Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
101.1.1
) Ὅρα δὲ καὶ ὅτι εἰπὼν ὁ ποιητὴς πώεα οἰῶν καὶ δυνάμενος ἐπαγαγεῖν τόσσα ὑῶν ἤγουν χοίρων συβόσια ὤκνησεν οὕτω ποιῆσαι, ἵνα μὴ τῇ ψευδοπαρηχήσει τοῦ, οἰῶν καὶ ὑῶν, δοκοίη ἀστεΐζεσθαι εἰς οὐδὲν δέον. διὸ συῶν ἔγραψεν, εἰπών· τόσα πώεα οἰῶν τόσα συῶν συβόσια. Ἐν δὲ τῷ, ὅσσαι νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσι, περιττῶς κεῖται καὶ ἀφελῶς τὸ νύκτες. τὸ δὲ ὅλον περίφρασίς ἐστι τοῦ αἰεὶ καὶ τοῦ ὁσημέραι, καὶ ἔστιν ὅμοιον τῷ, αἰεὶ ἐπ' ἤματι. Ἀγέλαι δὲ βοῶν πάντως, εἰ καὶ ὁ ποιητὴς διὰ τὸ πάνυ φανερὸν σιωπᾷ τοῦτο. Περὶ δὲ τῶν ἐφεξῆς λέξεων ἐν ἄλλοις διείληπται. (ῃερς. 102.) Τὸ δὲ βόσκουσι προστεθὲν σχήματος ἐποίησεν ἐξαλλαγήν. μετὰ γὰρ τὸ, δώδεκα ἐν ἠπείρῳ ἀγέλαι, τὸ, τόσα πώεα καὶ τὰ ἑξῆς, αἰτιατικαί εἰσι διὰ τὸ βόσκουσι. καὶ οὐδὲν μὲν ἐκώλυεν εἰπεῖν καὶ ὅτι δώδεκα ἀγέλας καὶ τόσα πώεα καὶ τόσα συβόσια καὶ τόσα αἰπόλια βόσκουσιν. οὐχ' εἵλετο δὲ ὁ ποιητὴς οὕτως εἰπεῖν, ἀλλὰ στίξας εἰς τὸ ἀγέλαι εἶτα συνέταξε τὰ ἑξῆς πρὸς αἰτιατικὴν διὰ τὸ βόσκουσι. Ξείνους δὲ τοὺς μισθωτοὺς λέγει. (ῃερς. 105.) Τὸ δὲ ἐπ' ἤματι ἑρμηνεία ἐστὶ τοῦ αἰεὶ, ἵνα εἴη ἀεὶ τὸ καθ' ἕκαστον ἦμαρ. Μῆλον δὲ νῦν φανερῶς ἐπὶ αἰγὸς ἡρμήνευται. (ῃερς. 106.) Ἰστέον δὲ ὅτι περὶ τοῦ τῶν αἰγῶν κρέατος ὡς τροφιμώτατόν ἐστιν, οἱ παλαιοὶ μαρτυροῦσι. Κλειτόμαχος οὖν, φασὶν, ἱστορεῖ τινὰ Θηβαῖον ἀθλητὴν ὑπερβαλεῖν ἰσχύει τοὺς καθ' ἑαυτὸν, κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ ἐντεῦθεν καὶ γλίσχροι χυμοὶ γίνονται καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ὅμως ὁ ἀθλητής, φασι, διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δὲ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητά, φασιν, ὑπάρχοντα ταῖς ἕξεσι ῥᾷον φθείρεται διὰ τὴν πιμελήν. παρὰ δὲ Ἀντιφάνει ἐπαινῶν αἶγα ὁ Κύκλωψ λέγει οὐρανίαν αἶγα ἐν τῷ, βοῦς ἀγελαῖος, ταῦρος ἠλιβάτας, αἲξ οὐρανία, κριὸς τομίας, καὶ ἑξῆς, ὡς ἀλλαχοῦ ἐγράφη, λέγοι δὲ ἂν ἐκεῖνος αἶγα οὐρανίαν ὡς οἷον μεγάλην καὶ ὑψηλὴν πρός τινα ὁμοιότητα αἰγῶν τῶν κατ' οὐρανὸν ὧν αἱ αἰγίδες παρώνυμοι. ἀκόλουθον δὲ τοιαύτῃ αἰγὶ καὶ ὁ ἠλίβατος ταῦρος, οὗ παρώνυμον ὁ ἠλιβάτας. (ῃερς.