Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
94.1.1
) Ὅτι στοχαζόμενος ὁ Τηλέμαχος τοῦ εἰκότος, φησὶ πρὸς Νέστορα, εἴ ποτέ τοι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς, ἢ ἔπος, ἢ ἔτι ἔργον ὑποστὰς ἐξετέλεσσε δήμῳ ἐνὶ Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί. τούτων ἄρτι μνησθεὶς, νημερτές μοι εἰπέ. χάριν ταύτην ἀντιδιδοὺς ἀνεπαχθῆ. καὶ νῦν μὲν, οὕτω δεξιῶς ἔφη. φθάσας δὲ, καὶ ἄλλως προεθώπευσε τὸν γέροντα, εἰπών. ὃν ποτέ φασι σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι, ὑπασπιστὴν αὐτοῦ τρόπον τινὰ τὸν πτολίπορθον Ὀδυσσέα ποιῶν. ὡς εἴ τις καὶ τὸν Μηριόνην σὺν τῷ Ἰδομενεῖ μάχεσθαι εἴπῃ. ἢ σὺν τῷ Ἀχιλλεῖ τὸν Πάτροκλον. (ῃερς. 98.) Τὸ δὲ ἐσθλὸς Ὀδυσσεὺς, οὐ παρέῤῥιπται εἰκῇ, ἀλλ' ἐν ἔργῳ. εἰ γὰρ ἐσθλὸς ὡμολόγηται, πάντως καὶ ἔπραξεν ἄντι πρὸς χάριν τῷ Νέστορι. Ὅτι δὲ ὑφίστασθαι τὸ ὑπισχνεῖσθαι ὁ ποιητὴς οἶδε καὶ διὰ τί, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. Ἰστέον δὲ ὅτι τὸ, δήμῳ ἐνὶ Τρώων ὅθι πάσχετε πήματ' Ἀχαιοὶ, παραφράζων αὐτίκα ὁ Νέστωρ, φησίν. ὀϊζύος ἣν ἐν ἐκείνῳ δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν. τοὺς μὲν Ἀχαιοὺς, καὶ ἐπαίνῳ σεμνύνας. τὸ δὲ πάσχειν, ἀνατλῆναι εἰπών. τὰ δὲ πήματα, ὀϊζύν. (ῃερς. 103.) Ὅτι τὸ ἐπεὶ, ὡς πολλαχοῦ, οὕτω καὶ ἐνταῦθα ἢ ἀναπόδοτον τέθειται κατὰ ἔλλειψιν ἐν τῷ, ὦ φίλ', ἐπεί μ' ἔμνησας ὀϊζύος, καὶ τὰ ἑξῆς, ἢ μετὰ δέκα στίχους ἀποδίδοται ἐν τῷ, τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο ἢ καὶ κατωτέρω αὐτοῦ, ἐν τῷ, οὐδ' εἰ πεντάετες καὶ ἑξάετες. Ἔνθα καὶ ὅρα τὸ πεντάετες καὶ ἑξάετες, καθ' ὁμοιότητα παραχθέντα τοῦ τρίετες περὶ οὗ προγέγραπται. καὶ τοῦ αὐτόετες ὃ ἐν τοῖς ἑξῆς που λεχθήσεται. καὶ τοῦ εἰνάετες ὃ μετ' ὀλίγα κεῖται παρὰ τῷ ποιητῇ. Ὅρα δὲ τὸ ἔμνησας γενικῇ συνταχθέν. τοιοῦτον δὲ καὶ τὸ ἀνέμνησας, ἤγουν εἰς μνήμην ἤγαγες. δῆλον δὲ ὅτι ἐκ τοῦ ἔμνησα γίνεται αὐτοπαθῶς τὸ ἐμνησάμην. ὡς τὸ, μνήσατο Αἰγίσθοιο. καὶ μετοχή, μνησάμενος. τοῦ δὲ ἀμνήσας ὁ μέλλων, ἐν τῷ, μνήσει δέ σε καὶ θεὸς αὐτός. Ὅτι ἀνεπιφθόνως ὁ γέρων Νέστωρ ἐνταῦθα περιαυτολογεῖ, οὐ καταμόνας ἑαυτὸν σεμνύνων, ἀλλ' ἐν τῷ κοινῷ, εἰπὼν οὕτω πως. ὦ φίλε, ἐπεί μ' ἔμνησας ὧν ἐν Τροίᾳ ὑπέστημεν μένος ἄσχετοι Ἀχαιοὶ, καὶ τὰ ἑξῆς. (ῃερς. 105.) Ἐν οἷς διαιρῶν τὰ τοῦ πολέμου, φησίν. ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ' ἠεροειδέα πόντον πλαζόμενοι κατὰ ληΐδ' ὅπῃ ἄρξειεν Ἀχιλλεὺς, ἠδ' ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος μαρνάμεθα. περὶ γῆν καὶ περὶ θάλασσαν ἱστορῶν εἶναι τὸν Τρωϊκὸν πόλεμον ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. ὅτι δὲ καὶ τῆς κατὰ χέρσον μάχης ἦρχεν ὁ Ἀχιλλεὺς ὡς πολέμαρχος καὶ τῆς λοιπῆς, ἱστόρηται καὶ αὐτὸ ἐν πολλοῖς. καὶ ὅτι ἄστυ μέγα ἦν ἡ Τροία, καὶ ὅτι δὲ τὸ τῶν ληϊζομένων ἔργον, πλάνῃ ἔοικεν ὡς δηλοῖ καὶ τὸ, ληϊστῆρες ὑπὲρ ἅλα ἀλόωνται, καὶ τὸ, πλαζόμενοι κατὰ ληΐδα, οὐκ ἄδηλόν ἐστιν. ὥσπερ οὐδὲ τὸ, τοὺς μὲν τῶν Ἀχαιῶν παραμένειν τότε τῇ Τροίᾳ, τοὺς δὲ πλάζεσθαι περὶ ληΐδα σὺν τῷ Ἀχιλλεῖ. (ῃερς. 108.) Ὅτι Νέστωρ ἐξαριθμούμενος ἐν ἐπιτομῇ ἄνδρας ἐν τῷ Τρωϊκῷ πολέμῳ τρωθέντας ἀρίστους, καὶ οὕτω καταποικίλλων τὴν Ὀδύσσειαν τοῖς ἐξ Ἰλιάδος ἐλλείμμασι, χρῆται σχήματι ἐπιμονῆς. εἰπών. Ἔνθα δὲ κατέκταθεν ὅσσοι ἄριστοι. ἔνθα μὲν Αἴας κεῖται Ἀρήϊος. ἔνθα δ' Ἀχιλλεύς. ἔνθα δὲ Πάτροκλος. ἔνθα δὲ Ἀντίλοχος. πεντάκις εἰπὼντὸ ἔνθα. ἔχει δὲ ὁ τόπος οὗτος καὶ γοργότητα οὐ μόνον τῇ ἐπιτομῇ τῶν ἱστοριῶν, ἀλλὰ καὶ τῇ ἐλλείψει. τὸ γὰρ κεῖται, ἀπὸ κοινοῦ τρὶς λαμβάνεται. (ῃερς. 109.) Ὅρα δὲ καὶ ὡς ἐν τῇ ἀπαριθμήσει ταύτῃ τῶν ἱστοριῶν, τὸν μὲν Ἀχιλλέα, ψιλὸν ἄτερ ἐπιθέτου ἐκφωνεῖ, τῆς μήνιδος ἴσως αὐτῷ ἐγκοτῶν, καὶ ὅτι μὴ ἔπεισεν ὑποτιθέμενος μὴ ἐρίζειν τῷ βασιλεῖ. τοὺς δὲ λοιποὺς, ἐπανεῖ. εἰπών. Αἴας Ἀρήϊος. Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος. ἀποδέχεται γὰρ τὸν ἄνδρα, ἐπειδὴ ἔπεισε τὸν Ἀχιλλέα διὰ μέσου αὐτοῦ, ἀποθέσθαι τὴν μῆνιν. τὸν μέντοι Ἀντίλοχον ὡς πρόσθεν αὐτοῦ στάντα ὅτε βαρὺς ὁ αἰθίοψ, Μέμνων ἐπέκειτο καὶ τὸν θάνατον προαρπάσαντα καὶ ὅλως ὡς ἀγαθὸν παῖδα, οὕτω φράζει. ἐμὸς φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀμύμων, Ἀντίλοχος. περὶ μὲν θείειν ταχὺς ἠδὲ μαχητής. (ῃερς. 112.) Καὶ ὅρα τὸ περὶ μὲν θείειν ἐξ οὗ ὁ Περίθοος. καὶ πλεονασμῷ τοῦ ˉι καὶ συναιρέσει, Πειρίθους τὸ κύριον. ἐπεὶ δὲ οἱ ῥηθέντες θάνατοι, ὀλίγοι παντελῶς εἰσὶν, ἐπιφέρει ὁ γέρων ῥήτωρ τὸ, ἄλλα τεπόλλ' ἐπὶ τοῖς, πάθομεν κακά. εἶτα πάλιν τοῦτο ἐπαύξων ὡς ἔδει ῥητορικώτερον, φησί. τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο κατὰ θνητῶν ἀνθρώπων; ἐφ' οἷς ὁρίζων κατὰ χρόνον τὰ πολλὰ κακὰ, ἐπάγει. οὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων, ἐξερέοις ἤγουν ἐρωτᾷς ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί, πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. οἷα δηλαδὴ καὶ τῆς πολυλογίας καὶ πολυηκοΐας, ἀνίαν τῷ κόρῳ ποιούσης. ἐπεὶ δὲ οὔ που σαφῶς τὰ πολλὰ κακὰ ἐδήλωσε, λέγει πρὸς ἐνάργειαν, καὶ τὰ ἐφεξῆς. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες, παντοίοισι δόλοισι. καὶ τὰ ἑξῆς. εἰ δὲ οὕτω κακὰ εἰνάετες ἐῤῥάπτοντο τοῖς Τρωσὶ, τίς ἂν ἐννέα ἐτῶν παντοίους δόλους ῥᾳδίως φράσειεν; οὒ μάτην οὖν ὁ ποιητὴς ἐν Ἰλιάδι τὰ ἐκ τοῦ πρώτου ἔτους Τρωϊκοῦ πολέμου παραλιπὼν διὰ τὸ δυσεξίτητον, μόνων τῶν περὶ τὸ δέκατον ἔτος ἐγένετο. καὶ ἐκείνων, οὐ πάντων. ἀλλὰ τῶν καιριωτάτων. (ῃερς. 111.) Ἰστέον δὲ ὅτι ὁ υἱὸς ὡς ἀλλαχοῦ δεδήλωται, εἴτε ἀπὸ τοῦ ὕω τὸ βρέχω γίνεται κατὰ τοὺς παλαιοὺς εἴτε ἀπὸ τοῦ φύω τὸ γεννῶ, διὰ μόνου τοῦ ˉυ ψιλοῦ ὤφειλεν εἶναι. διὸ καὶ οἱ παλαιοὶ Ἀττικοὶ, οὕτως ἔγραφον ὥς φασιν οἱ τεχνικοί. ἐγράφη δὲ ὅμως διὰ τοῦ ˉυ ψιλοῦ καὶ ἰῶτα ἐν διφθόγγῳ, πρὸς διαστολὴν τοῦ ὗς ὑὸς ὁ χοῖρος. (ῃερς. 114.) Ἐν δὲ τῷ, κατὰ θνητῶν ἀνθρώπων, περιττεύειν δοκεῖ ἡ πρόθεσις. ὁποῖα καὶ ἄλλα παρασημειοῦνται πολλά. Τὸ δὲ τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καὶ ἑξῆς ἕως τοῦ, πατρίδα γαῖαν ἵκοιο, δύναταί ποτε παρῳδηθῆναι πρός τινος, ἐπὶ ἀφηγήσεως πολλῶν δυσχερῶν. (ῃερς. 118.) Σημείωσαι δὲ ὅτι τὸ μὲν κακὰ ῥάπτειν διαλελυμένως λεχθὲν, οὐκ ἐπὶ ψόγῳ ἐτέθη. τὸ μέντοι σύνθετον ἡ κακοῤῥαφία, ἐπίψογον. ὡς δηλοῖ καὶ τὸ, κακοῤῥαφίῃσι νόοιο. οὕτω καὶ τὸ, δίκην μὲν ἐν χερσὶν εἶναι, ἀγαθόν ἐστιν. ὁ δὲ χειροδίκης, φαυλότητα ἔχει, ὡς Ἡσίοδος δηλοῖ. ὁμοίως δὲ καὶ τὸ μὲν ὑπὸ σκιᾷ μαχούμεθα, φαῦλον δηλοῖ οὐδέν. οὐ μέντοι καὶ τὸ σύνθετον τὸ σκιαμαχεῖν. Τὸ δὲ ἀμφιέποντες, ἢ ἀντὶ τοῦ, κυκλοῦντες ὡς καὶ ὅτε τρίποδα πῦρ ἀμφέπει. ἢ βλαπτικῶς ἐνεργοῦντες. ὡς τὸ, τοὺς, δέρον ἀμφί θ' ἔπον. (ῃερς. 119.) Ἐν δὲ τῷ, παντοίοις δόλοις, ἐπαινετοὺς δόλους ὁ γέρων λέγει, ὁποῖοι καὶ οἱ κατὰ πόλεμον. διὸ καὶ τὸν Ὀδυσσέα ἐπαινέσει, ὡς μάλα πολὺ νικῶντα παντοίοις δόλοις ὡς αὐτίκα λεχθήσεται. Ὅτι συγκεφαλαιωσάμενος ὁ Νέστωρ πρὸ βραχέων ἐν στίχοις τρισὶ τὸν Τρωϊκὸν πόλεμον ἔνθα ἔφη τοὺς Ἀχαιοὺς πολλὰ ξὺν νηυσὶ παθεῖν ἐπὶ πόντον πλαζομένους κατὰ ληΐδα καὶ περὶ ἄστυ μέγα Πριάμου μαρναμένους, ἐνταῦθα ἐν δυσὶν ἔπεσι τὸ αὐτὸ ποιεῖ, εἰπών. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες, ὡς ἐῤῥέθη, παντοίοισι δόλοισι. μόγις δ' ἐτέλεσσε Κρονίων. ἤγουν. τὸ τέλος ἐπήγαγεν οὗ ἕνεκεν ὁ Τρωϊκὸς πόλεμος. (ῃερς. 1.) Ὅτι Νέστωρ τὸν Ὀδυσσέα ἐπαινῶν, φησίν. Ἔνθα τουτέστι κατὰ Τροίαν, οὔτις ἐκείνῳ ποτὲ, μῆτιν ὁμοιωθήμεναι ἄντην ἤθελεν ὅ ἐστι ἠδύνατο, καθὰ καὶ ἀλλαχοῦ ἐφάνη. ἐπεὶ μάλα πολλὸν ἡνίκα δῖος Ὀδυσσεὺς, παντοίοισι δόλοισι πατὴρ τεός. (ῃερς. 123.) Εἶτα ἐνδοιάσας εἰ ἐτεόν γε κείνου ἔγγονός ἐστιν, ἐπάγει ὅτι σέβας μ' ἔχει εἰσορόωντα, τὸν τῆς μορφῆς δηλαδὴ χαρακτῆρα. καὶ τοὺς αὐτοῦ λόγους τοῖς τοῦ Ὀδυσσέως εἰκάζει. (ῃερς. 124.) Εἰπὼν ὅτι τε μῦθοι ἐοικότες τοῖς τοῦ πατρὸς δηλαδὴ, καὶ ὅτι οὐκ ἂν φαίης ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι, ὅ ἐστι καθήκοντα. Καὶ ὅρα ὅτι ἐν τόπῳ ἑνὶ, ἐπὶ δύο σημαινομένων τὸ ἐοικέναι ἔθετο ἤγουν ἐν τῷ, μῦθοι ἐοικότες. καὶ ἐν τῷ, ἐοικότα μυθήσασθαι. Σημείωσαι δὲ καὶ ὅτι ὁ μὲν Τάφιος Μέντης, κεφαλὴν καὶ ὄμματα καλὰ ἐοικέναι τὸν Τηλέμαχον τῷ πατρὶ λέγει. Ἑλένη δ' ἐκ τοῦ εἴδους στοχασαμένη, ἐρεῖ οὔπω τινὰ γενέσθαι ἐοικότα οὕτως οὔτε ἄνδρα οὔτε γυναῖκα, ὡς αὐτὸς Ὀδυσσεὺς υἱῷ ἔοικε. καὶ ὁ Μενέλαος δὲ, οὕτως εἴπῃ νοεῖν. ἐκείνου γάρ φησι τοιοίδε πόδες τοιαί δέ τε χεῖρες ὀφθαλμῶν τε βολαὶ κεφαλή τ' ἐφύπερθέ τε χαῖται. ὁ μέντοι ῥήτωρ Νέστωρ, οἰκείως ἐκ τοῦ λόγου αὐτὸν εἰς ὁμοιότητα τοῦ πατρὸς ἐξεικόνισε. Καὶ ὅρα τὸ τοῦ Ὁμήρου πλούσιον καὶ ποικίλον καὶ ἐν τοῖς τοιούτοις εἰκασμοῖς. (ῃερς. 126.) Σημείωσαι δὲ καὶ ὅτι ὁ Νέστωρ εἰπὼν ὡς ἐν Τροίᾳ οὐδεὶς βουλεύεσθαι ἦν ὅμοιος τῷ Ὀδυσσεῖ, καὶ οὕτω πάντων ὑπερεξάρας ἐκεῖνον ἤδη δὲ καὶ ἑαυτοῦ, ὕστερον λεληθότως ἑαυτὸν εἰς ἶσον ἄγει τῷ Ὀδυσσεῖ φειδόμενος τοῦ μείζονος διὰ τὸν ἀκροατὴν Τηλέμαχον. καὶ φησὶν ὅτι ἐγὼ καὶ Ὀδυσσεὺς ἐν Τροίᾳ οὔ τέ ποτ' εἰν ἀγορῇ δίχα βάζομεν, οὔτ' ἐνὶ βουλῇ, ἀλλ' ἕνα θυμὸν ἔχοντε, νόῳ καὶ ἐπίφρονι βουλῇ φραζόμεθα ὅπως ὄχ' ἄριστα γένηται. φιλίας δὲ πάντως χαρακτὴρ τὸ οὕτως ἐφ' ἅπασι συμφωνεῖν. Ὅρα δὲ ὅτι οὐκ εἶπεν ὁ Νέστωρ ὡς καὶ ἐν πολέμῳ συμπαρέμενε τῷ Ὀδυσσεῖ, ἀνδρεῖος γὰρ ἐκεῖνος, ὡς οὐ πέμπελος κατὰ τὸν Νέστορα. (ῃερς. 1.) Ἰστέον δὲ καὶ ὅτι ὁμοιωθῆναι ἄντην ἔφη, ἀντὶ τοῦ ἄντικρυς καὶ αὐτόχρημα. τὸ γὰρ ἄλλως ἁπλῶς ὁμοιωθῆναι, οὐκ ἀδύνατόν ἐστιν. οὐχ' ὁμοιοῦται δέ τις ἄντην, τῷ λίαν κρείττονι. διὸ ἔφη, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύς. (ῃερς. 122.) Τὸ δὲ εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι, πάνυ γοργῶς ἔφρασε καὶ οὐδὲ κατὰ τὸν Τάφιον Μέντην. ἐκεῖνος γὰρ, ἠρώτησεν εἰ δὴ ἐξ Ὀδυσσέως τόσος πάϊς ὁ Τηλέμαχος. ἔργον θέμενος τὴν ἐρώτησιν. Νέστωρ δὲ, ὡς ἐν παρέργῳ καὶ ἐκ παρόδου ἐνεδοίασε. (ῃερς.
94.1.2
) Ὁ δὲ ἀναπέμπων εἰς ἀκοὴν γονέων ἃ λέγει πρός τινας, ἐρεῖ ἂν τὸ, καὶ πατέρων τάδε μέλλετ' ἀκουέμεν, οἵ τινες ὔμμιν εἰσί, δυστυχήσαντος δὲ ἀνδρὸς τὸ, ἐπεὶ μάλα πόλλ' ἔπαθον καὶ ἀπώλεσα οἶκον εὖ μάλα ναιετάοντα κεχανδότα πολλὰ καὶ ἐσθλά. (ῃερς. 97.) Ὁ δὲ προτιμώμενος ὀλίγα σχεῖν ἀπόνως ἐκ πολλῶν ὧν ἔσχεν ἐπικινδύνως, δύναται φάναι καὶ αὐτὸς, οὕτως. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν, ναίειν. καὶ μὴ παθεῖν τό δέ τι. Μενελάου δὲ λόγοι καὶ ταῦτα. ὃν τίς φασιν οὐκ ἂν ἀγαπῴῃ τά τε ἄλλα, καὶ ὅτι περ ὑποκατιὼν, οὕτω φιλίως διάκειται περὶ τοὺς κινδυνεύσαντας ὑπὲρ αὐτοῦ, καὶ μάλιστα περὶ ἕνα τὸν Ὀδυσσέα; ὃν ὑπεξαιρεῖ τῶν ἄλλων, ἵνα μὴ δόξῃ κοινὸς ἐπίσης εἶναι πρὸς πάντας τοὺς εὐνοήσαντας. (ῃερς. 111.) Διὸ καὶ φιλοτιμεῖται μηδενὸς τῶν τοῦ Ὀδυσσέως παραμελεῖν, ἐν τῷ μεμνῆσθαι πάντων αὐτῶν πρὸς ὄνομα. ἤγουν τοῦ πατρὸς Λαέρτου. τῆς γυναικὸς Πηνελόπης. καὶ τοῦ υἱοῦ Τηλεμάχου. Ἐν οἷς ὅρα τὸ, ἀπώλεσα οἶκον, ἀμφιβόλως λεχθέν. (ῃερς. 95.) Δύναται γὰρ ὁ βασιλεὺς δηλοῦν καὶ τὸν ἑαυτοῦ καὶ τὸν τοῦ Πριάμου. καὶ συμβιβάζεται καὶ τὰ ἐφεξῆς πρὸς ταῦτα, διχῶς. ἵνα λέγῃ ὅτι ἀπώλεσα οἶκον ἐμὸν, ἔχοντα πολλὰ ὧν ὄφελον τριτάτην μοῖραν ἔχων ἐξ ἀρχῆς καὶ μὴ μετασχὼν τηλικαύτης, εὐδαιμονίας μὴ τοσούτους ἰδεῖν ὀλωλότας ἐν Τροίᾳ, μὴ δὲ στρατεύσασθαι ὅλως ἐκεῖ. ἢ καὶ ἄλλως, ἀπώλεσα οἶκον τὸν τοῦ Πριάμου, κεκτημένον πολλὰ ὧν ὄφελον τὰ τρίτα κτησάμενος κατά τινα θετέον συμβίβασιν ὡς εἰκὸς, μὴ προσμεῖναι τῇ ἁλώσει τῆς Τροίας περὶ ἣν τοσοῦτοι ὤλοντο, ἐνταῦθα δὲ, προσεκτέον καὶ τῇ τοῦ παραφραστοῦ Δημοσθένους μεταβολῇ, ἐχούσῃ οὕτως. ἀντί γε τῶν ἀνδρῶν τῶν ἀπολωλότων, οὐκ ἂν ἐδεξάμην τὰ πάντων χρήματα πάντως, εἰ καὶ τὴν τρίτην μοῖραν τῶν νῦν ὄντων μοι, ἔχειν τις προὔτεινεν ἐφ' ᾧ τε σώζεσθαι τοὺς ἐν Τροίᾳ ἀπολωλότας. Ἔνθα ὅρα τὸν τˉε σύνδεσμον Ἀττικῶς πλεονάσαντα τὸ παρέλκον, ὡς ἐν καὶ τῷ, ἄλλως τε καὶ εἰ οἷον τε. (ῃερς. 96.) Τὸ δὲ ναιετάοντα, συνήθως ἔφη ἀντὶ τοῦ οἰκούμενον. συνηθέστερον δὲ τὸ, εὖ ναιομένην πόλιν. ἅπερ ἔπαινός ἐστιν εὐνομουμένης καὶ εὐδαίμονος πόλεως. ὥσπερ εὐτειχίστου, τὸ, ἐϋκτίμενον πτολίεθρον. δοκεῖ δὲ τὸ ναιετάειν, προϋποκείμενον ἔχειν θέμα, οὐ βαρύτονον τὸ ναίω, ἀλλὰ τὸ ναιῶ ναιέσω. ἐξ οὗ καθὰ αἰνῶ αἰνέσω αἰνέτης καὶ αἰνετὸς, οὕτω καὶ ναιῶ ναιέσω, ναιέτης ὁ ἄλλως ναέτης. ἀφ' οὗ ῥῆμα τὸ ναιετῶ. ὁ δὲ εἰρημένος ναέτης, ὑποβάλλει νοεῖν, ὅτι ὥσπερ κλαίω κλάω καίω κάω, οὕτω δύναται καὶ ναίω νάω εἶναι ἀφ' οὗ ὁ ναέτης. ἴσως δὲ, ἀχρηστίαν ἐκύρωσε τοῦ νάω τὸ οἰκῶ, ἡ κοίνωσις τοῦ νάω τὸ ῥέω. εἴποι δ' ἄν τις, τούτων κατάρχειν θεματικὸν μονοσύλλαβον ῥῆμα τὸ, νῶ νήσω τὸ σωρεύω. ἐξ οὗ ὅλα τὰ τοιαῦτα. καὶ γὰρ καὶ οἱ ναίοντές που, σεσωρευμένοι εἰσί. καὶ πηγῆς δὲ ὕδωρ ἄθρουν σωρευθὲν, οὕτω νάει ἀπόῤῥυτον. ἢ καὶ ἄλλως, στατὸν μὲν, ἀένναον δέ. ἐκ τούτων δὲ, πολλὰ παρῆκται καὶ διάφορα. ὁ ναὸς ἐν ᾧ πολλοὶ συσσωρεύονται. ἡ ναῦς εἴτε νῆυς ἣν σωρὸς ἐγκείμενος βαρύνει. τὸ νᾶμα. αἱ νηΐδες. καὶ ἕτερα. Τὸ δὲ κεχανδότα, πλεονασμὸν ἔχει τοῦ ˉν μετρικῶς. φύσει γὰρ, δίχα τοῦ ˉν ἐστὶν ὡς δηλοῖ τὸ κέχαδεν. οὐ γὰρ ἀπὸ τοῦ χαίνω ἀλλ' ἐκ τοῦ χάζω, γίνεται. χρῆσις δὲ τοῦ κέχαδεν, ἐν τῷ, Ἥρῃ δ' οὐ κέχαδε χόλον θυμός. εἰ γὰρ καί τινες βούλονται γράφειν ἔχαδε λόγῳ δευτέρου ἀορίστου, ἀλλ' ἡ πλείων χρῆσις τῶν ἀντιγράφων, κέχαδεν αὐτὸ οἶδεν. (ῃερς. 100.) Ὅτι μνησθεὶς ὁ Μενέλαος τοῦ Ὀδυσσέως, λέγει ἅπερ ἄν τις παρῳδήσας ἐν καιρῷ προσαρμόσῃ ἀνδρὶ φίλῳ χρησίμῳ ἦν ὅτε. τῷ τέως δὲ, ἐπὶ μακρὸν ἀποδήμῳ. εἰσὶ δὲ ταῦτα. πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων, πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν, ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι. ἄλλοτε δ' αὖτε παύομαι. αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο. τῶν πάντων, οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ ὡς ἑνὸς, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν μνωομένῳ. ἐπεὶ οὔτις Ἀχαιῶν τόσσ' ἐμόγησεν, ὅσσ' Ὀδυσσεὺς ἐμόγησε καὶ ᾔρατο. τῷ δ' ἂρ ἔμελλεν αὐτῷ κήδε' ἔσσεσθαι. ἐμοί δ' ἄχος αἰὲν ἄλαστον κείνου. ὅπως δὴ δηρὸν ἀποίχεται. οὐδέ τι ἴδμεν ζώει ὅγ' ἢ τέθνηκεν. ὀδύρονται νύ που αὐτὸν Λαέρτης θ' ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια. Τηλέμαχός τε. καὶ ἑξῆς. Καὶ ὅρα ὅπως ὁ ποιητὴς πολυσχήμων ὢν, τὸν μὲν Νέστορα, ἔπλασεν ἐρωτήσαντα καὶ οὕτω μαθόντα τίνες οἱ παραβαλόντες ξένοι. τὸν δὲ Μενέλαον, ποιεῖ δίχα τοῦ ἐρωτῆσαι, γνόντα τοὺς ξενισθέντας. ἅμα γὰρ μνήμη τῶν τοῦ πατρὸς περιῆλθε τὸν Τηλέμαχον ἐξ ὧν ὁ Μενέλαος ἔφη, καὶ εὐθὺς δακρύσας, γνωρίζεται. ὡς φανήσεται κατωτέρω. ἐν τούτοις δὲ καὶ πίστις λαμπρὰ τῷ νεανίᾳ γίνεται τοῦ, πάνυ τὸν Ὀδυσσέα ὑπὸ Μενελάου φιλεῖσθαι. οὐ γὰρ μαθὼν τίνες οἱ ξένοι, εἶτα ἐλάλησεν ἔπαινον τοῦ Ὀδυσσέως. ἦ γὰρ ἂν ἔδοξε πρὸς χάριν ἐπαινεῖν. ἀλλ' ἁπλῶς οὕτω ἀνέπλευσαν καθ' Ἡρόδοτον εἰπεῖν, τοιοῦτοι λόγοι τῷ Μενελάῳ διὰ φιλίαν ἄκραν καὶ μνήμην παλαιῶν χαρίτων. ἧς ὀφειλέται οἱ εὐγενεῖς ὅτε πρός τινος εὖ πάθοιεν. (ῃερς. 106.) Ὅρα δ' ἐν τούτοις τὴν τῆς πολλῆς φιλίας αἰτίαν. τὸ πολλὰ μογῆσαι ὑπὲρ τοῦ φίλου. καὶ ὡς μετ' ὀλίγα φησὶ, πολλοὺς μογῆσαι ἀέθλους. οὐ μὴν τὸ πολλὰ συμφαγεῖν καὶ συμπιεῖν, οἷς οἱ φορτικοὶ φίλοι κρίνονται. κατὰ τὸ, οἷόν μιν ἐγὼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε. Τὸ δὲ φρένα τέρπομαι, ἡδονήν τινα προσεῖναι καὶ τῷ δακρύειν δηλοῖ. Τὸ δὲ αἰψηρὸς κόρος γόου, γνωμικῶς ἐῤῥέθη. δηλοῖ δὲ οὐ παντελῆ παῦσιν θρήνου τοῦ ἐπὶ τοῖς φίλοις. ἀλλ' ὅτι ταχὺ κορεννύμενοι τοῦ σφοδρῶς γοᾶσθαι, εἶτα διαλιπόντες, ἀναλαμβάνομεν αὖθις γόον. ὡς ἐδήλωσε καὶ τὸ, ἄλλοτε μὲν γόῳ τέρπομαι ἄλλοτε δὲ παύομαι. οὕτω καὶ ἐδωδῆς αἰψηρός ποτε κόρος, ὡς ἄλλοτε μὲν ἐσθιόντων ἄλλοτε δὲ παυομένων. τῷ γὰρ κόρῳ, ἀντιπίπτει ἔνδεια, οὐ μὴν παῦσις παντελής. ἔτι δὲ, κάματός τις καὶ γόος. τοῦ δὲ καμάτου, τάχιον ἡ φύσις κορέννυται. (ῃερς. 102.) Ὅρα δὲ ὅτι τὸ σκυθρωπὸν τοῦτο χωρίον ἐκαλλώπισε διά τε ἐπαναφορᾶς τοῦ ἄλλοτε μὲν ἄλλοτε δέ. καὶ διὰ παρίσων τοῦ τέρπομαι παύσομαι. καὶ, αἰψηρὸς κόρος. καὶ, κρυεροῖο γόοιο. (ῃερς.

Intertext edge

Open linked passage

Note