς. χρῆσις δὲ τοῦ νῶ, παρ' Ἡσιόδῳ. (ῃερς. 99.) Τὸ δὲ ταφήϊον, καθ' ὁμοιότητα παρῆκται τοῦ πολεμήϊον. ἤγουν κατὰ πλεονασμὸν τοῦ ˉη, οὐ κατὰ διάλυσιν ὡς τὸ πρεσβήϊον. (ῃερς. 100.) Τὸ δὲ μοῖρ' ὀλοὴ, πρὸς διαστολὴν εἴρηται τῆς εὐμοιρίας. ὥς που καὶ μοῖραν λέγει δυσώνυμον, κατὰ διαφορὰν τῆς μὴ τοιαύτης. Τὸ δὲ καθελεῖν καὶ ἡ καθαίρεσις, ὡς ἐπὶ ταπεινώσεως λέγεταί τινος καὶ καταῤῥίψεως, ἀριδηλότατόν ἐστι. Γυναικῶν δὲ νέμεσιν ὑφορᾶται ἡ Πηνελόπη, καθά που καὶ ἄνδρες ἀνδρῶν. ἴσως δὲ καὶ διὰ τὸ μεμψιμοιροτέρας αὐτὰς τῶν ἀνδρῶν εἶναι ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Σπεῖρον δὲ νῦν, οὐκ ἐξ ἀνάγκης εὐτελὲς ὕφασμά τι, ἀλλὰ οἷον ἐπιπρέπειν τῷ ἥρωϊ Λαέρτῃ. φασὶ γοῦν τριχῶς τὸ σπεῖρον. πολυτελὲς ἱμάτιον. ῥάκος. καὶ ἱστίον. ὅθεν δὲ ἡ τοῦ ὄφεως σπεῖρα καὶ τὸ σπειρᾶσθαι ἤτοι σπαργανοῦσθαι, συσφίγγεσθαι, ἐκεῖθεν καὶ τὸ σπεῖρον. Τὸ δὲ ὑφαίνεσκε καὶ ἀλλύεσκεν ἀντὶ τοῦ ἀνέλυε, ποιητικά εἰσι πάρισα πρέποντα τῷ περὶ Πηνελόπης ἐνταῦθα λόγῳ, τῆς καλῆς καὶ περίφρονος. Εὐτελείας δὲ καὶ ἐνταῦθα ἡρωϊκῆς δηλωτικὴ ἡ τῶν δαΐδων τῇ Πηνελόπῃ παράθεσις. Τὸ δὲ τρίετες ὥσπερ καὶ τὸ τετράετες καὶ τὰ ὅμοια προπαροξύτονα, χρόνου εἰσὶ δηλωτικὰ οἷα χρονικὰ ἐπιῤῥήματα. τὸ μέντοι τριετὲς ἢ τετραετὲς οἷον παιδίον ἢ ἄλλό τι, ὀξύνονται πρὸς διαφοράν. ἀκριβέστερον δὲ ὅπως τονίζονται τὰ παρὰ τὸ ἔτος, ἐν τῇ τῆς Ἰλιάδος Βοιωτίᾳ δηλοῦται. Τὸ δὲ καὶ ἐπήλυθον ὧραι, συμπληροῦσθαι τὸ τέταρτον ἔτος δηλοῖ. οὐ γὰρ μία ἐπῆλθεν ὧρα. ἀλλ' ὡς ἔοικεν, ἢ ὅλαι ἢ αἱ πλείους. πρὸς ὃ συμφωνεῖ καὶ τὸ, τάχα δ' εἶσι τέταρτον, ἤγουν δίεισιν ὡς καὶ πρὸ ὀλίγου εἴρηται. (ῃερς. 108.) Ἐν δὲ τῷ, ἔειπέ τις γυναικῶν, ἡ δουλικὴ ἀπιστία δηλοῦται. εἴγε ἡ ἐπὶ τῷ ἱστῷ ἀνάγκη τῇ Πηνελόπῃ, διὰ τὴν κατειποῦσαν δούλην ἐπήνεκται. καλῶς ἄρα αἱ τοιαῦται ὕστερον μετὰ τὴν μνηστηροκτονίαν κρεμασθήσονται. (ῃερς. 109.) Τὸ δὲ ἐφεύρομεν, ἀστείως ἐῤῥέθη, ὡς οἷον ἐν ἀνιχνεύσει εὑρεθέντος τοῦ δόλου τῆς Πηνελόπης. Τὸ δὲ ἀγλαὸν εἶναι τὸν ἱστὸν, συμβάλλεταί τι ὡς ἐῤῥέθη καὶ αὐτὸ, πρὸς τὴν διατριβὴν τοῦ ἔργου καὶ τὸ λεπτὸν καὶ περίμετρον. (ῃερς. 110.) Τὸ δὲ οὐκ ἐθέλουσα καὶ τὸ ὑπ' ἀνάγκης, τὴν τῶν μνηστήρων ὡς καὶ προείρηται βίαν ἐνδείκνυται. καὶ τοιαῦτα μὲν ἄχρις ὧδε τὰ κατὰ τὸν ἱστὸν τῆς Πηνελόπης. τὸν εἴτε ὡς ἐν ὑποθέσει, εἴτε καὶ καθ' ἱστορίαν ἀληθῆ. ἡ μέντοι ἀλληγορία κατὰ ἀστειοτέραν ἀναγωγὴν, φιλοσοφίαν μὲν καὶ πάλιν τὴν Πηνελόπην νοεῖ. ἱστὸν δὲ ὑπ' αὐτῆς ὑφαινόμενον, τὴν φιλόσοφον τῶν προτάσεων ἐπισύνθεσιν. ἐξ ὧν αἱ συλλογιστικαὶ ὑφαινόμεναι γίνονται συμπλοκαί. ἀνάλυσιν δὲ ὑπ' ἀνάγκης γινομένην τοῦ τοιούτου ἱστοῦ ὑπονοεῖ, τὴν οὕτω παρὰ τοῖς φιλοσόφοις λεγομένην τῶν ἐξ ἀνάγκης πλεκομένων συλλογισμῶν ἀνάλυσιν. ἧς οὐκ ἐπαΐουσιν οἱ σπάταλοι καὶ παχεῖς μνηστῆρες τῆς Πηνελόπης, οἷα μὴ δὲ ἐξευρεῖν οἴκοθέν τι λεπτὸν ἐξισχύοντες. θεῖον γὰρ ἀληθῶς τὸ τοιοῦτον ἔργον. διὸ καὶ ἡ Πηνελόπη λέγει που ἐν τοῖς ἑξῆς, θεὸν ἐμπνεῦσαι αὐτῇ τὰ κατὰ τὸν τοιοῦτον ἱστόν. καὶ οὕτω μὲν οἱ τρυφηταὶ μνηστῆρες οὐδὲν οἴδασι. θεράπαινα δέ τις τῶν ἔνδον, ἐκφαίνει τὸ ἔργον. εἴη δ' ἂν αὕτη, ἡ τῇ φιλοσόφῳ ταύτῃ ὑφαντικῇ προστετηκυῖα καὶ ταύτην φιλοπονοῦσα, ἀναλυτικὴ συλλογιστικὴ μέθοδος. εἰ καὶ οἱ ἀμέθοδοι καὶ οὐ ποθοῦντες τὴν τοιαύτην ὑφαντικὴν, ταχὺ παύουσι τὸ φιλόσοφον ἔργον, κύβοις αὖθις ἑαυτοὺς ἐπιῤῥίπτοντες καὶ αἰγανέαις παραβάλλοντες. καὶ νῦν μὲν ὦ οὗτος, οὐκ οἶδας εἴπερ καλῶς ἡμῖν ἀνῆκται ὁ λόγος ὁ περὶ τοῦ ἱστοῦ, ἔτι γὰρ τῶν εἰσαγωγικῶν εἶ προθύρων. ὅτε δὲ εἰς μνηστῆρα τῆς φιλοσόφου Πηνελόπης ἐγγραψάμενος καὶ αὐτὸς, τὸν ἱστὸν περιεργάσῃ τοῦτον, καὶ σοὶ τὰς τῆς γνώσεως δαΐδας 1. 87 ἡ Πηνελόπη φιλοσοφία καθ' ἡσυχίαν ὑπανάψασα τὴν ἀνάλυσιν τοῦ τοιούτου ἱστοῦ ὑποφήνῃ, γνοίης ἂν ὅτι καλῶς αὐτῇ συνυφάναμεν τὰ τῆς τοιαύτης ἀναγωγῆς. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (ῃερς. 111.) Τὸ δὲ μνηστῆρες ὑποκρίνονται, ἀντὶ τοῦ ἀποκρίνονται Ἰωνικῶς καθὰ καὶ ἐν Ἰλιάδι. καὶ ὑποκριτήςφασιν. ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. λέγει δὲ καὶ Ἡρόδοτος. οἱ μὲν, ταῦτα ὑποκρινάμενοι, ἀπηλλάττοντο. δοκεῖ δὲ καὶ Ἀττικὴ ἡ λέξις εἶναι. φησὶ γοῦν Θουκυδίδης. οὐδὲν ὑπεκρίνοντο. Ὅρα δὲ ὅπως ὁ Ἀντίνοος ἑαυτῷ τοὺς ὅλους μνηστῆρας προσλογίζεται, ὡς αὐτὸς ὢν οἱ πάντες. διὸ αὐτὸς λαλῶν, ὅμως φησί σοί. δ' ὧδε μνηστῆρες ὑποκρίνονται. καλῶς ἄρα πρὸ πάντων αὐτὸς πεσεῖται ὑπὸ Ὀδυσσέως βληθείς. (ῃερς.

Intertext edge

Open linked passage

Note