Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
768.1.1
) Ὅτι ὀλολυζούσης ἐπὶ εὐχῇ τῆς Πηνελόπης ὅ ἐστιν ὡς θέμις γυναικὶ γεγωνότερον ἀναβοώσης αἰσθόμενοι οἱ μνηστῆρες, ὁμάδησαν. ὧδε δέ τις ἂν εἶπεν. (ῃερς. 770.) ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια ἀρτύνει. ὃ γάρ τις φασὶ βούλεται τοῦτο καὶ οἴεται. διὸ καὶ αὐτοὶ γάμον αὐτοῖς ἀρτύεσθαι οἴονται ἀπατώμενοι. ἐπεὶ μὴ θρηνούσης ἀλλ' εὐχομένης ὡς ἐῤῥέθη τῆς δεσποίνης ἤκουον. Καὶ ὅρα ὡς δυνάμενος ὁ ποιητὴς καὶ νῦν ποιῆσαι τὴν Πηνελόπην ἐπιφαινομένην τοῖς μνηστῆρσιν, ὅμως οὐ ποιεῖ οὕτω, διὰ τὸ ἀνήνυτον. ταμιεύεται δὲ αὐτὸ τοῖς ἑξῆς ἐν ἑτέρᾳ ἐπιβουλῇ μελετωμένη κατὰ Τηλεμάχου, ἐκκλίνων τὸ ὁμοειδές. Καὶ σημείωσαι ὅτι κἀνταῦθα βραχυλόγος ἡ κοινὴ ἠθοποιΐα ἐστί. δίστιχος γάρ. (ῃερς.