Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
755.1.1
) Ὅτι ἐλπίδος ἀγαθῆς ἐπὶ διαδοχῇ γένους ὅτε ὁ πρόγονος δυστυχεῖ τὸ, οὐ γὰρ ὀΐω πάγχυ θεῷ γονὴν τὴν τοῦ δεῖνος ἔχθεσθαι. ἀλλ' ἔτι ποῦ τις ἐπέσσεται ὅς κεν ἔχῃσι δώματά θ' ὑψηρεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς. (ῃερς. 756.) Τὸ δὲ ἐπέσσεται, ἀντὶ τοῦ μετὰ ταῦτα ἔσται. καὶ ὡς εἰπεῖν, ἐπιγενήσεται. ὅθεν καὶ ἐπίγονος ὁ γένους διάδοχος. (ῃερς. 756.) Ὅτι ἐκ τοῦ ἀρκέω ἀρκέσω τὸ ἐπαρκῶ, ἀρκέσιος, καὶ πλεονασμῷ, Ἀρκείσιος κύριον ὁ τοῦ Λαέρτου πατήρ. διὸ Ἀρκεισιάδην αὐτὸν ἐνταῦθα φησίν. οὗ ὁ τύπος, ὅμοιος τῷ, Φημιάδης, ὁ τοῦ Φημίου. Ἡλιάδης ὁ τοῦ Ἡλίου. καὶ τοῖς τοιούτοις. (ῃερς. 758.) Ὅτι εὔνησε γόον εἰπὼν ἀντὶ τοῦ ἔπαυσε τὸν θρῆνον, ἐπάγει πρὸς ἑρμηνείαν τὸ, σχέθε δ' ὅσσε γόοιο. ἤτοι τοῦ μετὰ δακρύων θρήνου. ἄλλως γὰρ, οὐ γοᾶται ὀφθαλμός. ὡς δηλοῖ καὶ τὸ, κλαυθμοῖο γόοιό τε δακρυόεντος. ἀπὸ δὲ τοῦ εὐνῶ εὐνήσω, παράγωγον τὸ εὐνάζω. ὡς ἐκ τοῦ σκεδῶ τὸ σκεδάζω. καὶ τοῦ σκιῶ τὸ σκιάζω. (ῃερς. 761.) Ὅτι κατεύξασθαι μέλλουσα τῶν μνηστήρων ἡ Πηνελόπη, οὐλοχύτας μόνους κανέῳ ἐνέθετο καὶ ηὔχετο τῇ Ἀτρυτώνῃ. καὶ ἀντὶ βωμοῦ μὲν, τῷ κανῷ καθιεροῖ τὰς κριθὰς. ἀντὶ δέ γε θυσίας ζῴων, χρᾶται τῇ ἀναμνήσει τῶν ποτὲ θυσιῶν τοῦ ἀνδρός. εἰποῦσα. (ῃερς. 763.) Εἴ ποτέ τι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρί' ἔκηε, τῶν, νῦν μοι μνῆσαι. καί μοι φίλον υἷα σάωσον. μνηστῆρας δ' ἀπάλαλκε κακῶς ὑπερηνορέοντας. ἐκ τούτων δὲ δύναται παρῳδία τις γενέσθαι χρησίμη ὅτε τις ὑπερεύχεται υἱοῦ κινδυνεύοντος ὑπό τινων ἐπιβούλων. (ῃερς. 762.) Ἀτρυτώνη δὲ Ἀθηνᾶ, ἡ ἄτρυτος ὅ ἐστιν ἀτειρής. ὡς ἀπὸ τοῦ τρέω τρῶ, ἐξ οὗ καὶ τὸ τείρω καὶ τὸ τρύω. ἀφ' οὗ καὶ τρυτάνη ἐπὶ ζυγοῦ, ἡ τειρομένη τῷ βάρει τῶν ὄγκων. ἀπ' αὐτοῦ δὲ, καὶ τρύμη παρὰ τῷ κωμικῷ, ὁ πανοῦργος καὶ ἰτητικὸς καὶ κατ' ἐκεῖνον εἰπεῖν, ἴτης ὅ ἐστιν ἰταμός. ἐξ αὐτοῦ δὲ, καὶ τρύσιππον ὃ τοῖς τετρυμμένοις καὶ ἀχρήστοις ἵπποις ἐπιβάλλεται. ἢ κατὰ Αἴλιον Διονύσιον, τρυσίππειον τετρασυλλάβως, ἔγκαυμα ἵππου γεγηρακότος, ἐπὶ τῆς γνάθου ὅμοιον τροχῷ. φέρει δὲ αὐτὸς καὶ χρῆσιν Εὐπόλιδος ταύτην, ἀλλ' ὥσπερ ἵππῳ μοι ἐπιβαλεῖς τρυσίππειον. ἔοικεν οὖν τὸ εἴτε τρύσιππον εἴτε τρυσίππειον, θεραπεία ἢ σημεῖον εἶναι γηραιοῦ ἵππου δι' ἐγκαύσεως. ἐκ δὲ τοῦ τρύω, καὶ ἄτρυτος ἐν πόνοις λέγεται ὃν πόνοι οὐ τείρουσιν. ἐκεῖθεν δὲ καὶ ἡ τρυμαλιὰ ἐκ τῆς τρύμης παρηγμένη. (ῃερς. 763.) Τὸ δὲ εἴποτέ τοι πολύμητις Ὀδυσσεὺς, καθ' ὁμοιότητα ἐσχημάτισται τοῦ, εἴ ποτέ τοι πίονα μηρί' ἔκηα. ὅπερ ἐν Ἰλιάδι ὁ Χρύσης ηὔξατο. (ῃερς. 767.) Ὅτι εὐχῆς ἐνεργοῦς ἔνδειξις τὸ, ὣς εἰποῦσ' ὀλόλυξε. θεὸς δέ οἱ ἔκλυεν ἀρῆς. Ὅτι δὲ γυναικεία εὐχὴ λιγύφωνος τὸ ὀλολύζειν, προδεδήλωται. (ῃερς.