Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
75.1.1
) Σέβας δὲ, συνήθως τὴν ἔκπληξιν λέγει. Τὸ ξύνετο, ἀντὶ τοῦ, ᾔσθετο. συνήθης δὲ ἡ τοῦ ξυνιέναι σύνταξις μετὰ γενικῆς. γράφεται δὲ καὶ ξύνθετο, ἴσως δὲ τοῦτο οὐ καλῶς. (ῃερς. 78.) Τὸ δὲ ἐρίζειν ἐνταῦθα, ἐπὶ συγκρίσεως εἴληπται. (ῃερς. 80.) Τὸ δὲ ἤ τίς μοι ἐρίσσεται ἠὲ καὶ οὐκὶ, καθ' ὁμοιότητα ἐῤῥέθη τοῦ, ἂν κράτος ἠὲ φερείμην. ἵνα ὥσπερ ἐκεῖ ἀμφήριστος ἡ νίκη, οὕτω καὶ ὧδε ὁ πλοῦτος. θρύπτεται δέ φησιν ἐν τούτοις ὁ Μενέλαος, μετὰ ἤθους ἐκφέρων ὡς τὰ αὐτοῦ ἀμφήριστα τοῖς ἀνθρώποις. (ῃερς. 81.) Τὸ δὲ κτήμασιν, ἐπιεικῶς ἐῤῥέθη. οὐ γὰρ ἐπὶ ἀνδρίᾳ φησὶν ἢ ἄλλαις ἀρεταῖς ἀλλ' ἐπὶ πλούτῳ. (ῃερς. 82.) Τὸ δὲ ἠγαγόμην, ἐπὶ κτημάτων ἀντὶ τοῦ ἔφερον κεῖται. προσυπακούεται δὲ καὶ ἐνταῦθα ἐκ κοινοῦ τὸ πολλά. ἵνα λέγῃ ὡς πολλὰ παθὼν καὶ πολλὰ πλανηθεὶς, πολλὰ ἠγαγόμην κτήματα. καὶ ἔστιν ὅμοιον τῷ, οὐ δεινὰ, πάσχειν δεινὰ τοὺς ἐργασμένους, δεινὰ δηλαδή. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου ἄγεσθαι, καὶ τὸ ἀγώγιμον ἐπὶ φορτίου νηῶν λέγεται. καὶ ὁ παρὰ τῷ Δημοσθένει ἀγώγιμος τῇ τῶν Ἀθηναίων πολιτείᾳ. Ὅρα δὲ ὡς ὁμολογεῖ τουτέστι συμφωνεῖ ὁ Μενέλαος τῷ Νέστορι ἐφ' οἷς ἐκεῖνος εἶπε τοῦτον ἀλᾶσθαι, πολὺν βίοτον καὶ χρυσὸν ἀγείροντα. οὐ μόνον γὰρ πολλὰ ἔφη ἀγαγέσθαι, ἀλλ' ὑποκατιὼν, λέγει καὶ αὐτὸς ἐκεῖνο τὸ τοῦ γέροντος ὡς δηλωθήσεται. ἀλλὰ τί ἂν ἔσχεν ἀγεῖραι ὁ Ἑλληνικὸς βασιλεὺς Μενέλαος; πηλίκον δ' ἂν περιεβέβλητο πλοῦτον, ἀντιπαρατιθέμενος πρὸς τοὺς ὕστερον; ἐν οἷς τῶν ἄλλων πλούτων σιωπωμένων, βασιλικὴ περσικὴ περιᾴδεται ἄμπελος. οὐ κατὰ τὴν Ὁμηρικὴν ἣν ἐκεῖνος τημελεῖ φυτεύσας ἐν τῇ τοῦ φίλου Ἀχιλλέως ἀσπίδι. ἐκείνη μὲν γὰρ, σωφρόνως ἐφάνταζε τὰ κατ' αὐτήν, ἡ δὲ τοῦ Περσῶν βασιλέως, λιθοκόλλητος χρυσῆ τὸν βασιλικὸν ἐκόσμει κοιτῶνα. ὑπὲρ τῆς αὐτοῦ φασι κλίνης οὖσα. ἔχουσα δὲ καὶ βότρυας ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους, λίαν πάνυ πολὺ κατεπλούτει τὸ ὑπερήφανον. καθὰ καὶ τὸ καλούμενον βασιλικὸν προσκεφάλαιον. οἴκημά τι ἐκεῖνο πεντάκλινον. ἐν ᾧ χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειντο τάλαντα. ἔτι δὲ καὶ τὸ προσαγορευόμενον βασιλικὸν ὑποπόδιον. ἕτερον αὐτὸ πρὸ ποδῶν οἴκημα τρίκλινον. οὗ τάλαντατρισχίλια ἔκειντο ἀργυρίου. ὁ δὲ ταῦτα γράψας Ἀθήναιος, ἐπέκεινα τῶν ἄλλων παμπλουσίων, λέγει καὶ ὡς Νῖνος ὁ Ἀσσύριος κατὰ τὸν Κολοφώνιον Φοίνικα, χρυσίου τάλαντα, εἶχε πολλῷ πλείονα Κασπίης ψάμμου. ἔστι δὲ ὁ λόγος οὗτος, μέρος τῆς κατὰ τὸν Ἀχιλλέα ἐν ταῖς Ὁμηρικαῖς λιταῖς ὑπερβολῆς. ἐν ᾗ κεῖται τὸ, οὐ δ' ὅσα ψάμαθός τε κόνις τε. (ῃερς. 83.) Περὶ δὲ Κύπρου καὶ Φοινίκης καὶ τῶν ἐφεξῆς ἐθνῶν, ἐγράφη μὲν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. ῥηθήσεται δὲ καὶ νῦν, ὡς χρεὼν, τὰ ἀρκοῦντα. Κύπρος μὲν γὰρ ὅτι ἀνεῖται τῇ Ἀφροδίτῃ, καὶ διὰ τί τοῦτο, καὶ ὅτι Κύπρις ἐντεῦθεν ἐκείνη ὥσπερ καὶ Παφία ἐκ Πάφου Κυπρίας πόλεως, πολλαχοῦ δηλοῦται. (ῃερς. 84.) Ἐν δὲ τῷ, Φοινίκην καὶ Σιδονίους, τῷ γένει τὸ εἶδος ἐπήνεγκε. μᾶλλον δὲ, τῷ ὅλῳ τὸ μέρος. μέρος γὰρ Φοινίκης, ἡ Σιδών. ὡς καὶ ὁ γεωγράφος σημειοῦται. οὕτω καὶ ἐν τῷ, Τρῶάς τε καὶ Ἕκτορα, τῷ ὅλῳ τοῖς Τρωσὶ τὸ μέρος ὁ Ἕκτωρ συνεκφωνεῖται. καὶ ἐν τῷ, οὐκέτι Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, θάνε δὲ ξανθὸς Μελέαγρος. ὃς μέρος ἦν τῶν Οἰνειδῶν. καὶ ἐν τῷ Ἴδην ἵκανον Γάργαρον. τῆς γὰρ Ἴδης τὸ Γάργαρον ὡς καὶ τῆς Εὐβοίας ἡ Χαλκὶς καὶ ἡ Ἐρέτρια, ἐν τῷ, οἵδ' Εὔβοιαν ἔχον Χαλκίδα τ' Εἰρέτριάν τε. (ῃερς. 83.) Ὅτι δὲ καὶ ἀπὸ Φοίνικος ἀνδρὸς ἢ καὶ παρὰ τὸ Φοινικοῦν χρῶμα ἡ φοινίκη, ἐδηλώθη καὶ αὐτὸ ἀλλαχοῦ. ὥσπερ καὶ ὅτι πονηροὶ οἱ Αἰγύπτιοι. ὅθεν αἰγυπτιάσαι καὶ αἰγυπτιάζειν, οὐ μόνον τὸ ἐπικαῦσαι. οἷον. χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογὶ αἰγυπτιάσει, ἀλλὰ καὶ τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι, ὡς ὁ κωμικός φασι Κρατῖνος δηλοῖ. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ, Αἰγυπτίους ἐπαληθεὶς, τινὲς τὸ ἐπαληθεὶς, εἰς δύο μέρη λόγου διαλύσαντες, νοοῦσιν ὅτι ἐπὶ τοὺς Αἰγυπτίους τοὺς ἀληθεῖς. τοῦτο δὲ, διὰ τὴν ἐκείνων μαντικήν. ἐφ' ᾗ γεγόνασι περίπυστοι. ἔοικε δὲ χαίρειν ὁ Μενέλαος τῇ ἀληθείᾳ. οὗ καὶ ὁ οἰκεῖος θεράπων, Ἐτεωνεὺς ὡς προείρηται παρὰ τὸ ἐτεὸν καλούμενος. ἀφ' οὗ καὶ Ἐτεωνὸς κύριον. οὗ πόλις ὁμώνυμος ἐν Βοιωτίᾳ ἡ Ἐτεωνός. ὡς ἐοικέναι ὅτι καθὰ πομπὸς πομπεύς. οἷον θεοὶ πομπῆες ἕποντο. (ῃερς. 84.) Οὕτω καὶ Ἐτεωνὸς Ἐτεωνεύς. καὶ οὕτω μὲν ταῦτα. Εἰς δὲ τὸ, Αἰθίοπας ἱκόμην καὶ Σιδονίους, λέγει ὁ γεωγράφος καὶ ὅτι τοὺς ἐν τῷ Περσικῷ κατά τινας κόλπῳ, λέγει. ὧν ἄποικοι οἱ περὶ ἡμᾶς. ὡς καὶ Τυρίους τινὰς ἐκεῖθεν ἱστοροῦσι καὶ Ἀραδίους. ὧν ἄποικοι φησὶν οἱ παρ' ἡμῖν. ἤγουν οἱ ἐκ τῆς καθ' ἡμᾶς Τύρου καὶ Ἀράδου. Δῆλον δὲ ὅτι εἰς τοὺς νωτίους Αἰθίοπας ἐλθὼν ὁ Μενέλαος εἴγε καὶ εἰς τοὺς Ἐρεμβοὺς ἦλθε. μέρος γὰρ ἐκείνων οἱ Ἐρεμβοὶ, πολλῷ πρότερον εἰς τοὺς λοιποὺς Αἰθίοπας ἀφίκετο οὓς ὁμόρους Αἰγυπτίοις Ἡρόδοτος ἱστορεῖ. παρ' οἷς δηλαδὴ τοῖς Αἰγυπτίοις, καὶ διαφερόντως τιμηθῆναι δοκεῖ ὁ Μενέλαος. εἴγε καὶ οἱ Λακεδαιμόνιοι οὕτω τίμιοι περὶ τὰ ἐκεῖ γεγόνασιν, ὥστε καθ' Ἡρόδοτον ἐν Αἰγύπτῳ οἱ ἐγχώριοι νεώτεροι, μόνοις Ἑλλήνων Λακεδαιμονίοις τοῖς πρεσβυτέροις συντυγχάνοντες, ὁδοῦ τε εἴκουσι καὶ ἐκτρέπονται. καὶ ἐπιοῦσιν, ἐκ τῆς ἕδρης ἀνίστανται. Ἐνθυμητέον δ' ἐν τούτοις, καὶ τὸν γράψαντα τὸ, Αἰθίοπες οἱ ὑπὲρ Αἰγύπτου καὶ Ἄραβες. καὶ προσεννοητέον ἀκολούθως τοῖς προγραφεῖσιν, ὡς οὐ μόνον εἰς τούτους τοὺς Ἄραβας καὶ Αἰθίοπας τοὺς ἡμῶν ἐγγυτέρω ἐπλανήθη Μενέλαος, ἀλλὰ καὶ εἰς τοὺς βαθυτάτους, ὧν μέρος οἱ Ἐρεμβοί. λέγει δὲ ὁ γεωγράφος, καὶ ὅτι πλησιαίτεροι ἦσαν ταῖς Αἰγυπτίαις Θήβαις οἱ τότε ὅροι τῶν Αἰθιόπων. καὶ ὁ εἰς Θήβας ἀφιγμένος, οὐ πόῤῥω ἦν Αἰθιόπων. καὶ ὅτι Μενέλαος πρὸς Αἰθίοπας ἦλθε κατὰ μέν τινας, περιπλεύσας τὸν Ὠκεανὸν διὰ τῶν Γαδείρων μέχρι τῆς Ἰνδικῆς. οἱ δὲ, πλησίον Αἰγύπτου εἶναι φασὶ τούς τε Ἄραβας καὶ τοὺς Αἰθίοπας εἰς οὓς ἐκεῖνος ἐπλανήθη. ὁ δ' αὐτὸς γεωγράφος παραμυθούμενος καὶ τὰς ἐν τοῖς τοιούτοις ἀμφιβολίας, λέγει ὅτι οὔτε ὁ ποιητὴς ἕκαστα ἀκριβῶς ἐπύθετο, οὔθ' ἡμεῖς παρ' ἐκείνου ζητοῦμεν τὸ ἀκριβές. Ἰστέον δὲ καὶ ὅτι τὸ θηλυκὸν τοῦ Αἰθίοψ, ἰδιωτικῶς μὲν, Αἰθιόπισσα. ἄλλως δὲ περιφραστικῶς, ἡ ἐξ Αἰθιόπων. λέγεται δὲ καὶ ὁμοφώνως τῷ ἀρσενικῷ κατὰ τοὺς παλαιούς. Αἰθίοπα γοῦν φασι φωνὴν Αἰσχύλος λέγει καὶ, πότερα γυνή τις Αἰθίοψ φανήσεται; οὕτω δέ φασι καὶ ἄλλα ἐξ ἀῤῥενικῶν ἐπὶ θηλυκὰ μεταφέρονται. ὡς τὸ Κίλιξ δὲ χώρα καὶ Σηρῶν ἐπιστροφαί. καὶ Ὅμηρος. θεαὶ δ' ἐπιποιμένες εἰσί. καὶ Φερεκράτης. ἡγούμεθα τῆς πόλεως εἶναι ταύτας σωτῆρας. καὶ Σοφοκλῆς. τύχῃ γε τῷ σωτῆρι. καὶ Θουκυδίδης. αἳ ἔτυχον φύλακες τῆς Μιλήτου. καὶ Ἀριστοφάνης. μετὰ τῆς γραμματέως συγγράψομαι. καὶ τοιαῦτα μὲν καὶ τὰ περὶ Αἰθιόπων. περὶ ὧν καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ διείληπταί τι. Σιδονίους δὲ νοοῦσι τινὲς ὡς καὶ πρὸ ὀλίγων εἴρηται, οὐ τοὺς τὴν παράλιον Συρίαν οἰκοῦντας. ἀλλά τινας, ἐντεῦθεν εἰς τὴν Ἐρυθρὰν μετοικήσαντας. ἢ ὧν Ἐρυθραίωνὄντων, οἱ κατὰ Φοινίκην ταύτην ἄποικοι. Ἀλέξανδρον μὲν γάρ, φασιν, ἔδει παραπλεῦσαι ταύτην τὴν Σιδῶνα μετὰ τὴν ἁρπαγὴν τῆς Ἑλένης ἐπίτηδες περιοδεύοντα. Μενέλαον δὲ οὔτε εἰκὸς ἦν πλανηθῆναι περὶ τήνδε τὴν Φοινίκην, καὶ οὐδὲ εὖ ἔχει πρὸς ἀλληλουχουμένην ἁρμονίαν χωρογραφίας, τὸ Αἰγυπτίους Αἰθίοπάς τε καὶ Σιδονίους καὶ Ἐρεμβοὺς, εἰ τοὺς Σιδονίους ἀποσπάσαντες Αἰθιόπων καὶ Ἐρεμβῶν, εἰς τὴν νῦν Σιδώνα ἐξώσομεν. δοκεῖ γὰρ φυλάττειν εὔτακτον ἀκολουθίαν τοπογραφικὴν καὶ ὧδε ὁ ποιητὴς ἐν τῷ, Αἰθίοπας καὶ Σιδονίους καὶ Ἐρεμβοὺς, βαθυτέρους ὄντας. ὥσπερ καὶ ἐν τῷ, Ὄσσαν ἐπ' Ὀλύμπῳ μέμασαν θέμεν. αὐτὰρ ἐπ' Ὄσσῃ, Πήλιον. καὶ ἐν τῷ, Ἥρα δὲ ἔλιπεν Ὄλπον. περίην δ' ἐπιβᾶσα καὶ ἠμαθίην ἐρατεινὴν, ἵκετ' ἐπὶ Θρῃκῶν ὄρεα. ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐδύσατο. Ἰστέον δὲ ὅτι καὶ οἱ νοοῦντες ἐνταῦθα Σιδονίους τοὺς κατὰ Φοινίκην τὴν ἡμῖν γνώριμον, ἐξ Ὁμήρου ὁρμῶνται. εἰπόντος κατευθὺ, Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους. ἧς Φοινίκης μέρος καὶ ἡ Σιδών. ὁ δὲ γεωγράφος φησὶ καὶ ὅτι Σιδόνιοι καὶ Ἐρεμβοὶ, οἱ Ἄραβες νῦν λέγονται. ὅθεν τινὲς ἀντὶ τοῦ, Ἐρεμβοὺς Ἄραβάς τε γράφουσιν, οἳ οὕτως ὀνομάζονται, ἀπὸ Ἀράβου τινὸς ὡς Ἡσίοδος ἐτῷ ἑαυτοῦ καταλόγῳ φησί. καὶ ἄλλως δέ πως, ὡς ἐν τοῖς τοῦ περιηγητοῦ διείληπται. τινὲς δὲ Ἐρεμβοὺς, τοὺς Ἰνδοὺς νοοῦσι παρὰ τὸ ἔρεβος. διὸ Ἐρεμνοὺς γράφει ὁ Κράτης, ὅ ἐστι μέλανας. ὁ δὲ γεωγράφος ἀπάγων ἐντεῦθεν τὴν τοιαύτην γραφὴν, λέγει ὅτι Ἐρεμβοὶ δὲ, ζητοῦνται εἴτε τρωγλοδύται εἴτε Ἄραβες. τὸ δὲ Ἐρεμνοὺς γράφειν, οὐ πιθανόν. Αἰθιόπων γάρ φησι τοῦτο μᾶλλον ἴδιον. οἱ δέ γε πρὸς τὸ σαφέστερον μεταλαμβάνοντες τοὺς Ἐρεμβοὺς, τρωγλοδύτας αὐτοὺς καλοῦσι. καὶ ἔστι τοῦτο μὲν, παρὰ τὸ εἰς τρώγλας δύεσθαι. ἐκεῖνο δὲ ὡς καὶ ἀλλαχοῦ εἴρηται, παρὰ τὸ εἰς ἔραν ἐμβαίνειν διὰ τὸν ἐν τῷ περιέχοντι καύσωνα. Ἀρίσταρχος δέ φασι καὶ αὐτὸς Ἐρεμνοὺς τοὺς Ἄραβας νοεῖ. (ῃερς. 85.) Ὅτι δὲ τὴν Σιδόνα Ὅμηρος μὲν συστέλλει ἐν τῇ παραληγούσῃ ἐκτείνων τὴν ἄρχουσαν, οἱ δὲ μεθ' Ὅμηρον ἀνάπαλιν χρῶνται, σεσημείωται ἀλλαχοῦ καὶ αὐτό. καθὰ καὶ περὶ Λιβύης, ὅτι ἢ ἀπὸ γυναικὸς ὁμωνύμου ἐκλήθη, ἢ ἀπὸ τοῦ λιπέσθαι ὑετοῦ. ἢ παρὰ τὸν Λίβα. καὶ εἴ τι δὲ καὶ ἄλλο καίριον. Τὸ δὲ ἄφαρ κεραοὶ τελέθουσιν, ἀντὶ τοῦ, εὐθὺς ἅμα τῷ γεννηθῆναι κεράτων φυὴν προβάλλονται. καὶ συντελεῖ πρὸς τοῦτο καὶ ὁ τοῦ Ἡροδότου λόγος, εἰπόντος ἐξεναντίου κατὰ ἰδιότητα ψυχροῦ τόπου, ὡς οὐ φύει κέρατα ἐν Σκυθίᾳ τὸ γένος τῶν βοῶν. ὀρθῶς οὖν φησιν εἶπεν Ὅμηρος τὸ, Λιβύην ὅθι τ' ἄρνες ἄφαρ κεραοὶ τελέθουσιν. ἐν τοῖς θερμοῖς γὰρ, ταχὺ παραγίνονται τὰ κέρατα. ἐν δὲ τοῖς ἰσχυροῖς ψύχεσιν, ἢ οὐ φύει κέρατα τὰ κτήνεα τὴν ἀρχὴν, ἢ φύει μόγις. Καὶ ὅρα τὸ, ταχὺ παραγίνονται τὰ κέρατα. τὸ γὰρ Ὁμηρικὸν ἄφαρ, ὑπερβολήν τινα ἔχει. καὶ πρὸς τερατῶδες εἴρηται. Σημείωσαι δ' ἐνταῦθα μάλιστα τὸ τοῦ Ἀριστοτέλους, εἰπόντος, ὡς ἐν Λιβύῃ τὰ κερατώδη, εὐθὺς γίνονται κέρατα ἔχοντα. ἕτεροι δὲ τὸ, ἄρνες ἄφαρ κεραοὶ τελέθουσιν, οὕτω νοοῦσιν. ἔνθα οἱ μετ' ὀλίγον ἐσόμενοι κεραοὶ, ἄφαρ γίνονται. ἤγουν εὐθὺς καὶ ταχὺ καὶ ἄλλοι ἐπ' ἄλλοις, διὰ θερμότητα τόπου. (ῃερς.