Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
796.1.1
) Ὅρα δὲ τὸ, εἴδωλον ποίησε. τὸ μὴ ὂν δηλαδὴ πρότερον. (ῃερς. 798.) Ὅτι δὲ ἀδελφὴν Πηνελόπης ὤπυιεν ὁ ᾀδόμενος Φεραῖος Εὔμηλος, αἱ ἱστορίαι δηλοῦσιν. εἰ δὲ καὶ κύριον αὐτῆς ἡ ἰφθίμη, ἀλλὰ τοῦτο οὐκ ἔστιν ἀναντίῤῥητον. (ῃερς. 801.) Τὸ δὲ εἵως Πηνελόπην παύσειε κλαυθμοῦ, ἀντὶ τοῦ, ὅπως. καὶ γίνεται ἀπὸ τοῦ ˉως, πλεονασμῷ ἕως καὶ εἵως. καθὰ καὶ ἀλλαχοῦ ἐφάνη. ὁμώνυμον ἄρα τὸ εἵως καὶ τὸ ἕως. χρόνον τε γὰρ δηλοῖ ποτε, καὶ ὡς σύνδεσμος αἰτιολογικῶς ἔστιν ὅτε λαμβάνεται. (ῃερς. 802.) Τὸ δὲ παρὰ κληῖδος ἱμάντα, καὶ τὸ, σταθμοῖο παρὰ κληῖδα, τὴν αὐτὴν ἔχουσιν ἔννοιαν. (ῃερς. 803.) Τὸ δὲ στῆναι ὑπὲρ κεφαλῆς τὸν ὄνειρον, καὶ ἡ Ἰλιὰς ἔχει ἐν τῇ κατὰ τὴν ˉβ ῥαψῳδίᾳ. καὶ ἐῤῥέθη ἐκεῖ ἅπερ ἐχρῆν. (ῃερς. 800.) Ὅτι παραμυθίαν θρήνου δηλοῖ τὸ, ὅπως τὸν δεῖνα ὀδυρόμενον γοόωντα, παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος. (ῃερς. 801.) Ἰστέον δὲ ὅτι τὸ, δακρυόεντος γόου, πρὸς ἀκρίβειαν κεῖται λόγου. ἔστι γάρ ποτε δάκρυον καὶ κλαυθμὸς, οὐ πρὸς γόον ἀλλὰ διάχυσιν χαρμονικήν. τοιοῦτον καὶ μετ' ὀλίγα τὸ, οὐδὲ ἐῶσι θεοὶ κλαίειν οὐδ' ἀκάχησθαι. διασαφεῖται γὰρ καὶ ἐκεῖ τὸ λυπηρῶς κλαίειν, διὰ τοῦ, οὐδ' ἀκάχησθαι. ἔστι γὰρ ἄλλως κλαίειν τινὰ, καὶ μὴ ἀκαχήμενον. (ῃερς. 804.) Ὅτι παρηγορητικὸν ἐπὶ νόστῳ ἀγαθοῦ υἱοῦ ἀποδήμου τὸ, εὕδεις ὦ δεῖνα φίλον τετιημένη ἢ τετιημένος ἦτορ, οὐ μέν σ' οὐδ' ἐᾷ θεὸς ῥεῖα ζώων, κλαίειν, οὐδ' ἀκάχησθαι. ἐπεί ῥ' ἔτι νόστιμός ἐστι σὸς πάϊς. οὐ μὲν γάρ τι θεὸν ἀλιτήμενός ἐστι. τουτέστιν οὐκ ἐφάμαρτός ἐστιν εἰς τὸ θεῖον. Καὶ ὅρα ὡς παιδεύει ὁ ποιητὴς, οὐδὲ ἀγαθοῦ νόστου τυγχάνειν τοὺς ἀλιτρούς. ὃ δὴ καὶ ὁ Λοκρὸς Αἴας παθεῖν προϊστόρηται. (ῃερς. 805.) Ῥεῖα δὲ ζώειν, τὸ ἀπόνως, καὶ οὐχ' ὑποδυσκόλως, ἀλλὰ κατὰ ἔμφρονα ῥᾳστώνην. (ῃερς. 809.) Ὅτι τὸ ὑπνώττειν βαθὺ, ἡδὺ μάλα κνώσσειν φησὶν ἐν ὀνειρείῃσι πύλῃσιν. ὡς τῶν οὕτω ὑπνωττόντων, καὶ ὀνείροις ὡς εἰκὸς ἐντυγχανόντων. Πύλας δὲ ὀνείρων λέγει ὥσπέρ που καὶ δῆμον ὀνείρων ἐν τοῖς ἑξῆς, ἐγγὺς Αἵδου ἔξω τοῦ Ὠκεανοῦ. ὥστε τὸ ἐν πύλαις ὀνείρων ὑπνοῦν τινα, ταυτόν ἐστι τῷ, ἐοικέναι θανόντι τὸν οὕτως ὑπνοῦντα, καθ' ὁμοιότητα τοῦ, ὕπνος θανάτῳ ἄγχιστα ἐοικώς. τῷ ἀδελφῷ δηλαδὴ κατὰ τὸν πολλαχοῦ δηλωθέντα μῦθον. Περὶ δὲ πυλῶν ὀνείρων, ἐρεῖ τὰ δοκοῦντα ὁ ποιητὴς ἐν τοῖς ἑξῆς. (ῃερς. 810.) Ὅτι πρός τινα ξένον παρήγορον ἐν πόνοις, ἐρεῖ τις τὸ, τίπτε δεῦρ' ἦλθες. οὔτι πάρος γε πωλέαι, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις. καί με κέλῃ παύσασθαι ὀϊζύος ἠδ' ὀδυνάων πολλέων, αἵ μ' ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν. Καὶ ὅρα τὸ ἐρέθουσιν ἀντὶ τοῦ ἐρεθίζουσι. πρωτότυπον γὰρ τὸ ἐρέθειν, ὡς δηλοῖ καὶ τὸ, σχετλίη, μή μ' ἔρεθε. (ῃερς. 811.) Τὸ δὲ πωλέαι, ἐκ τοῦ πωλεῖται τρίτου προσώπου γίνεται κατ' ἔνδειαν τοῦ ˉτ καὶ ἀπέλευσιν καὶ τοῦ ἰῶτα. διὸ καὶ παροξύνεται. καθὰ καὶ ἐν τῇ ˉβ ῥαψῳδίᾳ τὸ μυθέαι, εἰ μή τις ἴσως καὶ τοῦτο καὶ ἐκεῖνο προπαροξύνειν ἐθέλει, ὡς ἀναδραμόντα εἰς ὁμοιότητα τοῦ τύπτεται λείβεται καὶ τῶν ὁμοίων. Ὅτι δὲ τὸ πωλεῖν οὐκ οἶδε γράφειν Ὅμηρος διὰ τοῦ μικροῦ ˉο, ἐκδηλότατόν ἐστιν. (ῃερς. 814.) Ὅτικαὶ κοιμωμένη ἡ Πηνελόπη πενθεῖ τὸν Ὀδυσσέα ἐν ὀνείρῳ, μεμνημένη καὶ λέγουσα ὅσα καὶ πρὸ μικροῦ ἐγρηγορυῖα. (ῃερς.

Intertext edge

Open linked passage

Note