Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
76.1.1
) καὶ, ὣς εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα. ὅπερ οἰκεῖον εἰπεῖν ἐπὶ τοῦ ἐν ἱκεσίᾳ μὴ ἐλεηθέντος. (ῃερς. 78.) Ὅτι ἐπίμονον κωπηλασίαν δηλοῖ τὸ, τείρετο δ' ἀνδρῶν θυμὸς ὑπ' εἰρεσίης ἀλεγεινῆς. (ῃερς. 79.) Ὅτι ὥσπερ ἁμαρτῶ ἁμαρτία, οὕτω ματῶ ματία ἡ ματαιότης. φησὶ γάρ. τείρετο δ' ἀνδρῶν θυμὸς ἡμετέρῃ ματίῃ. Τοῦ δὲ ματῶ ματήσω ἡ χρῆσις ἐν Ἰλιάδι, τεθεῖσα ἐπὶ ἵππων μὴ ἐθελόντων θέειν. ὅτι δὲ καὶ μάτιόν ἐστιν οὐδέτερον ὄνομα ἐξ οὗ καὶ ὁ ματιολοιχὸς, ἐῤῥέθη ἐκεῖ. (ῃερς. 80.) Ὅτι ἐκ τῆς κατὰ τὸν Αἴολον νήσου μακράν που ἀπῳκισμένης οἱ περὶ τὸν Ὀδυσσέα ἑξῆμαρ ὁμῶς πλέοντες νύκτας τε καὶ ἦμαρ, ἑβδομάτῃ ἵκοντο (ῃερς. 81.) Λάμου αἰπὺ πτολίεθρον. ὃ ἐφερμηνεύων φησί. τηλέπυλον Λαιστρυγονίην. εἶτα ἱστορικῶς ἐκτιθεὶς τὴν ἐκεῖ τοπικὴν ἰδιότητα φησίν. (ῃερς. 83.) ἔνθα ποιμένα ποιμὴν ἠπύει ὅ ἐστι προσφωνεῖ. καὶ ἐφερμηνεύων, τί ποιῶν ποιμὴν τί ποιοῦντα ποιμένα ἠπύει φησίν. εἰσελάων. ὁ δ' ἐξελάων ὑπακούει. τουτέστι ποιμὴν εἰσελαύνων ἐκ νομῆς προσφωνεῖ τὸν ἐξελαύνοντα εἰς νομὴν καὶ αὐτὸς ὑπακούει. (ῃερς. 82.) λαμβάνει δὲ νῦν ἢ τὸ ποιμένα ἢ τὸ ποιμὴν ἀντὶ βουκόλου καταχρηστικώτερον. Ἐφ' οἷς τὴν εὐχρηστίαν τοῦ τόπου ἱστορῶν λέγει. (ῃερς. 84.) ἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθοὺς, τὸν μὲν βουκολέων, τὸν δ' ἄργυφα μῆλα νομεύων. ἐν ᾧ δηλοῦται ὅτι ποιμὴν καὶ ὁ βουκόλος ἀνωτέρω ἐῤῥέθη. δείκνυσι δὲ διὰ τούτων ὁ ποιητὴς καθ' ἱστορίαν, ἀγαθὰς εἶναι νομὰς ἐν τῇ τῶν Λαιστρυγόνων γῇ, τὰς μὲν βουκόλοις, τὰς δὲ ποιμέσι. καὶ τοὺς μὲν βουκόλους νύκτωρ νέμειν διὰ τὸν ἐπιπολάζοντα τοῖς βουσὶν ἐκεῖ πολέμιον οἶστρον τὸν καὶ μύωπα, ὃς δὴ ζωΰφιόν ἐστιν ἐχθρὸν βουσὶ, τοὺς δὲ ποιμένας βόσκειν ἡμέρας οὔσης. διὸ τὸν ἄϋπνον ὄντα ἤτοι ὀλιγόϋπνον νυκτὸς διὰ τὸ ἐν ἡμέρᾳ τυχὸν πλείονι τῷ ὕπνῳ καταχρήσασθαι διπλοῦς φησὶν ἐξαίρειν μισθοὺς, ἐν νυκτὶ μὲν βουκολοῦντα, μεθ' ἡμέραν δὲ ποιμαίνοντα. ἱστορεῖ δὲ καὶ ἐγγὺς τῆς πόλεως εἶναι τὰς τοιαύτας νυκτερινάς τε καὶ ἡμερινὰς νομὰς καὶ τὰς εἰς αὐτὰς ὁδούς. διὸ καὶ ποιμένα ποιμὴν ἐξελαύνοντα εἰσελάων προσφωνεῖ. Ἰστέον δὲ ὅτι τε καθὰ οἱ νέμοντες τὰς αἶγας αἰπόλοι λέγονται καὶ οἱ τοὺς βόας βουκόλοι καὶ βοῦται, καὶ οἱ τοὺς ἵππους ἱππονόμοι καὶ ἱπποπόλοι, οὕτω καὶ οἱ τὰ πρόβατα νέμοντες ποιμένες καλοῦνται καὶ προβατεῖς καὶ μηλάται. τὸ δὲ ποιμαινόμενον πλῆθος ποίμνιον, Ὁμηρικῶς δὲ, πῶϋ. καθὰ καὶ ὁ μὲν περὶ σύας συβώτης, τὸ δὲ ὑπ' αὐτὸν συβόσιον. ὡς καὶ αἰπόλιον, τὸ κατὰ τὸν αἰπόλον. καὶ ὅτι μῆλα εἰ καὶ ὡς ἐπὶ πολὺ τὰ πρόβατα, ὅμως καὶ τὰ πλείω τῶν τετραπόδων, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, μῆλά τε καλοῦνται καὶ πρόβατα. Σοφοκλῆς γοῦν φασὶ τὸν Ἀχιλλέα τραφῆναι εἰπὼν ἐν τῷ πηλίῳ πᾶν μῆλον θηρῶντα δόξοι ἂν τὰ θηρία πάντα μῆλα καλεῖν. καὶ ὁ εἰπὼν δὲ μῆλα βόας κεραοὺς καὶ ὄϊς καὶ πίονας αἶγας καὶ τοὺς βοῦς ἐν τοῖς μήλοις τίθησι. Σιμωνίδης δέ φασι τὸν ταῦρον ὁτὲ μῆλον ὁτὲ δὲ πρόβατον ὀνομάζει. Πίνδαρος δὲ τὰς τοῦ Διομήδους ἵππους πρόβατα καλεῖ. ἐθέλει δὲ τοῦτο καὶ Ἡρόδοτος ἐν τῷ, θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα, ἵππους δὲ μάλιστα. Ὅμηρος δὲ ἐν τῷ, κειμήλιά τε πρόβασίν τε, δοκεῖ φησὶ τὴν τῶν ὅλων βοσκημάτων κτῆσιν πρόβασιν καλεῖν. (ῃερς. 81.) Ἔτι ἰστέον καὶ ὅτι Λάμος ἢ Λαιστρυγόνος ἐπιφανοῦς ὄνομα, ἢ βασιλέως τῶν ἐκεῖ, υἱοῦ Ποσειδῶνος. Αἰπὺ δὲ τὸ ῥηθὲν πτολίεθρον ἴσως μὲν ὡς ὑψηλὸν, ἴσως δὲ καὶ διὰ χαλεπότητα τῶν ἐκεῖσε, οἳ οὐ μόνον ἄξενοι κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ ἀνθρωποφάγοι φαίνονται, κατεσχηκότες τὴν περὶ Σικελίαν χώραν τῶν Λεοντίνων, ἐν ᾗ πολὺς ὁ μύωψ. ὥστε τὰ μὲν λάσια ἡμέρας φασὶ νέμεσθαι ὡς καὶ Ὅμηρος οἶδε, τὰ δὲ ψιλὰ νυκτός. διὸ τὸν δυνάμενον ἀγρυπνεῖν δύο ἀποφέρειν μισθούς. (ῃερς. 82.) Τηλέπυλος δὲ ἢ ἡ μεγάλη, τῶν γὰρ τοιούτων φασὶ πολὺ διεστᾶσιν αἱ πύλαι, ἢ ἡ ᾠκισμένη τῆλέ που. τινὲς δὲ τηλέπυλον φασὶ, τὴν μακρόπυλον οὐ τῷ διαστήματι ἀλλὰ τῷ πλάτει τῶν πυλῶν ἢ τῷ μήκει. ἄλλοι δὲ ὡς ἀνωτέρω ὑπελαλήθη, τὴν διασταδὸν πύλας διαφόρους ἔχουσαν οὐ πάνυ μέντοι ἀφεστηκυίας, ἀλλ' ὥστε τὴν φωνὴν ἐξακούεσθαι τῶν εἰσελαυνόντων καὶ ἐξελαυνόντων καθ' ὁμοιότητα τοῦ, ὅσσον τε γέγωνε βοήσας. εἰσὶ δὲ οἳ κύριον ὄνομα πόλεως τὴν τηλέπυλον ἐδέξαντο. Ὅρα δὲὡς οὐδὲν ὤνησε τὴν τῶν Λαιστρυγόνων τὸ πολιτικῶς ᾠκίσθαι ὅ ἐστι πόλιν ἔχειν. καὶ οὕτω γὰρ ἀθέμιστοι καὶ ἄγριοι καὶ αὐτοί. (ῃερς. 85.) Τὸ δὲ ἐξήρατο μισθοὺς, ἔχει συγκρότησιν ἑρμηνευτικὴν καὶ ἐκ τοῦ, ὅσσ' Ὀδυσσεὺς ἐμόγησε καὶ ἤρατο. Ἄργυφα δὲ, μήλων ἐπίθετον διὰ τὴν τοῦ ἐρίου λευκότητα. τὸ μέντοι ἀργύφεον ἐπὶ ἱματίου τίθεται. Ὁ δὲ μῆλα νομεύων καὶ ὁ βουκολέων εἴδη ποιμένος ὡς καὶ ἀνωτέρω δεδήλωται. (ῃερς. 86.) Τὸ δὲ ἐγγὺς νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι, οὐ μόνον τοπικῶς φασί τινες ἀντὶ τοῦ ἐγγὺς τῆς πόλεως κεῖνται, ὡς ἐῤῥέθη, αἱ νυκτεριναὶ καὶ ἡμεριναὶ νομαὶ διὸ καὶ οἱ νομεῖς ἀλλήλους ὡς ἐῤῥέθη προσφθέγγονται, ἀλλὰ καὶ χρονικῶς ἐκλαμβάνονται, ὡς καιροῦ τινὸς πάνυ βραχείας ἐκεῖ τὰς νύκτας ποιοῦντος. διὸ μηδὲ ῥᾷον δύνασθαι μέρος μέν τι τῆς νυκτὸς ἀναπαύσασθαί τινα ἱκανῶς, μέρος δὲ βουκολῆσαι, διὰ τὸ, ἐγγὺς ἀρξαμένῃ, δηλαδὴ τῇ νυκτὶ, καὶ τὴν τοῦ ἡλίου συντρέχειν ἀνατολὴν ὀλίγον χρόνον διατρίψαντος ὑπὸ γῆν. ὅθεν τὸν τηνικαῦτα δυνάμενον ὀλιγοϋπνεῖν κερδαίνειν διπλᾶ. κατῆρξε δέ φασι τῆς τοιαύτης μαθηματικῆς ἐπινοίας Κράτης, βραχείας ὑποθέμενος τὰς ἐκεῖ νύκτας καὶ εἰπὼν εἶναι τοὺς Λαιστρυγόνας ὑπὸ τὴν κεφαλὴν τοῦ δράκοντος κατηστερισμένην περὶ αὐτοὺς, ἣν καὶ Ἄρατος λέγει ἵσσεσθαι ᾗχιπερ ἄκραι μίσγονται δύσιές τε καὶ ἀνατολαὶ ἀλλήλῃσιν. ὥστε φασὶ καὶ πλείω μὲν εἶναι τὴν ἡμέραν, ὀλίγην δὲ τὴν νύκτα. οὗ τὸ ἀνάπαλιν παρὰ τοῖς Κιμμερίοις. παρ' οἷς ὁ μῦθος πολυημέρους νύκτας πλάττεται, ὅθεν σύνεγγυς οὐσῶν ἐν Λαιστρυγονίᾳ τῶν ἀνατολῶν ταῖς δύσεσι καὶ τῆς νυκτὸς βραχυτάτης οὔσης διὰ τὸ ἐγγὺς τετάχθαι τῆς ἡμέρας εἰκότως φάναι τὸν ποιητὴν πλησιάζειν τὰς τῆς νυκτὸς κελεύθους ταῖς τοῦ ἤματος. καθάπερ ἂν γένοιτό τις καιρὸς καὶ τοῦ ἀνάπαλιν, μηκυνθείσης μὲν τῆς νυκτὸς, συσταλείσης δὲ τῆς ἡμέρας. ὅτε καὶ αἱ τῆς ἡμέρας κέλευθοι πλησιάζειν ἂν λέγοιντο τῇ νυκτί. ὅπερ ὁ ποιητὴς ἀφῆκεν ἐξ ἀναλόγου νοεῖν μνησθεὶς θατέρου διὰ τὸ θαυμασιώτερον, ἐν ᾧ ἔστι κερδαίνειν τὸν ὕπνον. διὸ οὐδὲ εἶπεν ὡς ἐγγὺς ἤματος καὶ νυκτός εἰσι κέλευθοι, ἀλλὰ νυκτός τε καὶ ἤματος, ὡς ταχὺ μετὰ νύκτα τῆς ἡμέρας διαφαινούσης. ὃ παραφράζων Ἄρατος ἔφη τό· μίσγονται δύσιες καὶ ἀνατολαί. ταυτὸν γὰρ ἐγγὺς εἶναι νυκτὸς καὶ ἤματος ὁδοὺς, καὶ μίσγεσθαι δύσεις καὶ ἀνατολάς. (ῃερς. 84.) Ἰστέον δὲ ὅτι τὸ, ἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθοὺς τὸν μὲν δηλαδὴ νυκτὸς τὸν δὲ ἡμέρας ἁρμόζει καὶ ἐπὶ τεχνιτῶν οἳ καί τι τῆς νυκτὸς τοῖς ἔργοις ἀπομερίζονται. (ῃερς. 87.) Ὅτι ἐκφράζων δι' ὀλίγων τὸν ἐν τῇ Λαιστρυγονίᾳ λιμένα φησίν· ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν περὶ πέτρη ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν, ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν ἐν στόματι προὔχουσιν, (ῃερς. 90.) ἀραιὴ δ' εἴσοδός ἐστιν. ὅ ἐστι λεπτή. στενή. ὃ καὶ δασύνουσι οἱ παλαιοὶ πρὸς διαστολὴν τοῦ ἁπλῶς ἀραιοῦ. τοῦτο δὲ παρεφράσθη, ἐκ τοῦ, λεπτὴ δ' εἰσίθμη. ὃ ἐπὶ τοῦ Φαιακικοῦ ἐῤῥέθη λιμένος. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ ἐνταῦθα σαφὲς ἤγουν τὸ εἴσοδος ἐκεῖ ποιητικώτερον κεῖται. εἰσίθμη γάρ. καὶ αὖ πάλιν τὸ ἐκεῖ κοινῶς λεχθὲν ἤγουν τὸ λεπτὴ, ἐνταῦθα οὐχ' οὕτως ἐφράσθη. ἀραιὴ γὰρ ποιητικώτερον. εἶτα κοῖλον τὸν τοιοῦτον λιμένα εἰπὼν ὥσπερ δὴ ἐν τοῖς ἑξῆς καὶ πολυβενθέα, ἐπάγει ὡς οὔποτε ἀέξετο κῦμά γ' ἐν αὐτῷ (ῃερς. 92.) οὔτε μέγ' οὔτ' ὀλίγον λευκὴ δ' ἦν ἀμφιγαλήνη. δηλοῖ δ' ἐν τούτοις Ὅμηρος ἀγαθόν τε λιμένα τὸν ῥηθέντα εἶναι καὶ φυσικῶς ὠχυρῶσθαι. ὃ δὴ καὶ πρὸς κακοῦ γέγονε τοῖς περὶ Ὀδυσσέα. ἐγκλεισθέντες γὰρ ὥσπερ ἕρκει τῷ τοιούτῳ λιμένι, ἀπώλοντο. (ῃερς. 87.) Κλυτὸν δὲ λιμένα συνήθως λέγει τὸν ἄξιον περιᾴδεσθαι καὶ ἀκούεσθαι. οὕτω καὶ κλυτὰ μῆλα πρὸ ὀλίγων ἔφη. κλυτὸν μέντοι ὄνομα Ὀδυσσέως τὸ ἐξάκουστον. Τὸ δὲ τετύχηκεν, ἀντὶ τοῦ κατὰ τὴν τύχην ἐστὶ καὶ οὐκ ἐξ ἐπιτεχνήσεως. (ῃερς. 88.) Τὸ δὲ ἀμφοτέρωθεν, ἑρμηνεία ἐστὶν ἐνταῦθα τοῦ διαμπερὲς, ὥσπερ καὶ τὸ (ῃερς. 90.) προὔχουσι σαφήνειά ἐστι τοῦ, ἀκταὶ προβλῆτες. (ῃερς. 89.) ἤτοι αἱ τοῦ λιμένος προβεβλημέναι καὶ προέχουσαι αὐτοῦ. (ῃερς. 131.) ἃς δὴ καὶ ἐπηρεφέας ἐρεῖ, ὡς ἐπικεκλιμένας δίκην ὀρόφου. Τὸ δὲ ἐναντίαι ἀλλήλαις, ἀντὶ τοῦ αἱ μὲν δεξιαὶ αἱ δ' ἐξ ἀριστερῶν. Στόμα δὲ ὅτι καὶ ἐπὶ λιμένων λέγεται καθὰ καὶ ἐπὶ ποταμῶν ἔτι δὲ καὶ λιμνῶν, ὡς δηλοῖ καὶ τὸ παρὰ Θεοκρίτῳ στομάλιμνον, δῆλόν ἐστι. (ῃερς. 90.) Τὸ δὲ στενὸν τῆς κατὰ τὸν λιμένα εἰσόδου τὸν πολὺν ὄλεθρον τῶν τοῦ Ὀδυσσέως νηῶν πιθανολογεῖ, οὐκ εἶχον γὰρ διεκδῦναι τῆς στενότητος. οὕτω δὲ καὶ τὸ τῶν (ῃερς.

Intertext edge

Open linked passage

Note