Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
98.1.1
) Ὅτι εὕρηται βρῶσις ἐνταῦθα μέχρι κόρου παρὰ τοῖς τρυφηταῖς Φαίαξιν. ὅπερ ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, σπάνιον παρὰ τῷ ποιητῇ. φησὶ γάρ. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐΐσης, φόρμιγγός τε. (ῃερς. 99.) ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ. τουτέστιν ἥτις συνήρμοσται καὶ συνέρευκται προσεταιριζομένη τῇ εἰλαπίνῃ. διὸ τινὰ τῶν ἀντιγράφων ἀντὶ τοῦ θαλείη, ἑταίρη γράφουσι. παραμυθεῖται δέ πως νῦν ὁ τῆς φόρμιγγος κόρος, τὸν τῆς δαιτός. ὡς διὰ τοῦτον, μὴ δὲ ἐκεῖνον δοκεῖν ψεκτόν. θεῖον γὰρ ἡ ἀοιδή. ὥστε τοιοῦτόν τι καὶ ὁ αὐτῆς κόρος. (ῃερς. 98.) Τὸ δὲ ἐΐση, νηός τε ἐπίθετον καὶ εὐωχίας ὡς μυριαχοῦ δηλοῦται. Συνήορος δὲ, γίνεται παρὰ τὸ ἀείρω τὸ συζευγνύω. ἐξ οὗ καὶ ὁ παρήορος. ὁ μέντοι ἐν Ἰλιάδι μετήορος, ἀπὸ τοῦ ἀείρω τὸ κουφίζω καὶ ἐπαίρω γίνεται. οἱ δὲ ἀπήωροι κλάδοι ἐν τοῖς ἑξῆς, τουτέστιν ἀποκρεμεῖς καὶ πόῤῥω τῆς ῥίζης ὄντες. κατὰ δὲ ἑτέρους εἰπεῖν, ἀφεστῶτες, παρεκτεταμένοι, ἀπηρτημένοι, ἐκτείνουσι τὴν παραλήγουσαν, ὡς μὴ γενόμενοι ἀπὸ τοῦ ἀείρω ἀλλ' ἐκ τοῦ αἰωρῶ. (ῃερς. 100.) Ὅτι φιλενδεικτῶν ἐπὶ τοῖς ἐγχωρίοις ἄθλοις ὁ βασιλεὺς Ἀλκίνοος, (ῃερς. 101.) φησί. νῦν δ' ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν πάντων. τῶν συνήθων δηλαδὴ τοῖς Φαίαξιν. ὡς ἂν ὁ ξεῖνος εἴπῃ τοῖς ἑαυτοῦ οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων. (ῃερς. 103.) πύξ τε, παλαισμοσύνῃ τε, καὶ ἅλμασιν, ἠδὲ πόδεσσιν. ἑνὶ στίχῳ περιλαβὼν τέσσαρας ἄθλους. ἔνθα σκοπητέον, πῶς εἶδεν ὁ Φαίαξ εἴπερ τῶν ἄλλων ἀνθρώπων περιγίνονται ἐν ἄθλοις οἱ ὑπ' αὐτὸν, ὁ ἐκτοπίζων τὴν κατ' αὐτὸν γῆν καὶ μήτε εἰδώς τινας μήτε γινωσκόμενος. ἢ τοίνυν τοῦτο ἀλαζονεύεται, τὸ πάντων δηλαδὴ περιγενέσθαι. ἢ ἐκεῖνο, ἤτοι τὸ ἀπῳκίσθαι τὴν κατ' αὐτὸν νῆσον. (ῃερς. 100.) Ὅρα δὲ καὶ ὅτι ἅμα δαῒς ἅμα ἄεθλοι. καὶ οὐκ ἦν ἔθος τοῖς ἥρωσιν ἀναπαύεσθαι μετὰ βρῶσιν κατὰ τοὺς ὕστερον, ἐπὶ σιτίων πέψει. (ῃερς. 103.) Ἰστέον δὲ καὶ ὅτι νῦν μὲν τέσσαρας ἠρίθμησεν ἄθλους ὁ βασιλεύς, προϊὼν δὲ ὁ ποιητὴς πέντε νικητὰς ἐκθήσεται, οἳ πέντε ἄθλους ἐνίκησαν. ἐρεῖ γάρ. τῶν δὲ, θέειν ὄχ' ἄριστος ἔην Κλυτόνυος ἀμύμων. ἐν δὲ πάλῃ, Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους. ἅλματι δ' Ἀμφίαλος πάντων προφερέστατος ἦεν. δίσκῳ δ' αὖ, πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς. πύξ δ' αὖ, Λαοδάμας ἀγαθὸς πάϊς Ἀλκινόοιο. καὶ ἰδοῦ ἐνταῦθα πέντε ἆθλοι προτεθέντος τοῦ δίσκου. καὶ ἴσως πένταθλον ἦν τοῦτο παρ' αὐτοῖς. Παρὰ μέντοι τοῖς ὕστερον, τὰ τοιαῦτα, οὕτω μετρικῶς ἀριθμεῖται. ἅλμα. δρόμος. δίσκευμα. κοντός. καὶ πάλη. καὶ ἄλλως δὲ ἐν ἡρώῳ μέτρῳ, οὕτω ἅλμα ποδὸς, δίσκου τε βολὴ, καὶ ἄκοντος ἐρωὴ, καὶ δρόμος ἠδὲ πάλη. μία δ' ἔπλετο πᾶσι τελευτή. Σημείωσαι δὲ καὶ ὅτι ἐν Ἰλιάδι ἀγωνοθετήσας ὁ ποιητὴς, ὤκνησεν ἐνταῦθα τοιούτοις ἐνασχολῆσαι τὴν ἑαυτοῦ Μοῦσαν ἔξω καιροῦ, διὸ καὶ ἐπιτρέχει αὐτά. οἷα μὴ δὲ ἔχων πιθανῶς καὶ νῦν τοῖς ὅλοις ἐμπλατύνασθαι ὥσπερ ἐκεῖ. ἵπποι γὰρ, οὐ πάρεισιν, ὥστε οὐδὲ ἱππεῖς ἀγωνίσονται. οἷς δὲ οὐ μέλει βιὸς οὐδὲ φαρέτρη, οὗτοι οὐδ' ἂν ἥμασι καὶ ὀϊστεύμασιν ἐναθλήσωσι. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 102.) Ὁ δέ γε εἰπὼν ἐνταῦθα βασιλεὺς ὅσον περιγινόμεθ' ἄλλων ἐν ἄθλοις, ὅτε πειράσεται τοῦ Ὀδυσσέως καὶ ἀκούσει καυχησαμένου καὶ μόνον παραιτησαμένου τὸν δρόμον, τότε δὴ τὴν ἀλαζονείαν μεθεὶς, ἐρεῖ μήτε πυγμάχους ἀγαθοὺς εἶναι τοὺς Φαίακας μήτε παλαιστάς. (ῃερς. 103.) Τὸ δὲ περιγινόμεθα, μακρὰν ἀεὶ ἔχει τὴν ἄρχουσαν τοῦ γινόμεθα ὥσπερ καὶ τὸ γινώσκειν. Τὴν δὲ παλαισμοσύνην ὥσπερ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα δίχα τοῦ ˉσ παλαιμοσύνην γράφει φασὶ τὸν Ἀρίσταρχον. (ῃερς. 104.) Ὅτιὁδηγία τυφλοῦ τὸ, ἕλε χεῖρα τοῦ δεῖνος καὶ ἔξαγεν ἐκ μεγάροιο. ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν, ἥν περ οἱ ἄλλοι. Ὅτι οὐδὲν μὲν θεάτρου μετὸν τυφλῷ ἀνδρὶ ὥσπερ οὐδὲ κατόπτρου κατὰ τὴν παροιμίαν. Δημόδοκος μέντοι, ἐξάγεται ἔνθα Φαιήκων οἱ ἄριστοι, ἀέθλια (ῃερς. 105.) θαυμανέοντες ὅ ἐστι θαυμασόμενοι ἢ θεασόμενοι, οὐ μόνον ἀκοῇ κατατρυφήσων τοῦ ἀγῶνος, ἀλλὰ καὶ οἷον ἀεθλεύσων καὶ αὐτὸς, καὶ τὴν μουσικὴν ἐπιδειξόμενος τέχνην. ᾗ καὶ αὐτῇ, μάλιστα οἱ Φαίακες διὰ τὸν Δημόδοκον ἐναβρύνονται. εἰ δὲ καὶ ἀντίτεχνόν τινα εἶχε πλάσαι ὁ ποιητὴς τῷ Δημοδόκῳ κατὰ τοὺς ὕστερον μουσικῶς ἀγωνιζομένους, οὐκ ἂν ὤκνησε τοῦτο ποιῆσαι. Τοῦ δὲ θαυμανέοντες τὸ ῥῆμα, θαυμαίνω ἐκ τοῦ θαῦμα. ὁμοίως τῷ, ὄνομα ὀνομαίνω. εἰσὶ δὲ οἳ καὶ ἐν δυσὶ μέρεσι λόγου γράφουσι θαῦμα νέοντες ἤγουν εἰς θαῦμα πορευόμενοι οὐκ ἂν δὲ ἐπαινοῖτο ἡ τοιαύτη γραφή. (ῃερς.

Intertext edge

Open linked passage

Note