Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
772.1.1
) Ὅτι ἀστοχίαν δηλοῖ νοήματος τὸ, ὡς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ἤτοι ἔγνων ὡς ἐτέτυκτο. Ἔστι δὲ τὸ ἴσαν, παρατατικὸς τοῦ ἴσημι. (ῃερς. 774.) Ὅτι παίδευσις εἰς τὸ ταχὺ ἐκτελέσαι τὸ μυστηριωδῶς βουλευθὲν, τὸ τοῦ Ὁμηρικοῦ Ἀντινόου, τὸ, δαιμόνιοι. μύθους μὲν ὑπερφιάλους ἀλέασθε πάντας ὁμῶς, μήπου τις ἀπαγγείλῃσι καὶ εἴσω. (ῃερς. 776.) ἀλλ' ἄγε σιγῇ τοῖον ἤγουν οὕτως ὡς ἔχομεν ἀναστάντες, τελέωμεν μῦθον ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν. (ῃερς. 777.) Ἰστέον δὲ ὅτι τὸ, ὃς ἐν φρεσὶν ἤραρεν, ἀντὶ τοῦ ὅσπερ θυμήρης ἡμῖν. ταυτὸν γὰρ θυμῆρες εἰπεῖν καὶ φρεσὶν ἀραρός. καὶ ὅτι ἐκ τοῦ φρεσὶν ἄραρε, καὶ ὁ φρενήρης σύγκειται. (ῃερς. 778.) Ὅτι πρὸ βραχέων ἐνεργητικῶς εἰπὼν, κρίνας ἀνὰ δῆμον ἀρίστους, ἐνταῦθα παθητικῶς φησίν. ἐκρίνατο ἐείκοσι φῶτας ἀρίστους. διφορεῖται γὰρ καὶ ἡ τοῦ ῥήματος τούτου διάθεσις ὡς πολλαχοῦ φαίνεται. (ῃερς. 780.) Ὅτι τὴν εἰς ἀνάπλουν ἑτοιμασίαν, συντόμως οὕτω φράζει ὁ ποιητής. νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν. ἐν δ' ἱστόν τε τίθεντο καὶ ἱστία νηῒ μελαίνῃ. ἠρτύναντο δ' ἐρετμὰ τροποῖς ἐν δερματίνοισι. τεύχεα δέ σφ' ἤνεικαν ὑπέρθυμοι θεράποντες. ὑψοῦ δ' ἐν νοτίῳ τήν δ' ὥρμισαν. Καὶ ὅρα τὸ ἀρτύνειν πλεονασμῷ τοῦ ˉν γεγονὸς ἐκ τοῦ ἀρτύειν ὅπερ ἀνωτέρω εἶπεν Ὅμηρος. (ῃερς. 782.) Τὸ δὲ ἐρετμὰ, μεταπέπλασται. ἔστι γὰρ καὶ ἀρσενικὸν ὁ ἐρετμός. Τροποὶ δὲ ὀξυτόνως ἤτοι κοινότερον εἰπεῖν τροπωτῆρες, ἱμάντες οἷς ἡ κώπη πελάζουσα ἐνείρεται τῷ ἰδιωτικῶς λεγομένῳ σκαλμῷ. ἐν δὲ λεξικῷ ῥητορικῷ, κεῖται καὶ ὅτι ὁ ῥηθεὶς ἱμὰς, καὶ ἐπικωπητὴρ λέγεται. γίνεται δὲ παρὰ τὸ τρέπεσθαι ὅ ἐστι στρέφεσθαι. κάμπτεσθαι. κλώθεσθαι. εἰλεῖσθαι. γυροῦσθαι. ὥσπερ δὲ τρόχος μὲν κατὰ τοὺς παλαιοὺς, ὁ ἄγγελος ἔτι δὲ καὶ ὁ δρόμος. τροχὸς δὲ ὀξυτόνως ἐπὶ ἅρματος καὶ ἀπήνης καὶ τῶν τοιούτων. οὕτω καὶ τρόπος μὲν βαρυτόνως, ἐπὶ ἤθους. τροπὸς δὲ, ὁ ῥηθεὶς ἱμάς. ὃν διεσάφησεν ὁ ποιητὴς ἐν τῷ, τροποῖς ἐν δερμαντίνοις. (ῃερς. 785.) Τὸ δὲ ὑψοῦ ἐν νοτίῳ, δηλοῖ διττὸν εἶναι τὸ ἐφ' ὕψους ὁρμίζεσθαι. τὸ μὲν, ἐπὶ ξηρᾶς τῆς ὑπερκειμένης τοῦ παραιγιαλίου ὕδατος ἔνθα ἡ ναῦς ὁρμεῖ καταπλέουσα καὶ παυομένη τοῦ πλοῦ. τὸ δὲ, ἐπὶ ὕδατος ὑπερκειμένου γῆς. ἐν ᾧ ἡ ναῦς ὁρμίζεται ἀναπλέουσα. καὶ τοῦτό ἐστι τὸ ὑψοῦ ἐν νοτίῳ. τουτέστιν ἐν ὑγρῷ. ὥσπερ ἐκεῖνο, ὑψοῦ ἐν ξηρῷ. τουτέστιν ἐπὶ τοῦ κατὰ τὴν ξηρὰν αἰγιαλοῦ. ὥστε τὸ, ὑφοῦ ἐν νοτίῳ ὥρμισαν, πρὸς διαστολὴν εἴρηται τοῦ ἐπὶ γῆς ὁρμισθῆναι. ὅπερ ἦν, ὑψοῦ ἐν ξηρῷ. (ῃερς. 786.) Ὅτι ὀψὲ μὲν ὥρας μετὰ δείλην ὁ δόρπος, οὐ μὴν νύκτερος, ἀλλὰ πρὸ ἑσπέρας, ὡς δηλοῖ τὸ, δόρπον ἕλοντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν, ἤτοι τὴν ἑσπέραν ὡς καὶ προηρμήτευται. (ῃερς. 789.) Ὅτι καὶ ἐνταῦθα ἐν δυσὶ τόποις, τὸ ὁρμαίνειν κεῖται ἐπὶ τοῦ διαλογίζεσθαι καὶ μήπω καταστῆναι ἢ στῆσαι τὸ βούλευμα, ἀλλ' ἐν κινήσει ἔτι καὶ ὁρμῇ εἶναι. (ῃερς. 788.) Ὅτι λύπης παραστατικὸν τῆς ἐπὶ κινδύνῳ υἱοῦ ὑπὸ ἐχθρῶν τὸ, κεῖτ' ἂρ ἄσιτος ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, ὁρμαίνουσα ἢ ὁρμαίνων εἴ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, ἢ ὅγε ὑπὸ τοῖς δεῖνα ὑπερφιάλοισι δαμείη. Τὸ δὲ ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, διασαφητικόν ἐστι τοῦ ἄσιτος. ἵνα μὴ νοοῖτο ἐπὶ μόνης ἀσιτίας. (ῃερς. 791.) Ὅτι πάνυ ἀποσεμνύνει τὴν Πηνελόπην ὁ ποιητὴς, λέοντι παραβαλὼν αὐτὴν ἐν οἷς φησίν. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ δείσας ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι, τὸν ἐκ δικτύων δηλαδὴ ἢ ἀνδρῶν περικυκλούντων, τόσσά μιν ὁρμαίνουσαν, ἐπήλυθε νήδυμος ὕπνος. καὶ ἰδοὺ κατὰ τὸν πρὸ βραχέων θυμολέοντα Ὀδυσσέα, τοιαύτη τις καὶ ἡ γυνὴ Πηνελόπη. Καὶ ὅρα ὅπως οὐ λέοντι αὐτὴν εἴκασε θρασυνομένῳ καὶ βλεμεαίνοντι καὶἀνδρικά τινα δρῶντι, τοῦτο γὰρ ὑπὲρ γυναῖκα, καὶ ἀνδρὸς ἄντικρυς θυμολέοντος, ἀλλὰ λέοντι παραβάλλει αὐτὴν, δεδιότι, καὶ δι' αὐτὸ μερμηρίζοντι, καὶ ἀπρακτοῦντι. Τὸ δὲ ἐπήλυθεν, Ὅμηρος μὲν αἰτιατικῇ συνέταξεν. οἱ δὲ μεθ' Ὅμηρον, δοτικῇ. (ῃερς. 794.) Ὅτι ὕπνου βαθέος φραστικὸν τὸ, εὖ δ' ἀνακλινθεῖσα. λύθεν δέ οἱ ἅψεα πάντα. περὶ οὗ προγέγραπται. (ῃερς. 795.) Ὅτι διδάσκαλος ὁ ποιητὴς Δημοκρίτῳ γέγονε καὶ τοῖς κατ' αὐτὸν, τοῦ, κατὰ εἴσκρισιν καὶ ἔμπτωσιν εἰδώλων τινῶν ἔξωθεν τοὺς ὀνείρους γίνεσθαι. εἴδωλον οὖν φησι ἀμαυρὸν ποίησεν ἤτοι ἔτευξεν ἡ Ἀθηνᾶ. δέμας δ' ἤϊκτο γυναικὶ ἰφθίμῃ κούρῃ μεγαλήτορος Ἰκαρίοιο. τὴν, Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων. πέμπε δέ μιν εἰς Ὀδυσσέως εἵως Πηνελόπην παύσειεν ὀδυρομένην γοόωσαν. (ῃερς. 802.) Ὅτι δὲ σωματοειδὲς τὸ μυθικὸν τοῦτο εἴδωλον, λεπτὸν μέντοι ὡς ἀεροειδὲς καὶ οἷον εἰπεῖν λεπτόσωμον ἐναπομεμαγμένον τῷ ἀέρι κατὰ τὰς ἐν Αἵδου Ὁμηρικὰς ψυχὰς, δηλοῖ τὸ, ἐς θάλαμον δ' εἰσῆλθε παρὰ κληῖδος ἱμάντα. ἤγουν κατὰ τὴν ὀπὴν ἧς διείρηται ὁ τῆς θύρας ἱμὰς, περὶ οὗ ἐν τῇ ˉα ῥαψῳδίᾳ δεδήλωται. (ῃερς. 803.) στῆ δ' ἂρ ὑπὲρ κεφαλῆς. καὶ τὸ, ὣς εἰπὼν, σταθμοῖο παρὰ κληῖδ' ἐλιάσθη ἐς πνοιὰς ἀνέμων. καὶ τὸ, ἐναργὲς ὄνειρον ἐπέσσυτο. τουτέστι φανερόν. διὸ καὶ ἰάνθη τῇ Πηνελόπῃ τὸ κῆρ διὰ τὴν τοιαύτην ἐνάργειαν τοῦ εἰδώλου. ὅ ἐστι, διὰ τὴν σαφήνειαν καὶ τὸ μὴ ἔχειν τι λοξόν. ἀλλὰ φανερῶς λέγειν τὸ ἐσόμενον κατὰ τὰ οὕτω καλούμενα ἰδίως ὁράματα καὶ μὴν ἔχει τι λοξότητος καὶ ὁ τοιοῦτος ὄνειρος ὡς μετ' ὀλίγα ῥηθήσεται. (ῃερς.