Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
816.1.1
) Θυμολέοντά τε πόσιν ἀπολέσαι εἰποῦσα παντοίας ἀρετὰς ἔχοντα, καὶ εὐκλεῆ
816.2.1
Ἑλλάδα καὶ μέσον Ἄργος, ὅ ἐστι κατὰ Θετταλίαν καὶ Πελοπόννησον. ἔνθα μάλιστα γνωρίζεται ὡς καὶ προδεδήλωται. (ῃερς. 819.) Εἶτα καὶ τοῦ ἀγαπητοῦ παιδὸς μᾶλλον ὑπερπαθεῖν φησὶν ἤπερ τοῦ ἀνδρός. ἀεὶ γὰρ καὶ αὐτὴν ἡ τοῦ παρόντος ἀχθηδὼν κακοῦ τρύει κατὰ τὸν παρ' Αἰσχύλῳ Προμηθέα. Σημείωσαι δὲ ὡς καὶ ἡ Πηνελόπη ἐνταῦθα τῶν ποθουμένων μέμνηται καὶ ἐν ὀνείροις. διὸ ἔφη αὐτὴ ἀλλαχοῦ, ὡς εἴπερ τὸ τοῦ Ὀδυσσέως καλὸν δῶμα λείψει, μεμνήσεται αὐτοῦ ἔν περ ὀνείρῳ. (ῃερς. 817.) Ὅτι περὶ πολεμίαν γῆν ἐκδημοῦντι υἱῷ ἀγαθῷ παναπάλῳ, ἐπιφωνηθήσεται τὸ, παῖς ἀγαπητὸς ἔβη νήπιος, οὔτε πόνων εὖ εἰδὼς, οὔτ' ἀγοράων. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι. τοῦ δ' ἀμφιτρομέω καὶ δείδια μή τι πάθῃσι. δυσμενέες γὰρ πολλοὶ ἐπ' αὐτῷ μηχανόωνται ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι. Ὅρα δὲ ὡς νήπιος νῦν ὁ Τηλέμαχος, οὔτε παιδικῶς, οὔτε ὡς ἄφρων, ἀλλ' ὡς τῶν κατ' ἄνδρα πράξεων ἔτι ἄπειρος. μητρικῆς δὲ ἀφελείας ἡ τοιαύτη λέξις ἐστίν. ἴσως δὲ καὶ ἐνταῦθα τὸ νήπιος, ἰδίᾳ καθ' ἑαυτὸ ἀναφωνεῖται. ἵνα λέγηται νήπιος ὁ Τηλέμαχος κατά τι σκῶμμα, ὡς οὐκ ἐμφρόνως τὸν πλοῦν στειλάμενος. (ῃερς. 825.) Ὅτι θάρσους ποιητικὸν τὸ, θάρσει μὴ δέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίαν. τοίη γάρ τοι πομπὸς ἅμ' ἕσπεται, ἥν τε καὶ ἄλλοι ἀνέρες ἠρήσαντο παρεστάμεναι. δύναται γάρ. Τὸ δὲ μὴ δείδιθι λίαν, πάνυ ἀσφαλῶς ἐῤῥέθη. ἀκολούθως τῷ, μηδὲν ἄγαν. Ὡς δὲ ἀγαθόν ποτε καὶ τὸ δεδιέναι, δηλοῖ ὁ γράψας τὸ, ἀλλ' ἐστάτω μοι καὶ δέος τι καίριον. Τὸ δὲ ῥηθὲν ἔπος, παρῳδηθήσεται, καὶ εἰς ἄνδρα δυνατὸν ὠφελεῖν. (ῃερς. 831.) Ὅτι ὁ θέλων θεόθεν γνῶναι περί τινος εἴτε ζῶν ἐστιν εἶτε καὶ μὴ, δύναται εἰπεῖν τὸ, εἰ μὲν δὴ θεοῖο ἔκλυες αὐδῆς, εἰ δ' ἄγε μοι καὶ κεῖνον ὀϊζυρὸν κατάλεξον εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος Ἠελίοιο. ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἐστὶ δηλαδή. ὁ δέ γε ἀπολογούμενος μὲν πρὸς τοιαύτην ἐρώτησιν οὐ μὴν εἰδὼς ἀκριβῶς, εἴποι ἂν, ὡς οὐ μέντοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, ζώει ὅγ' ἢ τέθνηκε, κακὸν δ' ἀνεμώλια βάζειν. τοῦτο δὲ γνωμικῶς ἐῤῥέθη. Καὶ ὅρα ἐν τούτοις ὅτι τε τρεῖς στίχοι ἐφεξῆς ἀπὸ τοῦ εˉι ἄρχονται. ὁ εἷς, εἰ μὲν δὴ θεός ἐσσιν. ὁ δεύτερος, εἰ δ' ἄγε μοι. καὶ ὁ τρίτος, εἴ που ἔτι ζώει. (ῃερς. 832.) Καὶ ὅτι τὸ, εἴδ' ἄγε, φανερῶς ἐνταῦθα κεῖται ἀντὶ τοῦ, εἴα δὴ ἄγε κατὰ θέσιν παράλληλον ταυτοδύναμον. τὸ γὰρ εἰπεῖν, εἴδ' ἄγε ἀντὶ τοῦ εἰ δὲ βούλει ἄγε, ἀδιανόητόν ἐστι. (ῃερς. 833.) Τὸ δὲ καὶ ὁρᾷ φῶς Ἡλίου, δι' ὀρθότητα ἐννοίας κεῖται. ὡς δυνατὸν ὂν ζῆν μὲν μὴ βλέπειν δέ. οὕτω δὲ καὶ τὸ, εἰν Ἀΐδαο δόμοισι, πρὸς ἀκρίβειαν λόγου ἐῤῥέθη. κατὰ γὰρ τὸν ἐν τοῖς ἑξῆς δηλωθησόμενον Ἑλληνικὸν μῦθον, οὐ πᾶς τεθνηκὼς, καὶ ἐν Αἵδου γίνεται εἰ μὴ καὶ πυρᾷ δοθῇ καθὰ καὶ ὁ τοῦ Εὐριπίδου ἐμφαίνει Πολύδωρος. (ῃερς. 834.) ὥστε τὸ, ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἀντὶ τοῦ ἢ ἤδη τέθνηκε καὶ τέθαπτε. (ῃερς. 836.) Τὸ δὲ διηνεκέως, τὴν ἀληθῆ δηλοῖ ἀπόφανσιν, τὴν δι' ὅλου πράγματός τινος ἥκουσαν. ὡς ἐκ μεταφορᾶς τῆς διηνεκοῦς ὁδοῦ. ἤγουν δι' ἧς ὀρθῆς οὔσης καὶ ὡς εἰπεῖν ἀτραπιτοῦ, ἔστιν ἀσφαλῶς ἐνεχθῆναί τινα. τὸ γὰρ φάναι ζώει ὅγε ἢ τέθνηκεν, οὐ διηνεκές ἐστιν, ἀλλὰ διακοπήν τινα ἔσχεν. ἦν δ' ἂν διηνεκὲς, εἰ μόνον ἔφη τὸ ζώει, ἢ μόνον τὸ τέθνηκεν. οἱ μέντοι μεθ' Ὅμηρον ἄλλως χρῶνται τῷ τοιούτῳ ἐπιῤῥήματι, καὶ τοῖς αὐτοῦ συστοίχοις ὀνόμασιν. (ῃερς. 837.) Ἰστέον δὲ ὅτι τὸ, ζώει ὅγ' ἢ τέθνηκεν, ὑπὸ τοῦ ὀνείρου ῥηθὲν, λοξῶς ἔχει ὡς ἐν λόγῳ χρησμοῦ. πλάττει δὲ ὁ ποιητὴς τοῦτο, πάνυ δεξιῶς. εἰ γὰρ ἠλήθευσε τὸ εἴδωλον εἰς διηνεκὲς καὶ εἶπε ζῆν τὸν Ὀδυσσέα, οὐ συνέφερε τῇ ποιήσει ταύτῃ. σύστασις γὰρ αὐτῆς, τὸ ἀγνοεῖσθαι τὸν Ὀδυσσέα ὑπὸ πάντων, καὶ μάλιστα ὑπὸ τῆς γυναικὸς, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται σαφῶς. Τὸ δὲ ἀνεμώλια ὅτι ἐκ τοῦ ἀνεμοόλια κέκραται, ἀλλαχοῦ δηλοῦται. (ῃερς. 835.) Ὅτι τὸ, τὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρὸν ἤγουν ὁ ὄνειρος, δὶς ἐνταῦθα φησὶν ὁ ποιητής. ὅπερ εἴποι τις ἂν, ἐπὶ προσώπῳ ἰσχνῷ τινι καὶ εἰδεχθεῖ. (ῃερς. 838.) Ὅτι τὸ, ἐλιάσθη ἐς πνοιὰς ἀνέμων, προσώπῳ ἂν ἐπιλεχθείη ἀφαντωθέντι οὐκ ἀξίῳ λόγου. (ῃερς. 841.) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ, νυκτὸς ἀμολγῷ, καθὰ καὶ ἐν Ἰλιάδι. καὶ ἁρμόττει καὶ ὧδε τὰ ῥηθέντα ἐκεῖ. ἀσφαλέστερον δὲ ἴσως νοῆσαι ἀμολγὸν νυκτὸς, οὐ τὸν ἀφ' ἑσπέρας ἀλλὰ μᾶλλον τὸν πρὸς τῇ ἡμέρᾳ, ὅτε καὶ εἰκὸς ἀληθεύειν τὸν ἐνταῦθαφανέντα ὄνειρον. ὅτι γὰρ ἀληθεῖς οἱ τοιοῦτοι, καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. (ῃερς. 844.) Ὅτι διηγεῖται κἀνταῦθα συνήθως ὁ ποιητὴς ἀρχόμενος οὕτως. ἔστι τις νῆσος καὶ τὰ ἑξῆς. σύντομον δὲ αὐτῷ τὸ διήγημα, νῆσον γὰρ ἱστορεῖ τινα λυπρὰν Ἀστερίδα εὐλίμενον. μέσην κειμένην ὡς καὶ προεῤῥέθη, Σάμου τε καὶ Ἰθάκης. εἰπών. ἔστι δέ τις νῆσος μέσση ἁλὶ πετρήεσσα. μεσσηγὺς Ἰθάκης τὲ Σάμοιό τε παιπαλοέσσης, τῆς πρὸς βραχέων ῥηθείσης. Ἀστερίς. οὐ μεγάλη. λιμένες δ' ἔνι ναύλοχοι αὐτῇ, ἀμφίδυμοι. Ἔνθα τὸν Τηλέμαχον ἔμενον λοχῶντες Ἀχαιοί. τολμήσαντες τὸ κακόν. κατὰ τὴν παροιμίαν τὴν λέγουσαν πάντα κακοὶ τολμῶσι. Τὸ δὲ μέση ἁλὶ, πρὸς διαστολὴν καὶ αὐτὸ εἴρηται τῶν χεῤῥονήσων, ἢ τῶν ἐγγὺς τῆς γῆς. Τὸ δὲ πετρήεσσα, οὐκ ἂν εἴη πόῤῥω τῆς παιπαλοέσσης. Ἡ δὲ Ἀστερὶς, ἔσχε κατὰ τὸν γεωγράφον καὶ πολίχνην. ἐκλίθη δὲ πρός τινων καὶ Ἀστερία. Λιμένες δὲ ναύλοχοι, ἢ παρὰ τὸ λέχος ἐν αἷς δηλαδὴ εὐνάζονται νῆες ὧν καὶ ἄγκυραι εὐναὶ λέγονται ἢ κατὰ πλεονασμὸν τοῦ ˉλ. ἵνα εἶεν ναύλοχοι, ἐν οἷς ὀχοῦνται νῆες. κατὰ τὸ, καὶ λιμένες νηῶν ὄχοι βαρυτόνως ἢ ὀχοὶ ὀξυτόνως, ὃ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ κεῖται. ἢ καὶ ἄλλως, παρὰ τὸν λόχον. ἐν αἷς ἦν λοχῆσαι. διὸ ἐπήγαγε τὸ, τόν γε μένον λοχόωντες Ἀχαιοί. (ῃερς. 847.) Τὸ δὲ ἀμφίδυμοι, καθ' ἱστορίαν εἴρηται καὶ αὐτό. δηλοῖ δὲ, τοὺς οἷον διδύμους διὰ τὸ ἐξ ἑκατέρου μέρους ἔχειν εἰσδύσεις. ταυτόν δ' εἰπεῖν, καταγωγάς. (ῃερς. 846.) Ἰστέον δὲ ὅτι λιμὴν παρὰ τὸ λίαν μένειν γίνεται, πρός τε τὸν κυμαίνοντα πόντον διαστελλόμενος, καὶ πρὸς τοὺς ἐγγὺς τῆς γῆς εὐρίπους. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἐκκλησίαν τῶν θεῶν δευτέραν ποιησάμενος ὁ Ζεὺς, Ἑρμῆν πρὸς Καλυψὼ πέμπει, κελεύων ἀποπέμπειν τὸν Ὀδυσσέα. ἡ δὲ, τὸ κελευσθὲν ποιεῖ. τῇ δὲ ὀκτωκαιδεκάτῃ ἡμέρᾳ ἰδὼν αὐτὸν ὁ Ποσειδῶν καὶ χαλεπῄνας, λύει τὴν σχεδίαν. Ἰνὼ δὲ αὐτῷ δίδωσι κρήδεμνον, ἐντειλαμένη ἐπιβάντι τῆς γῆς, ἀποῤῥίψαι αὐτό. καὶ πολλὰ παθὼν, εἰς τὴν τῶν Φαιάκων χώραν ἔρχεται διασωθείς. ΟΔΥΣΣΕΙΑΣ Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἡ ἐπιγραφὴ τῆς ῥαψῳδίας ταύτης, αὕτη. ἀπόπλους Ὀδυσσέως παρὰ Καλυψοῦς. ἄρχεται δὲ ἀπὸ συνήθους τῷ ποιητῇ περιφράσεως. ὅτι δηλαδὴ Ἠὼς ἐκ λεχέων παρὰ Τιθωνοῦ ὄρνυτο ἀθανάτοις φόως φέρουσα καὶ βροτοῖς. περὶ οὗ ἱκανῶς μὲν ἐῤῥέθη ἐν Ἰλιάδι. νῦν δὲ ἀρκέσει εἰπεῖν, ὡς ἡ μὲν ἔννοια τοῦ ῥητοῦ, δηλοῖ τὸ, ἐγένετο ἡμέρα. Τιθωνὸς δὲ, καθ' ἱστορίαν μὲν, ἀδελφὸς Λαομέδοντος, ᾧ φασι τὴν ἡμέραν συνοικεῖν διὰ κάλλος, ἀλληγορικῶς δὲ, ὁ ἥλιος ὁ πανταχοῦ γῆς τιταίνων τὰς ἀκτῖνας. Ἀθάνατος δὲ, τὰ στοιχεῖα τοιαῦτα νομιζόμενα τοῖς Ἕλλησιν, ἃ καὶ αὐτὰ, τῇ ἡμέρᾳ φωτίζεται. Διὰ δὲ τῶν ἀνθρώπων ὡς ἐκ μέρους καιριωτάτου, πάντα δηλοῦται τὰ ἔμψυχα, οἷς ὁ Ἥλιος ἐπιλάμπει. (ῃερς. 3.) Ὅτι ἐν μὲν τῇ ˉα ῥαψῳδίᾳ, ἐκκλησία ἦν τοῖς Ὁμηρικοῖς θεοῖς, περὶ τοῦ σώζεσθαι τὸν Ὀδυσσέα. ἐνταῦθα δὲ περὶ τοῦ πῶς. καὶ ἐκεῖ μὲν, Ζεὺς ἐδίδου ἀρχὰς λόγου τῇ Ἀθηνᾷ προλογίσας αὐτός. (ῃερς. 8.) ὧδε δὲ, αὐτὴ κατάρχει δημηγορίας κήδεα πόλλ' Ὀδυσσῆος. καὶ λαλοῦσα κατὰ τῶν πολιτῶν τῆς Ἰθάκης, ὅσα καὶ πρὸ τούτων ὁ Μέντωρ. ἐν οἷς ἐκεῖνος ἔλεγε κατὰ ἦθος βαρύτητος, μηκέτι χρῆναι βασιλέα ἤπιον εἶναι ἀλλὰ χαλεπὸν καὶ ἑξῆς. σεμνολογῶν δὲ καὶ τὸν τοῦ μύθου Δία, φησί. Ζεὺς ὑψιβρεμέτης οὗ τε κράτος ἐστὶ μέγιστον. Λέγει δὲ καὶ τὸ ἐκκλησιάζειν, θῶκονδε καθιζάνειν. καθ' ὁμοιότητα τοῦ, οὐδέ ποθ' ἡμετέρη ἀγορὴ γένετο οὐδὲ θόωκος. (ῃερς. 13.) Ὅτι ὡς ἐν Ἰλιάδι τὸν Ἀχιλλέα μηνίοντα καὶ ἀπρακτοῦντα κεῖσθαι εἶπεν ὡς τοῦ ἀπρακτεῖν μικρόν τι ἀπεοικότος τοῦ κεῖσθαι, οὕτω καὶ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ κεῖσθαι φησὶν ἐν τῇ τῆς Καλυψοῦς νήσῳ. φησὶ γάρ. ἀλλ' ὁ μὲν, ἐν νήσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων, καὶ ἑξῆς στίχους ἑπτά. διττολογοῦντας διὰ τὸ ἐκ τῶν φθασάντων ἐνταῦθα παρειλκύσθαι. (ῃερς. 23.) Ὅτι πρός τινα ἀξιοῦντα περί τινος ἅπερ αὐτὸς δύναται ποιῆσαι, ῥηθήσεται ἐρωτηματικῶς τὸ, οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτὸς ὡς ἤτοι κεῖνος ἐλθὼν ποιήσει τό δέ τι; (ῃερς. 24.) πρὸς δέ τινα δυνάμενον σῶσαι, ῥηθήσεται τὸ, τὸν δεῖνα δὲ σὺ πέμψον ἐπισταμένως. δύνασαι γὰρ, ὥς κε μάλ' ἀσκηθὴς ἵκεται. Πόθεν δὲ γίνεται ὁ ἀσκηθὴς, πολλαχοῦ ἐδηλώθη. (ῃερς. 27.) Ὅτι ὥσπερ ἐρέτας που ἔφη ἐπιτηδὲς ἀντὶ τοῦ ἐπιτηδεῖς ἀποβολῇ τοῦ ἰῶτα ἢ καὶ συγκοπῇ ἀπὸ τοῦ ἐπιτηδέας. ὁμοίως δὲ καὶ ἀκλεὲς ἀντὶ τοῦ ἀκλεεῖς, οὕτω καὶ νῦν τὸ, μνηστῆρες ἐν νηῒ παλιμπετὲς ἀπονέωνται, ἀντὶ τοῦ παλιμπετεῖς. ἤγουν πεσόντες ἀνάπαλιν τοῦ σκοποῦ. καὶ ἔστιν ἐκ πεσσῶν ἡ μεταφορὰ πιπτόντων ὅπως ἂν τύχῃ. δύναται δὲ καὶ ἐπίῤῥημα τοῦτο εἶναι, καλῶς ὀξυνόμενον. τὰ μὲν γὰρ ἐκ τοῦ πέτεσθαι γινόμενα, βαρύνονται. οἷον ἀετὸς ὑψιπέτης. καὶ τὰ τοιαῦτα. τὰ δὲ ἀπὸ τοῦ πεσεῖν, ὀξύνονται. οἷον, παλλάδιον ὑψιπετές. (ῃερς. 29.) Ὅτι πρὸς ἄγγελον ἔργον αὐτὸ τοῦτο ἔχοντα, ῥηθήσεται τὸ, ὦ δεῖνα σὺ γὰρ αὖτε τάτ' ἄλλα περ ἄγγελός ἐσσι εἰπεῖν τῷ δεῖνι ὅ ἐστιν εἰπὲ νημερτέα βουλήν. οἷον, νόστον ὥσκε νέηται. Ἵνα ᾖ ἑρμηνεία βουλῆς μὲν, ὁ νόστος. νόστου δὲ, τὸ ὥς κε νέηται. (ῃερς. 29.) Ὅτι Ἑρμῆς ἄγγελος νύμφῃ εὐπλοκάμῳ τῇ Καλυψοῖ στέλλεται διὰ τὴν Ὀδυσσέως ἐπάνοδον. ἧς ἡ ἀλληγορία ἱκανῶς ἐν τῇ ˉα ῥαψῳδίᾳ προεκτέθειται. Ἰστέον δὲ ὅτι Ἑρμῆς μὲν, ἅπαξ ἐνταῦθα ὁμοίως δὲ καὶ ἐν Ἰλιάδι, διακονεῖ. ἡ δὲ Ἶρις, ἐν Ὀδυσσείᾳ μὲν οὐδόλως. ἐν δὲ τῇ Ἰλιάδιπολλάκις. εἰ δὲ ψυχὰς Ἑρμῆς ἐν τοῖς ἑξῆς ἐκκαλεῖται, ἀλλ' ἐκεῖνο, οὐ στελλόμενος ποιεῖ. ἀλλ' ὡς οἰκεῖον ἔργον αὐτόνομος ἀποτελεῖ. Ἔτι ἰστέον καὶ ὡς δοκεῖ πλάσαι οὐ τὴν Ἶριν ἀλλὰ τὸν Ἑρμῆνἐνταῦθα σταλῆναι, διὰ τὸ τῆς ῥηθείσης ἀλληγορίας εὐυπονόητον καὶ πιθανόν. Ἑρμῆς γὰρ λόγος, λύσει τὸν Ὀδυσσέα ἐκ τῆς κατεχούσης Καλυψοῦς. εἰς τοῦτο δὲ, οὐκ εὐοδοῦται ἡ τῆς Ἴριδος ἀποστολή. Ἔτι ἰστέον καὶ ὅτι σχῆμα ἐνταῦθα κεῖται προαναφωνήσεως ἤτοι προεκθέσεως τῶν μετὰ πολλοὺς λόγους ἐκβησομένων. ἤγουν ὡς ὁ ταλασίφρων Ὀδυσσεὺς νοστήσει οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων ὡς ὁ Ζεὺς λέγει τουτέστι τὸ πεπρωμένον, ἀλλ' ὅγ' ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων, ἤματι εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν. οἵ μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσι. πέμψουσι δ' ἐν νηῒ φίλην ἐς πατρίδα γαῖαν. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες. πόλλ' ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεὺς, εἴπερ ἀπήμων ἦλθε λαχὼν ἤτοι κληρωσάμενος ἀπὸ ληῖδος αἶσαν. εἶτα δεικνὺς ὁ ποιητὴς ἀλληγορικῶς τίνα Δία ἐνταῦθα εἶπε, καὶ ὅτι ἀκολούθως τοῖς πεπρωμένοις ἐξετέθη καὶ ἡ ῥηθεῖσα ἔκθεσις, ἐπάγει. ὣς γὰρ οἱ μοῖρα ἐστὶν ἐλθεῖν εἰς τὰ ἑαυτοῦ. καὶ ἔστιν ἡ ῥηθεῖσα προέκθεσις, ὀκτὼ ῥαψῳδιῶν συγκεφαλαιωτική. ἐν αἷς τὰ ῥηθέντα συμβήσεται, ὡς ἐν τοῖς ἑξῆς ἔσται δῆλον. (ῃερς. 32.) Ὅρα δ' ἐν τούτοις τὸ, οὔτε θεῶν πομπῇ οὐτ' ἀνθρώπων, περὶ μόνου τοῦ πλόου λεχθέν. ἀπὸ γὰρ τῆς κατὰ τὴν Καλυψὼ νήσου ἕως καὶ εἰς Φαίακας, οὐδεὶς τὸν Ὀδυσσέα ἔπεμψεν. εἰ καὶ ἄλλως αὐτὸν ἡ Λευκοθέα ἐν τῷ μέσῳ περιεποιήσατο. ἐκ μέντοι τῆς τῶν Φαιάκων γῆς εἰς Ἰθάκην, πομπὴ ἀνθρώπων τὸν Ὀδυσσέα ἤγαγε. Σχεδία δὲ κυρίως μὲν, ἡ μονόξυλος ἢ ἡ ὀλιγόξυλος οὕτω καλουμένη, διὰ τὸ σχεδὸν ἤγουν ἐγγὺς καὶ οἷον αὐθωρὸν συμπεπῆχθαι αὐτοσχεδίως καὶ μὴ ἀναβεβλημένως. ἡ δὲ ῥηθεῖσα τοῦ Ὀδυσσέως σχεδία ἡ πολύδεσμος, οὐκ ἦν φασι σχεδία κυρίως. ἡ μὲν γὰρ σχεδία, πηδάλιον οὐκ ἔχει. αὐτὴ δὲ, ἕξει. πλὴν σημειωτέον ἐνταῦθα ὡς οὐκ ἤδη διατοῦτο καὶ αἱ καθ' Ὅμηρον Φαιακικαὶ νῆες, σχεδίαι ἂν λεχθεῖεν οἷα μὴ διοικούμεναι πηδαλίοις ὡς ἐν τοῖς ἑξῆς φανήσεται. ἐκεῖναι γὰρ, τερατώδεις εἰσί τινες ὡς ἐκεῖ λεχθήσεται. Ἰστέον δὲ καὶ ὅτι λείπει τὸ ναῦς ἐν τῷ σχεδία, ἵνα λέγῃ ὁ ποιητὴς, ἐπὶ σχεδίης νηός. γίνεται δὲ ἡ σχεδία ὡς ἐῤῥέθη, ἐκ τοῦ σχεδόν. καθὰ καὶ ἐκ τοῦ ἀμφαδὸν ἀμφάδιος καὶ ἀμφαδία. Πολύδεσμος δὲ, ἡ πολλοῖς ἐνδεδεμένη γόμφοις. ὅπερ οὐδ' αὐτὸ ἡ κυρίως σχεδία ἔχει. Τὸ δὲ πήματα πάσχων, ἀντίκειται πρὸς τὸ, ἀπήμων ἦλθε. (ῃερς. 34.) Σχερία δὲ πάλαι ποτε, ἡ τῶν Φαιάκων νῆσος. τὸ δὲ ἀρχαιότατον, Δρεπάνη φασὶν ἐκαλεῖτο. ὕστερον δὲ, ἐκλήθη Κέρκυρα. περὶ ἧς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. κεῖται δὲ ἡ Σχερία πρὸς τῷ Ἰονίῳ κόλπῳ. φέρεται δὲ μῦθος περὶ αὐτῆς, τοιοῦτος. Δήμητρα φοβουμένη μή ποτε οἱ ἐκ τῆς ἠπείρου ἀντικρὺ τῆς νήσου ταύτης ῥέοντες ποταμοὶ, προχώσαντες αὐτὴν χεῤῥονησιάσωσιν, ἐδεήθη Ποσειδῶνος ἀποστρέψαι καὶ ἐπισχεῖν τὰ τῶν τοιούτων ποταμῶν ῥεύματα. ὧν καὶ ἐπισχεθέντων, ἀντὶ Δρεπάνης Σχερία ἐκλήθη παρὰ τὴν τῶν ῥευμάτων ἐπίσχεσιν. Ὅτι δὲ ἐρίβωλος καὶ ἄλλως δὲ εὐδαίμων ἡ τῶν Φαιάκων, αἱ ἱστορίαι λέγουσιν. Ἡ δὲ κλῆσις τῶν Φαιάκων, ἀπό τινος ἐνδόξου Φαίακος. Κέρκυραν γάρ φασι τὴνἈσωπίδα Ποσειδῶν ἀγαγὼν εἰς Σχερίαν καὶ μιγεὶς, ἴσχει παῖδα Φαίακα, ἐξ οὗ οἱ Φαίακες. οὓς ἀγχιθέους ἡ ποίησις λέγει, ἢ κατὰ γένος. ἐκ Ποσειδῶνος γὰρ ὡς ἐῤῥέθη ὁ πρόγονος αὐτῶν Φαίαξ, διὸ καὶ συνδιάγουσιν αὐτοῖς θεοὶ ὡς ἐν τοῖς ἑξῆς μυθεύεται. ἢ διὰ τὴν εὐδαιμονίαν τῆς κατ' αὐτοὺς γῆς. ἢ διὰ τὸ φιλόξενον καὶ τὴν λοιπὴν ἀρετήν. ὃ καὶ κρεῖττον εἶναι δοκεῖ. ἐρεῖ γὰρ ὁ Φαίαξ Ἀλκίνοος, ὡς ἐγγὺς ἐσμὲν τῶν θεῶν καθάπερ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. ἤγουν οὕτως ἐσμὲν φίλοι θεοῖς, ὡς ᾠκείωνται ἀλλήλοις οἱ Κύκλωπες καὶ οἱ Γίγαντες οἱ λῃστρικοί. λαβὼν ἐκεῖνος τὴν ὁμοιότητα, ἐκ τῶν ἐναντίων μὲν, ὁμοίων δὲ ὅμως κατὰ σχέσιν ποιότητος. ὡς καὶ εἴ τις εἴποι, τόσον ἡδὺ τὸ μέλι, ὅσον ἀηδὲς τὸ ἀψίνθιον. τοιοῦτον σχῆμα καὶ παρὰ Σοφοκλεῖ, ἐν τῷ, ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς. Ἰστέον δὲ ὡς οἱ ὕστερον Φαίακες εἰ καὶ ναυτικοὶ, ἀλλ' οὐ κατὰ τοὺς Ὁμηρικοὺς ἀγαθοὶ καὶ ὀρθοὶ τὴν φιλίαν. οἳ ἐν τοῖς Περσικοῖς ἑξήκοντα νῆας πληρώσαντες, μόγις τε ἀνήχθησαν ὡς ἡ ἱστορία φησὶ, καὶ σκῆψιν δὲ ὕστερον ἐποιήσαντο ὑπὸ ἐτησίων ἀνέμων κωλυθῆναι. καὶ οὕτω διεκρούσαντο τοὺς Ἕλληνας. μελετήσαντες, καὶ τὸν Πέρσην ἄλλως πως παρακρούσασθαι. Ἰστέον δὲ καὶ ὡς ἐν τοῖς ἑξῆς καὶ ἀνθρώπους διοτρεφεῖς τοὺς Φαίακας ἐρεῖ. καὶ ἔστι καὶ αὐτὸ ἑρμηνεία τις τοῦ ἀγχίθεοι. Ὅρα δὲ κάλλος παρισωτικὸν ἐν τῷ, γεγάασι. τιμήσουσι. πέμψουσι. (ῃερς. 38.) Τὸ δὲ ἐσθῆτα, προσηγορικῶς ἐῤῥέθη; ἀντὶ τοῦ, ἐσθῆτας. ἄλλως γὰρ οὐκ ἦν ἡ λέξις εἰς δάκτυλον χρήσιμος. (ῃερς. 39.) Τὸ δὲ πολλὰ, ὡς ἐπὶ κτημάτων εἶπε. κτήματα γὰρ ὁ χαλκὸς καὶ τὰ ἑξῆς ὅσα ἐκ τῆς λείας ἔλαχεν ἂν Ὀδυσσεύς. ἤγουν ἐκτήσατο διὰ συνήθους λαχμοῦ. Τὸ δὲ ἐξήρατο, ἢ ἀντὶ τοῦ ἐξαίρετο ἔλαβεν. ἢ ἐξ Ἄρεος ἤτοι πολέμου ἔσχε. κατὰ τὸ, ἐμόγησε καὶ ἤρατο. ἢ καὶ ἁπλῶς ἀντὶ τοῦ, ἦρε. Καὶ σημείωσαι δύο τούτους ἥρωας ἐν πλάνῃ πλουτήσαντας ἄλλως μέντοι καὶ ἄλλως, τὸν Ὀδυσσέα δηλαδὴ καὶ τὸν Μενέλαον. (ῃερς. 44.) Ὅτι καὶ τῷ Ἑρμῇ καθὰ καὶ τῇ Ἀθηνᾷ πρὸ τούτων, καλὰ πέδιλα ὁμῦθος δίδωσιν. ἀμβρόσια. χρύσεια. ἅπερ αὐτὸν ἔφερον ἐπί τε ὑγρὰν ἐπί τε ἀπείρονα γαῖαν, ὁμοίως ἀνέμου πνοαῖς. οὐ μὴν ὁμοίως πτεροῖς ἐξ ὧν οἱ κατὰ τὸν Ἑρμῆν λόγοι παρωνυμοῦνται. πτεροῦ γὰρ ταχύτερον ἄνεμος. προϊὼν μέντοι, καὶ πέτεσθαι αὐτὸν ὁ ποιητὴς ἐρεῖ ῥάβδον μετὰ χερσὶν ἔχοντα. ὅπερ οἰκειότερον Ἑρμῇ διὰ τοὺς πτερόεντας λόγους. δῆλον δὲ ὅτι ὥσπερ τοὺς κατὰ σπουδὴν τρέχοντας οἱ πόδες φέρειν λέγονται, οὕτω καὶ ὧδε τὸν Ἑρμῆν τερατωδέστερον ὡς καὶ ἀλλαχοῦ τὴν Ἀθηνᾶν, τὰ χρυσᾶ φέρει πέδιλα. ὡς δὲ ἐκ τοῦ περὶ πέδον εἰλεῖσθαι γίνεται τὸ πέδιλον καὶ ὡς διὰ τῆς εˉι διφθόγγου τὴν αὐτοῦ παραλήγουσαν οἱ παλαιοὶ ἔγραφον, δεδήλωται καὶ ἀλλαχοῦ. εἰς δὲ σύμβολον τοῦ κατὰ τὸν Ἑρμῆν τάχους, καὶ ὁ περὶ τὴν αὐτοῦ κεφαλὴν πλαττόμενος πέτασος εἴληπται. κατὰ τὸν εἰπόντα ὡς Ἑρμῆς πέδιλα εἶχε καὶ κηρύκειον ἐν χειρὶ, καὶ πέτασος αὐτῷ ἦν περὶ τὴν κεφαλήν. γενικὴ δὲ λέξις τὰ πέδιλα, λεγόμενα καὶ ἐπὶ γυναικῶν. εἴδη δὲ αὐτῶν μυρία ἐπί τε ἀνδρῶν ἐπί τε γυναικῶν. οἷον διάβαθρον. γυναικεῖον δὲ αὐτὸ φόρημα. ὡς τὸ, διάβαθρον λεπτὸν φορεῖ. βαυκίδες. ὡς τὸ, φελλὸς ἐν τοῖς βαυκίσιν ἐγκεκάττυται. ἀρβύλαι αἱ καὶ ἀρβυλίδες. ἀσκέραι. περσικαί. ὧν χρῆσις καὶ παρὰ τῷ κωμικῷ. Ὅτι ἴδια φορήματα παρὰ τῷ ποιητῇ, Ἀθηνᾶς μὲν, δόρυ. Ποσειδῶνος δὲ, τρίαινα. ἣν φέρει καὶ εἰς Αἰθίοπας ἀπιών. δι' ἧς ποιεῖ τὰ εἰς τὸν Ὀδυσσέα κακά. Ἑρμοῦ δὲ φόρημα, ῥάβδος. φησὶ γοῦν Ὅμηρος. εἵλετο δὲ ῥάβδον τῇ τ' ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει. τούς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει. τὴν, μετὰ χερσὶν ἔχων, πέτετο κρατὺς ἀργειφόντης. ὅ ἐστι κραταιός. (ῃερς. 47.) Ἰστέον δὲ ὅτι τὴν τοῦ Ἑρμοῦ ῥάβδον χρυσῆν ἐνταῦθα μὴ εἰπὼν, ὅμως ἐν τοῖς ἑξῆς χρυσόῤῥαπιν αὐτὸν προσειπὼν, ἐμφαίνει τὸ τῆς ῥάβδου χρύσεον. ῥάπις γάρ φασιν, ἡ ῥάβδος. ἀφ' ἧς Ἑρμῆς χρυσόῤῥαπις. ὃν ἐχρῆν ἔχοντα χρυσᾶ πέδιλα, καὶ χρυσόῤῥαπιν εἶναι. ἀλληγορία δὲ τῆς τοιαύτης Ἑρμαϊκῆς ῥάβδου ἐνεργημάτων, τὸ τοὺς μὲν νήφοντας, κηλεῖν. τοὺς δὲ καθῃρημένους δι' ἔκλυσιν, διεργείρειν. ἢ καὶ ἄλλως ὡς θέμις λόγῳ, τοὺς μὲν ὀρθίους πλέον ἢ δεῖ καὶ ἀγήνορας, πραΰνειν διὰ πειθοῦς. τοὺς δὲ χαλίφρονας, μεριμνητὰς ποιεῖν ὡς τοῦ λόγου τοιαῦτα δυναμένου ἐν οἷς πῇ μὲν ἐπιεικεύεται καὶ παραμυθεῖται καὶ μειοῖ τὰ ἐγκλήματα ἢ καὶ τέλεον ἐξαιρεῖ αὐτά. πῇ δὲ, ἐκτραχύνει καὶ σφοδρύνει καὶ ἐρεθίζει καὶ αὔξει. ταῦτα δὴ τὰ τῆς Ἑρμαικῆς ῥάβδου τῆς ῥητορικῆς δηλονότι πειθοῦς. εἴρηται δὲ περὶ τῆς τοιαύτης ῥάβδου, καὶ ἐν Ἰλιάδι. Τὸ δὲ θέλγειν νῦν ἀντὶ τοῦ κοιμίζειν λέγεται ὥς φασιν οἱ παλαιοί. καὶ οὐδὲ νῦν ἡ λέξις ἐπ' ἀγαθῷ κεῖται, ἀλλὰ στέρησιν δηλοῖ τοῦ νήφειν. οὗ ἀνάπαλιν, τὸ ὑπνώοντας ἐγείρειν. Τοῦ δὲ κρατὺς, οὔτε κλίσις παρὰ τῷ ποιητῇ κεῖται, οὔτέ τις ἑτεροία παραγωγὴ ἀπ' αὐτοῦ. (ῃερς. 50.) Ὅτι Ὁμήρου εἰπόντος ὡς Πιερίην ἐπιβὰς ὁ Ἑρμῆς, ἐξ αἰθέρος ἔμπεσεπόντῳ, οὐκ ἂν ἀπεικότως Ἡσίοδος δοκοίη ἐκ Πιερίας τὰς Μούσας ἐπικαλέσασθαι διὰ τὸ κατ' ἀλληγορίαν ἐπίηρον τοῦ λόγου τοῦ κατὰ τὰς Μούσας. ἄλλως δὲ καθ' ἱστορίαν, ὄρος παρώνυμον Πίερός τινος ἥρωος ἡ Πιερία, Μακεδονικόν. ἱερὸν Μουσῶν. περὶ οὗ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅρα δὲ τὸ μὲν Πιερίην ἐπιβὰς, ἐπὶ γῆς οἰκείως ῥηθέν. Τὸ δὲ ἔμπεσεν, ἐπὶ πόντου καιρίως καὶ αὐτό. Σημείωσαι δὲ τὸ ἐπιβὰς αἰτιατικῇ συνταχθέν. ἕτερον ὂν παρὰ τὸ, ἐπιβὰς ἵππου ἢ ἅρματος. (ῃερς. 51.) Ὅτι τὸν Ἑρμῆν ὁ ποιητὴς ἐς Καλυψὼ Ἀτλαντίδα ὡς εἰς συγγενῆ σταλέντα, λάρῳ εἰκάζει. ποιητικῶς μὲν, διὰ τὸ κατὰ θυμὸν εὔπλαστον. τοιούτῳ γὰρ ἔδει ὄρνιθι παραβαλεῖν τὸν τῇ θαλάσσῃ ἑαυτὸν ἐπαφέντα, οὐ μὴν ἀετῷ ἤ τινι τοιούτῳ. ταῦτα γὰρ εἰ καὶ εὐγενῆ, ἀλλὰ οὐ πυκνόπτερα καὶ οἷα νήχεσθαι. ἀλληγορικῶς μέντοι, λάρῳ εἴκασται ὁ Ἑρμῆς, διά τε τὸ λευκὸν καὶ ὡς εἰπεῖν ἐναργὲς ἀφ' οὗ καὶ Ἀργειφόντης καλεῖται ὡς λόγος ἐναργῶς φαίνων τὰ κατὰ ψυχὴν, καὶ διότι δὲ ὁ λάρος παρηχεῖταί πως τῷ λαρῷ τουτέστι τῷ γλυκεῖ, ὡς καὶ ἐν Ἰλιάδι ἔκκειται. τοιοῦτος γὰρ ὁ Ἑρμῆς λόγος, πολὺ ἔχων τὸ λαρόν. Ἰστέον δὲ, ὅτι τὸν λάρον, τῇ εὐηθείᾳ ἡ ὕστερον προσοχὴ παροιμιακῶς ἀποκληροῖ. ὅθεν, καὶ λάρους τοὺς εὐήθεις φαμέν. οὕτω δὲ καὶ Κέπφους, ἀπὸ κούφου ὥς φασιν οἱ παλαιοὶ ὀρνιθαρίου καὶ εὐμεταχειρίστου καθὰ καὶ παρὰ τῷ κωμικῷ ἔστιν εὑρεῖν. καὶ ὦτοι δὲ οἱ αὐτοὶ, ἀπὸ ὀρνέου μιμηλοῦ καὶ εὐεξαπατήτου. ὡς ἀλλαχοῦ σαφῶς δηλοῦται. διὸ καὶ ἡ κωμῳδία σκώπτουσα τοὺς Ἀθηναίους, ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων, ἔφη. λοιδοροῦσα ἐκείνους, ὡς ῥᾷον ἀπατωμένους οἷς ἀκούουσιν. (ῃερς. 53.) ἔστι δὲ ἡ περὶ τοῦ καθ' Ἑρμῆν λάρου φράσις, αὕτη. σεύατ' ἔπειτ' ἐπὶ κῦμα, λάρῳ ὄρνιθι ἐοικώς. ὥστε κατὰ δεινοὺς κόλπους ἁλὸς, ἰχθῦς ἀγρώσσων, πυκινὰ πτερὰ δεύεται ἅλμῃ. τοῦτο δὲ, ἴδιον τῶν ἐναλίων ὀρνίθων. οἷα τῆς φύσεως ὥς φησι Πίος, τὴν πύκνωσιν παρεσχημένης τοῖς ἐξ ὑγρῶν ποριζομένοις τὸ ζῆν, ἵνα μὴ ῥᾳδίως πρὸς τὴν σάρκα διϊκνούμενον τὸ ὑγρὸν, πημαίνῃ αὐτήν. (ῃερς. 54.) Εἶτα τὴν παραβολὴν ἀποδιδοὺς, φησί. τῷ, ἴκελος, πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς. τοῦτον δὲ, παρένθετον οἴονταί τινες τὸν στίχον καὶ ὀβελίζουσιν ἤτοι ἀθετοῦσιν, ὡς ἐπεβληθέντα, καὶ τὸ τῆς πτήσεως ἀχρειοῦντα τάχος. βραδύτερον γάρ φασι πορεύσεται Ἑρμῆς κύμασιν ἐποχούμενος καὶ μὴ ὑπερφερόμενος αὐτῶν καὶ οὕτω κατὰ τὴν ποιητικὴν λέξιν πετόμενος ἢ ἅμα πνοιαῖς ἀνέμων φερόμενος. οἱ δὲ τοῦτο ποιοῦντες, τί ἂν ἐροῦσι πρὸς τὸ, ἐξ αἰθέρος ἔμπεσε πόντῳ. εἰ γὰρ πέτεται, πῶς ἔμπεσε πόντῳ; ἢ δηλονότι, ὡς ὁ παραβολικὸς λάρος, οὕτω δὲ καὶ τοσόνδε διαδραμεῖν ἁλμυρὸν ὕδωρ ὁ Ἑρμῆς ἐρεῖ. εἰ δὲ καὶ ἴσως δόξει διὰ τὰ εἰρημένα, ὁ λάρος Ἑρμῇ ἀνακεῖσθαι, ἀλλὰ μάλιστα Ἡρακλεῖ ᾠκείωται ἢ ὁ ἁπλῶς, ἢ ὁ λεγόμενος βουφάγος, ἐπεὶ τοιοῦτος καὶ ὁ Ἡρακλῆς. Λεπρεὺς γάρ φασιν Ἡρακλεῖ ἐρίσας δίσκῳ, καὶ ὕδατος ἀντλῆσαι, καὶ ὅς τις ἀναλώσει θᾶττον ταῦρον, λείπεται πάντα. ἤγουν ἡττᾶται ὑφ' Ἡρακλέος εἰς τὰ εἰρημένα πάντα. εἶτα θωρηχθεὶς, προκαλεῖται Ἡρακλέα, καὶ θνήσκει ἐν τῇ μάχῃ. οὕτω γράφει μὲν Ἀθήναιος. πρὸ αὐτοῦ δὲ, ἱστοροῦσι καὶ ἕτεροι. ὡς δὲ οὐ μόνος Ἡρακλῆς βουθοίνας ἦν ἀλλὰ καὶ ἄλλοι, ἐκ τῶν ἱστοριῶν δῆλον ἐστί. Θεαγένης γοῦν φασιν ὁ Θάσιος αὐλητὴς, ταῦρον κατέφαγε μόνος. ὃς καὶ φησὶ παρά τινι ποιητῇ, ὡς ἔφαγον Μῃόνιον βοῦν ἥγουν Λυδόν. πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος. περὶ δὲ Μίλωνος τοῦ Κροτωνιάτου φησὶ Δωριεὺς, ὅτι ὃν ἐπόμπευσε βοῦν εἰς κρέα τόνδε κόψας, πάντα κατ' οὖν μοῦνος δαίσατό νιν. καὶ Τίτορμος δέ φασιν ὁ Ἰταλὸς διηριστήσατο ἑαυτῷ βοῦν ὡς καὶ αὐτὸ γράφει Ἀθήναιος. ὅτι δὲ ῥωμαλεώτερος Μίλωνος ὁ Τίτορμος, ἐξ ἄλλων ἔστι γνῶναι. καὶ τοιαῦτα μὲν ταῦτα. Δεινοὺς δὲ κόλπους λέγει ὁ ποιητὴς, τοὺς κατὰ τὸ προῤῥηθὲν μέγα καὶ δεινὸν πέλαγος. (ῃερς.