Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
82.1.1
) Ὅρα δὲ καὶ τὸν ῥηθέντα ἐνναήμερον πλοῦν εἴτε ἱστορικῶς λεχθέντα εἴτε καὶ ἄλλως πλασθέντα, ὅτι πάνυ μακρὰν δι' αὐτοῦ ἐξῶσε τὸν Ὀδυσσέα ὁ ποιητὴς τῶν τοῖς Ἕλλησι γνωρίμων τόπων. (ῃερς. 89.) Ἔτι ἰστέον καὶ ὅτι οὐκ ἐνταῦθα μόνον ἀλλά που καὶ ἐν τοῖς ἑξῆς ἑταῖροι δύο στέλλονται καὶ τρίτατος κῆρυξ εἰς ἔμφασίν τε τοῦ βασιλικὴν οὐ μὴν ἰδιωτικὴν εἶναι τὴν τῆς ὁδοῦ πρόφασιν. βασιλέων γὰρ ὑποδρηστῆνες οἱ κήρυκες διογενῶν ἀνδρῶν θεῖον γένος αὐτοί. ἔτι δὲ καὶ ὡς ἂν οἱ στελλόμενοι ἄσυλοι ἀπεκβαίνωσιν. ἱεροὶ γὰρ οἱ κήρυκες ὡς ἐξ Ἑρμοῦ καὶ αἰδέσιμοι, μετὰ κηρυκίου προϊόντες. ὅπερ αὐτοῖς τοῦ κήρυκας εἶναι σύμβολον ἦν. Λαιστρυγόνες μέντοι ἄδηλον εἴτε ἐφείσαντο τοῦ κήρυκος εἴτε ἐθοινήσαντο. Ὅμηρος γὰρ ἐκεῖ τὴν σπουδὴν τῆς τῶν σταλέντων φυγῆς μιμούμενος οὐκ εἶπε τίς ἦν ὁ εἷς ἐκεῖνος ὃν ὁ Ἀντιφάτης Λαιστρυγὼν ἀπώλεσεν, ἀλλὰ μόνον ἐρεῖ ὅτι ἕνα μάρψας ὡπλίσσατο δόρπον, οἱ δὲ δύο ἀναΐξαντες ἔφυγον. Κύκλωψ δὲ εἴπερ ἂν φείσαιτο κήρυκος, ἀπόσχοιτο ἂν καὶ λέων πεινῶν ζῴου παρεμπεσόντος αὐτῷ. (ῃερς. 94.) Τὸ δὲ λωτοῖο φαγεῖν, τὸ αἴτιόν ἐστι τῆς τῶν Λωτοφάγων κλήσεως. ποιητικώτερον δὲ τὸ, λωτοῖο πάσασθαι. καὶ ἔτι πλέον τὸ, λωτὸν ἐρέπτεσθαι. (ῃερς. 99.) Τὸ δὲ δῆσα ἐρύσας, ἑρμηνευτικόν ἐστι τοῦ, ἄγον ἀνάγκῃ. ὁ γάρ τινα ἐρύων ἀναγκαστικῶς ἄγει. (ῃερς. 101.) Τὸ δὲ σπερχομένους, συντονίαν δηλοῖ φυγῆς μὴ καὶ προσμείναντες πάντες δυσαπόσπαστοι τῆς ἡδυπαθείας γένωνται. Ὅτι εἰ καὶ ἐν ἄλλοις (ῃερς. 87.) τὸ πίνειν πρῶτον φράζει τῆς ἐδητύος διὰ τὸ κατὰ δίψαν βίαιον ὡς ἐν τῷ, πόσιος καὶ ἐδητύος, ἀλλ' ἐν τοῖς προσεχῶς ῥηθεῖσι καὶ ἑξῆς δέ που ἀνάπαλιν πεποίηκεν. εἰπών. αὐτὰρ ἐπεὶ σίτοιό τε πασσάμεθα ἠδὲ ποτῆτος. οὕτω δὲ καὶ πρὸ τούτων ἐν τῷ, ἐδητύος ἠδὲ ποτῆτος. (ῃερς. 103.) Ὅτι σύντομος ἔκφρασις κωπηλασίας τὸ, οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῗσι κάθιζον. ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς, ὅπερ ὅμοιόν ἐστι τῷ, ἀνεῤῥίπτουν ἅλα πηδῷ. Ὅρα δὲ κάλλος ἐν παρίσοις τὸ, εἴσβαινον. κάθιζον. ἔτυπτον. (ῃερς. 106.) Ὅτι τοῦ περὶ Κυκλώπων λόγου ἀρξάμενος Ὀδυσσεὺς, ἀπὸ γὰρ τῶν φιλοξένων Λωτοφάγων εἰς τοὺς ἀξένους τούτους ἡ τοῦ ποιητοῦ μεταβαίνει πλάσις, φησί. Κυκλώπων δ' ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων ἱκόμεθα. οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν οὔτε φυτεύονται χερσὶ φυτὸν, οὔτ' ἀρόωσιν. ἀλλὰ τάγ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, πυροὶ καὶ κριθαὶ ἠδ' ἄμπελοι, αἵτε φέρουσιν οἶνον ἐριστάφυλον. καί σφιν Διὸς ὄμβρος ἀέξει. (ῃερς. 109.) ἃ δὴ ἐπιτεμὼν ὁ γεωγράφος φησί. Κύκλωπες, αὐτοφυεῖς νέμονται καρπούς. καὶ οὕτω τὴν ἰδιότητα φράσας τῆς γῆς ὁ ποιητὴς, ὡς εἰ καὶ νῆσος μακάρων ἦν τις καὶ αὕτη, περιᾴδεται γὰρ ἐν παροιμίαις ἐπ' εὐδαιμονίᾳ καὶ ἡ τῶν Κυκλώπων ὡς καὶ ἡ τῆς Αἰγύπτου γῆ καὶ ἡ τῶν Ἀράβων, (ῃερς. 112.) ἐκτίθεται καὶ εἰσέτι τοὺς νησιώτας Κύκλωπας ὁποῖοι τινές εἰσιν, εἰπών. τοῖσι δ' οὔτ' ἀγοραὶ βουληφόροι οὔτε θέμιστες. ἀλλ' οἵ γ' ὑψηλῶν ὀρέων ναίουσι κάρηνα ἐν σπέσσι γλαφυροῖσι. θεμιστεύει δὲ ἕκαστος (ῃερς. 115.) παίδων ἠδ' ἀλόχων οὐδ' ἀλλήλων ἀλέγουσι. (ῃερς. 106.) καὶ τοῦτό ἐστιν αὐτοῖς τὸ ἀθεμίστοις εἶναι, τὸ μὴ κοινωνικῶς ἔχειν, μηδὲ πολιτικῶς θεμιστεύειν κατὰ τοὺς ἐν κοινῷ βουληφόρους καὶ ἀγορητὰς, ἀλλὰ κατ' οἴκους ἐν τοῖς ἑαυτῶν. ὥστε οὐχ' ἁπλῶς ἀθέμιστοι οἱ καὶ θεοῖς πεποιθότες καὶ παροιμίαν παραγαγόντες ἐκ θεοφιλείας τὴν ἄσπαρτα καὶ ἀνήροτα φύεσθαι πάντα τοῖςεὐδαιμονοῦσι λέγουσαν, ἀλλὰ πῇ μὲν ἀθέμιστοι, πῇ δὲ θεμιστεύοντες. ὃ γενικῇ συντάσσει ὁ ποιητὴς, οὐκ ἀπολύτως φράσας κατὰ τοὺς ὕστερον, καὶ ἄλλως δὲ ἀθέμιστοι γοργῶς εἰπεῖν, διὰ τὸ μὴ νόμους ἔχειν κοινούς. εἰ δὲ δίκαιοι ὄντες ἐλύπουν τοὺς Φαίακας ἦν ὅτε γειτιῶντας ὡς προγέγραπται, ἀλλὰ τοῦτο διὰ τὸ τῆς πολιτείας φασὶν ἀνόμιον ἐγίνετο. Φαίακες μὲν γὰρ ἐκοινώνουν ἀλλήλοις εἴτε ἀριστοκρατίας νόμῳ εἴτε καὶ δημοκρατικῶς. οἱ δὲ Κύκλωπες οὐ τοιοῦτοι. εἰ δὲ καὶ πεποιθέναι μὲν θεοῖς ἐνταῦθα Κύκλωπες λέγονται, ὁ δὲ Πολύφημος ἐν τοῖς ἑξῆς ἐρεῖ (ῃερς. 275.) ὡς οὐκ ἀλέγουσι Διὸς οἱ Κύκλωπες ὡς φέρτεροι, ψευδῶς ἐκεῖνο φησίν. ὃ δὴ ποιοῦσιν οἱ κακοὶ συνδιαβάλλοντες ἑαυτοῖς τοὺς ἀγαθοὺς ἢ καὶ συνεξεικάζοντες. θεοσεβεῖς γὰρ οἱ λοιποὶ Κύκλωπες πλάττονται. οἳ καὶ τὴν Διὸς νόσον ὑποβλέπονται καὶ εὔχεσθαι οἴδασιν. Ὅτι δὲ τοὺς Κύκλωπας Λεοντίνους οἱ ὕστερον ἐκάλεσαν, καὶ ὅτι λῃσταὶ ἦσαν καὶ ἄγριοι, καὶ ὅτι πίων ἡ παρ' αὐτοῖς γῆ ὡς καὶ ἡ πλείων τῆς Σικελίας, δῆλόν ἐστι. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ὥσπερ Αἴολος ἐδυνάστευσε τῶν περὶ Λιπάραν νήσων, οὕτω καὶ Κύκλωπες καὶ Λαιστρυγόνες τῶν περὶ Λεοντίνην καὶ Αἴτνην, ἄξενοί τινες ὄντες. διὸ καὶ τὰ περὶ τὸν πορθμὸν ἀπροσπέλαστα εἶναι τότε τοῖς πολλοῖς. ὁ μέντοι ποιητὴς οὐ πάντα φασὶ πλάττων οὐδ' ἐκ τοῦ μηδενὸς ἀεὶ μακρὰν τερατολογίαν ἀνάπτων προσμυθεύει τι καὶ ἐνταῦθα τοῖς ἀληθέσι. Τὸ δὲ ὑπερφιάλων δίσημον ὂν, ὡς καὶ προγέγραπται, οὐ δοκεῖ ἐπὶ ψόγῳ ἐνταῦθα κεῖσθαι, ἀλλὰ τὸ κατὰ σῶμα δηλοῦν μεγαλοφυὲς τῶν Κυκλώπων, ὥς που καὶ οἱ μνηστῆρες ὑπερφιάλους καλοῦσιν ἑαυτούς. οὕτω δὲ καὶ τὸ ἀθεμίστων οὐκ ἐφ' ὕβρει κεῖται νῦν, ἀλλ' ἐν ἱστορίας εἴδει, ὡς τῶν Κυκλώπων μήτε νόμους μήτε ἔθη κοινὰ ἐχόντων, ὡς ἐῤῥέθη, μηδὲ στοχαζομένων τοῦ κοινῇ συμφέροντος διὰ τὸ μηδὲ κοινῇ πολιτεύεσθαι ἀλλ', ὡς εἰπεῖν, οἰκοκρατεῖσθαι. Καὶ σημείωσαι ὅτι τε διττὸν τὸ ἀθέμιστον τό, τε εἰδότα θέμιν μὴ χρᾶσθαι αὐτῇ ὅτε ὁ ἀθέμιστος εἴη ἂν ὁ αὐτὸς τῷ ἀδίκῳ, καὶ τὸ μὴ πεῖραν ἔχειν θέμιδος ὅλως, ὁποῖοι οἱ Ὁμηρικοὶ Κύκλωπες. (ῃερς. 112.) καὶ ὅτι, ἔνθα μὴ θέμις, καλῶς ἐκεῖ οὐδ' ἀγοραὶ βουληφόροι, εἴπερ θέμις ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει. δῆλον δὲ ὅτι τε ἄλλο τι σημαίνει ὁ ὕστερον ῥηθεὶς ἀθέμιτος παρὰ τὸν ἐνταῦθα Ὁμηρικὸν ἀθέμιστον. καὶ ὅτι ὥσπερ χάρις χάριδος καὶ Δωρικῶς χάριτος, κατὰ δὲ τὴν παρὰ Ἡρῳδιανῷ ἀλκμανικὴν χρῆσιν, καὶ Ἀρτέμιδος Ἀρτέμιτος, οἷον Ἀρτέμιτος θεράποντοὕτω καὶ θέμις θέμιτος. καὶ πλεονασμῷ τοῦ σίγμα θέμιστος οἷον. θέμιστι δὲ καλλιπαρῄῳ. καὶ ἐξ αὐτοῦ, ἀθέμιστος. (ῃερς. 107.) Τὸ δὲ οἳ θεῷ πεποιθότες ἀθανάτῳ οὔτε φυτεύουσι καὶ ἑξῆς ἕως τοῦ, ναίουσιν ἐν σπέσι γλαφυροῖσι, πρέπει τοῖς καθ' ἡμᾶς ἀναχωρηταῖς. οἳ καὶ αὐτοὶ πόλεις μὲν φυγόντες, ὀρέων δὲ ναίοντες κάρηνα ἐν σπηλαίοις, οὔτε φυτεύουσιν, οὔτ' ἄλλο τι τῶν ἐφεξῆς ποιοῦσιν, ἀλλὰ καὶ αὐτοὶ ἄσπαρτα καὶ ἀνήροτα ἔχουσιν ἄνωθεν τὰ καλὰ, αὐτοκράτορες ὄντες ἑαυτῶν, καὶ τρόπον ἄλλον θεμιστεύοντες οὐ μὴν ἀθεμίστως ἔχοντες. Ἰστέον δὲ ὅτι ἄλλως μὲν δόξοι ἂν ὁ ἀθέμιστος ἐκ τοῦ θεμίσσω γίνεσθαι, ὃ καὶ αὐτὸ ἐν φανερᾷ χρήσει κεῖται, ἀφ' οὗ καὶ ἡ θέμις. κοινότερον δὲ, ἐκ τοῦ θέμις θέμιδος, καὶ Δωρικῶς ὡς ἐῤῥέθη θέμιτος, λέγεται θεμιτὸς καὶ ἀθέμιτος, καὶ πλεονασμῷ τοῦ σίγμα, θεμιστεύειν καὶ ἀθέμιστος, ἡ δὲ τοῦ ˉδ καὶ τοῦ ˉτ ὡς οἷον εἰπεῖν φιλία καὶ ἀντιμεταχώρησις εἰς ἄλληλα, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐφάνη, δηλοῦται μὲν καὶ ἐν τῷ, θέμιτος καὶ χάριτος ὡς ἐκ τοῦ θέμιδος καὶ χάριδος. διασημαίνεται δὲ καὶ ἐν τῷ, τηϋσίην ὁδὸν ἀντὶ τοῦ δευσίην. ὑγράν. ἁλίην, καθὰ ἐγράφη ἔνθα ὁ ποιητὴς αὐτὸ εἶπεν. ἔτι δὲ καὶ ἐν τῷ, τῆτες καὶ τῆδες. ὡς γὰρ οἱ τεχνικοί φασιν, οὐ μόνον τῆτες οἱ Δωριεῖς λέγουσιν, ἀλλὰ καὶ τῆδες. θετέον δ' ἐν τούτοις καὶ τὸ, Κίδαρις ἐθνικόν. αὐτὴ γάρ φασι καὶ Κίταρις λέγεται. Ἔτι ἰστέον καὶ ὅτι τὸ ˉδ οὐ μόνον εἰς τὸ ˉτ ἔστιν ὅτε οἶδε μεταχωρεῖν, ἀλλὰ καὶ εἰς τὸ αὐτοῦ ἀντίστοιχον θῆτα. ὡς δῆλον ἐκ τοῦ, μήδω Προμηθεὺς καὶ τῶν ἄλλων ἅπερ ἑτέρωθι κεῖνται. καὶ μέσου δὲ τοῦ βῆτα μεταβολὴ φανερὰ εὕρηταί ποτε εἰς δασέα καὶ εἰς ψιλά. ὡς καὶ αὐτὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθη. νῦν δὲ ἀρκεῖ πρὸς δεῖξιν τὸ, Φίλιππος Βίλιππος, καὶ τὸ, Παλληνικὸν βλέπειν ἤγουν Βαλληνικὸν ἀπὸ Παλλήνης τῆς κατὰ Θρᾴκην τῆς καὶ Βαλλήνης. ὅπερ αἴνιγμά ἐστι τοῦ χρεὼν εἶναι καὶ λίθοις βάλλειν τὸν ἐχθρόν. λέγεται δὲ ὅτι τε ἧς γλώττης ἔστιν ὁ Βίλιππος ἀντὶ τοῦ Φίλιππος, τῆς αὐτῆς καὶ τὸ Βαλλήνη ἀντὶ τοῦ Παλλήνη, καὶ ὅτι ἀγρίως ἐβίουν οἱ Παλλήνιοι. διὸ καὶ ἡ τῶν Γιγάντων μάχη ἐν τῇ κατ' αὐτοὺς γῇ μεμυθολόγηται, ὅ που καὶ ἡ Φλέγρα. Θεοῖς δὲ πεποιθέναι Κύκλωπας ὁ μῦθος λέγει, δι' ὧν αὔξονται καρποί. οἷον. Διῒ ἀέρι. Δήμητρι γῇ. Νύμφαις καρποτρόφοις. Ἀπόλλωνι ἡλίῳ. καὶ τοῖς τοιούτοις. οἷς θαῤῥοῦντες διὰ τὸ τῆς ἐκεῖ γῆς πῖον οὐκ ἔκαμνον. Τὸ δὲ πεποιθότες, Αἰολικόν ἐστι καθ' Ἡρακλείδην, ὃς λέγει ὅτι τὸ οἶδα πέποιθα λέλοιπα δέδοικα Αἰολικοί εἰσι παρακείμενοι. χαίρουσι γὰρ Αἰολεῖς τοιαύταις παρατελεύτοις. τὰ δὲ κοινὰ αὐτῶν, εἶδα. πέπειθα. λέλειπα. δέδεικα. (ῃερς. 108.) Τὸ δὲ οὐ φυτεύουσι φυτὸν, ἐτυμολογίας ἔχει τρόπον. Τὸ δὲ ἀρόωσιν, ἔοικε δευτέρας εἶναι συζυγίας τῶν περισπωμένων. ἦν δ' ἂν καθαρῶς τρίτης, εἴπερ ἐγράφετο ἀρόουσι. Τὸ δὲ ἄσπαρτα, ἐκτείνει τὴν λήγουσαν. (ῃερς. 109.) Τὸ δὲ πάντα φύονται, ἐφερμηνεύων ἵνα μήτις ἐπὶ ἀγρίων ἐκφύσεων τὸ πρᾶγμα νοήσῃ, φησί. πυροὶ καὶ κριθαὶ, καὶ τὰ ἑξῆς. ὃ καὶ καινόν. φύονται μὲν γάρ που καὶ ἀλλαχοῦ κατὰ τὸν γεωγράφον ἄσπαρτά ποτε καὶ ἀνήροτα. πλὴν, ἐκπροϋπάρξαντος ἀρότου τε καὶ σπόρου καὶ πεπάνσεως καρποῦ καὶ πτώσεως ἐκεῖθεν εἰς γῆν, καὶ ἐπ' ὀλίγους τινὰς τοῦτο ἐνιαυτούς. τὸ δὲ καὶ ἀεὶ τὸ τοιοῦτον γίνεσθαι, ὑπερβολὴν ἔχει εὐδαιμονίας. οὕτω δὲ καὶ οἶνος γίνεται μὲν καὶ ἐξ ἀγριάδων ἀνεργάστων. (ῃερς. 111.) τὸ δὲ καὶ ἐρισταφύλους τὰς τοιαύτας εἶναι, καινόν ἐστι καὶ θεῖον ὄντως δῶρον. Ἐνταῦθα δὲ ὅρα καὶ ὡς οὐ μόνον ἄμπελος κοινότερον ἐριστάφυλος, ἀλλ' ἰδοὺ καὶ οἶνος τοιοῦτος, ὁ ἀπὸ σταφυλῶν μεγάλων γινόμενος. Ὄμβρος δὲ Διὸς, τουτέστιν ἀέρος, δηλοῖ μὴ αὐχμηρὰν τὴν τῶν Κυκλώπων εἶναι. (ῃερς. 112.) Τὸ δὲ οὐκ ἀγοραὶ βουληφόροι, συντόμως δύο ἀποφάσκει ταῦτα, τὸ μήτε ἀγορὰς μήτε βουλὰς εἶναι κοινῇ παρὰ τοῖς Κύκλωψιν, ἀλλὰ νόμον ἕκαστον εἶναι τοῖς ἑαυτοῦ. (ῃερς. 115.) Τὸ δὲ οὐδ' ἀλλήλων ἀλέγουσιν, ἀντὶ τοῦ οὐχ' ὑποτάσσονται ἀλλήλοις. Καὶ ὅρα ἐν τῷ, ἀλλήλων, ὅτι καὶ πρὸ ὀλίγων τὸ, Κίκονες Κικόνεσσιν ἐβόων, ταυτὸν ἦν τῷ, ἀλλήλοις. καθάπερ αὖ πάλιν καὶ ἐνταῦθα τὸ, ἀλλήλων, ταυτόν ἐστι τῷ, Κύκλωπες Κυκλώπων. Ἰστέον δὲ ὅτι μετὰ τοὺς Λωτοφάγους περὶ Κυκλώπων ὁ ποιητὴς λέγει, οὐχ' ὡς ἐφεξῆς αὐτοῖς κειμένων ἐκεῖ που τῇ κατὰ τόπον θέσει, ἀλλ' ὅτι μετ' ἐκείνους ἡ γῆ τῶν Κυκλώπων ἔσχε τὸν Ὀδυσσέα, εἴτε ἀνόπιν πλεύσαντα ἐκ Λιβύης περὶ τὰ κατὰ Σικελίαν, εἴτε καὶ ἀλλαχοῦ πλαγχθέντα κατὰ τὴν Ὁμηρικὴν πρόθεσιν. Σημείωσαι δὲ καὶ ὅτι τὰ περὶ Κυκλώπων ἐνταῦθα τὰ ῥηθέντα προκατασκευαστικά εἰσι καὶ χρήσιμα εἰς τὸ πιθανῶς ὕστερον τυφλωθῆναι τὸν Πολύφημον. εἰ γὰρ μήτε θεμιστεύονται, μήτε πόλεις ἔχουσι, μήτε οἰκίας, μήτε γεωδαιτοῦνται, καὶ ἐν σπηλαίοις δὲ διεσπαρμένοι οἰκοῦσι καὶ οὐδ' ἀλλήλων ἀλέγουσι, ῥᾷον οὕτω κατεργασθήσεται ὁ Πολύφημος ἐρημάζων κατὰ σπέος ἐν ἐσχατιῇ, καὶ μᾶλλον ὅτι οὐδὲ παίδων γοῦν ἢ γυναικῶν θεμιστεύει, ἀλλὰ πάντῃ μονάζει εὐεπιβούλευτος ὢν καὶ πάντοθεν ἀβοήθητος. (ῃερς. 116.) Ὅτι πιθανῶς περισώζων καὶ εὐπλάστως ὁ ποιητὴς ἐκ τῶν ἀξένων Κυκλώπων τὰς τοῦ Ὀδυσσέως νῆας πλάττει νῆσόν τινα ἐρήμην, μικρὰν μὲν, ἀγαθὴν δὲ θεραπεῦσαι καταίροντάς τινας, εὐδαίμονα καὶ αὐτὴν καὶ πολύθηρον. ἔνθα στήσας Ὀδυσσεὺς τὰς λοιπὰς νῆας μετὰ μόνης ἔπλευσε μιᾶς εἰς τὴν μεγάλην, τὴν τῶν Κυκλώπων. καὶ ἔπαθε καὶ ἐποίησε τὰ θρυλούμενα. ἔχει δὲ πιθανῶς ἡ τῆς μικρονήσου ταύτης παντελὴς ἐρημία, ἐκ τοῦ μὴ διοικεῖσθαι ὅλως ναυσὶ τοὺς Κύκλωπας. διό περ οὐδὲ εἶχον φόβον οἱ ἐκεῖ καταπλεύσαντες. ἀφ' ἧς Ὀδυσσεὺς ὡς ἐξ ὁρμητηρίου τινὸς ἀσφαλοῦς ἢ καὶ ἐπιτειχίσματος εἰς τὴν τῶν Κυκλώπων ἐλθὼν καὶ πειραθείς, ὧν ἐπειράθη, ἐπανῆλθεν εἰς τὰς λοιπὰς νῆας. καὶ εὗρεν ἐκείνας κακῶν ἀπαθεῖς. ὡς εἴγε κατὰ πρῶτον πλοῦν τῇ τῶν Κυκλώπων γῇ προσωρμίσθη, οὐκ ἂν εὐτυχῶς εἶχεν ἀπαλλάξαι. νῦν δὲ κατά τι θεῖον νησιδίῳ προσοκείλας εὐτύχησε. διὸ καί τις θεὸς ἡγεμονεῦσαι αὐτῷ λέγεται εἰς τὸν τοιοῦτον κατάπλουν, γενόμενον ἔν τε λειοκύμονι γαλήνῃ, καὶ ἐν σκοτομήνῃ βαθείᾳ. ὃ καὶ αὐτὸ πρὸς ἀγαθοῦ γέγονεν. εἰ γὰρ ἦν ἡμέρα, τῇ τῶν Κυκλώπων ἂν προσέσχον γῇ οὐκ ἐπὶ καλῷ. ἔστι δὲ ἡ περὶ τῆς τοιαύτης νήσου Ὁμηρικὴ φράσις τοιαύτη. (ῃερς. 116.) νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται γαίης Κυκλώπων. οὔτε σχεδὸν οὔτ' ἀποτηλοῦ. ὑλήεσσα. ἐν δ' αἶγες ἀπειρέσιαι γεγάασιν ἄγριαι. οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει. οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται. (ῃερς. 1.) οἵ τε κατ' ὕλην ἄλγεα πάσχουσι, κορυφὰς ὀρέων ἐφέποντες. ὃ δὴ πρὸς ψόγον τῆς κυνηγετικῆς τέχνης παρέῤῥιπται. (ῃερς. 122.) οὔτ' ἄρα ποίμνῃσι καταΐσχεται κατὰ τοὺς ἡμέρους τόπους, οὔτ' ἀρότοισιν. ἀλλ' ἥγ' ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα ἀνδρῶν χηρεύει. βόσκει δέ τε μηκάδας αἶγας. (ῃερς. 125.) εἶτα αἰτίαν ἐντιθέμενος δι' ἣν εὐδαίμων οὖσα ἡ νῆσος ἀοίκητός ἐστι, φησίν. οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι. οὐδ' ἄνδρες νηῶν ἔνι τέκτονες οἳ κάμοιεν νῆας αἳ τελέοιεν ἕκαστα, ἄστε' ἐπ' ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ ἄνδρεςἐπ' ἀλλήλους νηυσὶ περόωσι θάλασσαν. (ῃερς. 130.) οἵ κέ σφιν καὶ νῆσον ἐϋκτημένην ἐκάμοντο. καὶ ἔστι τοῦτο ναυτιλίας ἔπαινος. τῷ ὄντι γὰρ ἀοίκητοι ἂν ἦσαν αἱ νῆσοι μὴ ταύτης οἰκιζούσης αὐτάς. (ῃερς. 131.) εἶτα μετὰ τὴν τοιαύτην αἰτίαν ἐπεμβληθεῖσαν ἐκ περικοπῆς ἐπάγει καὶ τὸ λοιπὸν ἐγκώμιον τῆς χώρας, εἰπών. οὐ μὲν γάρ τι κακή γε. φέροι δέ κεν ὥρια πάντα. ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρ' ὄχθας, ὑδρηλοὶ, μαλακοί. μάλα ἂν ἄφθιτοι ἄμπελοι εἶεν. ἐν δ' ἄροσις λείη. μάλα κεν ἢ τάχα κεν βαθὺ λήϊον αἰεὶ εἰς ὥρας ἀμῷεν. (ῃερς. 135.) ἐπεὶ μάλα πῖαρ ὑπ' οὖδας. οὕτω καὶ τοὺς εἰς γεωργίαν δεξιοὺς τόπους τεχνιέντως ὁ ποιητὴς φιλοκρινεῖ. (ῃερς.

Intertext edge

Open linked passage

Note