Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
103.1.1
) σοὶ δ' αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο. τοῦτο δὴ τὸ παροιμιῶδες ἐπὶ τῶν σκληροκαρδίων. καὶ οὕτω μὲν οἱονεὶ προαγωγεύει τῷ πατρὶ τὴν μητέρα ὁ παῖς. ἡ δὲ, τέκνον ἐμόν, φησι, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν, οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ' ἐρέεσθαι, οὐδ' εἰς ὦπα ἰδέσθαι ἐναντίον, ὡς καὶ προεγράφη. εἰ δ' ἐτεὸν δὴ
103.2.1
Ὀδυσσεὺς, γνωσόμεθ' ἀλλήλων καὶ λώϊον. (ῃερς. 110– 116.) ἔστι γὰρ ἡμῖν σήματα ἃ καὶ ἡμεῖς κεκριμένα ἴδμεν ἀπ' ἄλλων. καὶ ἴσως μὲν καὶ ἄλλα εἶεν ἂν, ἃ καὶ σιωπᾷ συνήθως ὁ ποιητής· πρὸς δὲ τὰ φαινόμενα τὴν κλίνην λέγει, δι' ἣν τῷ Ὀδυσσεῖ ἐρεῖ μετ' ὀλίγα ἡ Πηνελόπη· πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα, ἐπεὶ σήματ' ἀριφραδέα κατέλεξας εὐνῆς ἡμετέρης. Ὅρα δὲ ὡς εἰ τῷ ἀνδρὶ οὕτω ἡ Πηνελόπη δυσκατέργαστος, ὁποίαν ἔστιν αὐτὴν συλλογίσασθαι τοῖς μνηστῆρσιν εἶναι; ἔστιν οὖν ἀστεῖον εἰπεῖν, ὡς μικροῦ δεῖν συντομώτερον ἔσχε τὴν μνηστηροκτονίαν κατεργάσασθαι Ὀδυσσεὺς ἢ τὸν ἀναγνωρισμὸν τῆς γυναικός· οὕτω περίφρων ἡ γυνὴ καὶ στερεὰ καὶ εἰπεῖν καὶ πρᾶξαι, ἧς ὁ νοῦς τοιοῦτον, ὡς ἐδηλώθη, ἐγέννησεν ἐπιχείρημα, ὡς διὰ τέλους ἂν παραμεῖναι αὐτὴν ἀπροσκόλλητον τῷ ἀνδρὶ καὶ μὴ ἂν πελάσαι αὐτῷ, εἰ μὴ τυχὸν ἐλογίσατο μή ποτέ τις τῶν κρειττόνων εἴη ὁ καὶ τοὺς μνηστῆρας ῥίψας καὶ νῦν αὐτῇ ὁμιλῶν. ἔστι γὰρ αὐτῇ τὸ ἄπορον ἀληθῶς ἄλυτον. ὡς γὰρ οὐδὲν καινὸν, εἰ καὶ οὐλὴν δείξει ὁ τῷ Ὀδυσσεῖ εἰκασθεὶς δαίμων, οὕτως οὐδ' εἴ περ τὸ τῆς κλίνης ἐξείπῃ μυστήριον. οὐ γὰρ ἀδύνατον τὸν τἄλλα εἰδότα θεὸν εἰδέναι καὶ αὐτό. καὶ τοίνυν, εἰ καὶ ὕστερον ὀψέ ποτε συμπεισθῇ καὶ ἀναγνοῦσα τὰ ἐκ τοῦ ἀνδρὸς σήματα δακρύσασα ἀμφὶ χεῖρας δειρῇ βάλῃ τῷ Ὀδυσσεῖ, οὐδ' οὕτως εὖ συνεπείσθη. καὶ γὰρ ὁ δαίμων, ὃν ὑπόπτευε, καὶ τὰ σήματα πάντως εὖ ᾔδει. καὶ ἴσως διὰ τοιοῦτόν τι συμπείθεται, ὡς καὶ προλελάληται. ἢ γὰρ Ὀδυσσεὺς ἐστὶν ὁ παρὼν, καὶ ἰδοὺ ἔχει ὃ ἤθελεν, ἢ τῶν τις κρειττόνων, καὶ οὐδ' οὕτω κακῶς τὸ πρᾶγμα συνέπεσε. χείρονος γὰρ ἀπηύχετο ἀνδρὸς εὐφραίνειν νόημα, οὐ μὴν καὶ τὸ τοῦ κρείττονος. ἃ δὴ συναισθόμενος ἴσως καὶ ὁ πολύτλας Ὀδυσσεὺς νοεῖν τὴν γυναῖκα μείδησε, καὶ ἀναβαλόμενος λαλῆσαί τι πρὸς αὐτὴν, Τηλέμαχε, φησὶν, ἤτοι μητέρα ἔασον πειράζειν ἐμέθεν. τάχα δὲ φράσεται καὶ ἄρειον ἐκ τῶν, ὡς εἰκὸς, ἐφεξῆς δηλαδὴ σημείων. νῦν δ' ὅττι ῥυπόω κακὰ χροῒ εἵματα εἷμαι, ὡς καὶ προεδηλώθη ἀνωτέρω, τοὔνεκ' ἀτιμάζει με καὶ οὔ πώ φησι τὸν εἶναι, ὅπως ἀστείως ἔχει καὶ γοργῶς. λέγει γὰρ ὡς οὔ φησιν ἐμὲ τὸν εἶναι, οἱονεὶ ἀποστεροῦσά με καὶ αὐτοῦ τοῦ εἶναι ἐμέ. καὶ ἐπὶ τούτοις ὁ ἥρως ὡς οἷα μεθέμενος τῆς γυναικὸς βουλεύεται περί τινος τῶν ἀναγκαιοτέρων, πολύτλας κἀνταῦθα ὢν, καθὰ καὶ ἡ γυνὴ τετληότος θυμοῦ, οἳ τλῆναι θέλουσι τὸ μὴ εὐθὺς ἀλλήλοις πελάσαι. καὶ τῶν πρὸ ἔργου γίνεται. (ῃερς. 97.) Τὸ δὲ δύσμητερ οὐ κατὰ τὸ Δύσπαρις καὶ τὸ Κακοΐλιον ἐῤῥέθη, ἀλλὰ θυμικώτερον, ἀπεναντίας τῷ, φίλη μήτηρ. ἄχθεται γὰρ ὁ υἱὸς ἐφ' οἷς ἡ μήτηρ ἀπηνὴς ἐπὶ τοῖς κατὰ τὸν πατέρα ἐστὶν, ὡς καὶ αὐτὴ μετ' ὀλίγα φησί· πείθεις μοι θυμὸν ἀπηνέα περ μάλ' ἐόντα. διὸ εἰπὼν, δύσμητερ, ἡρμήνευσεν ἐπαγαγὼν, ἀπηνέα θυμὸν ἔχουσα. (ῃερς. 98.) Τὸ δὲ νοσφίζεαι καὶ νῦν ἀντὶ τοῦ νόσφι γίνῃ, χωρίζῃ, οὗ ἑρμηνευτικὸν τὸ, οὐδὲ παρ' αὐτὸν ἑζομένη, τουτέστιν ἐγγὺς αὐτοῦ, ὅ περ ἐναντίον ἐστὶ πρὸς τὸ νόσφι. (ῃερς. 101.) Τὸ δὲ ἀφεσταίη καινότερον ἐσχημάτισται. καὶ ἔστι μὲν κοινὸν καὶ σύνηθες ἀντ' αὐτοῦ τὸ ἀποσταίη· τὸ μέντοι ἀφεσταίη φίλτερον Ὁμήρῳ οἷα ποιητικώτερον. Ἰστέον δὲ ὅτι, ὥς περ τὸ τέτλαθι καὶ τὸ τετλαίη σύστοιχα, ὡς τὸ, οὐδ' ἂν ἔμοιγε τετλαίη καὶ κύνεός περ ἐὼν καὶ εἰς ὦπα ἰδέσθαι, οὕτω καὶ ἕσταθι καὶ ἑσταίη καὶ ἐφεσταίη· ὧν τοῦ μὲν ἕσταθι χρῆσις πρὸ ὀλίγων κεῖται, τοῦ δὲ ἀφεσταίη ἐνταῦθα. (ῃερς. 103.) Τὸ δὲ, στερεωτέρη λίθοιο, ἑτεροῖον ἐστὶ παρὰ τὸ ἐκ πέτρης, ὃ καὶ κεῖται ἐν τῷ, οὐκ ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης. καὶ ἡ ἑτερότης δηλοῦται ἐκεῖ. Σημείωσαι δὲ καὶ ὡς, εἴ περ ἡ μήτηρ ὁμολογεῖ θυμὸν ἔχειν ἀπηνέα, οὐκ ἂν ἀπεικότως ὁ παῖς ῥηθείη τολμῆσαι εἰπεῖν αὐτὴν κραδίην ἔχειν στερεωτέρην λίθοιο. Ὀδυσσεὺς δέ γε μετ' ὀλίγα οὗ περ ἐν τοῖς πρὸ τούτων οἱ ὀφθαλμοὶ ὡσεὶ κέρα ἕστασαν ἠὲ σίδηρος, μεταλαβὼν τὸ τοῦ υἱοῦ νόημα ἐρεῖ ὡς τῇ γυναικὶ σιδήρεος ἐν φρεσὶ θυμὸς, εἰπὼν πρότερον ὅτι Κῆρ αὐτῇ ἐστὶν ἀτέραμνον, ὡς ῥηθήσεται. Σημείωσαι δὲ ὅτι τὰ ἠθικὰ ταῦτα Ὁμηρικὰ ἡ παροιμία βαρύτερον μεταλαβοῦσα ἔφη τὸ, ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος. ὅτι δὲ καὶ θρασύτητος λάλημά ἐστιν ὁ σίδηρος, δηλοῖ Ἀριστοτέλης ἐν τῇ κατ' αὐτὸν ῥητορικῇ, φάμενος γυναῖκα θρασεῖαν τὴν Σιδηρὼ τὸ οἰκεῖον φορεῖν ὄνομα. Σημείωσαι δὲ καὶ ὅτι Αἰσχύλος ἐκ τῶν Ὁμηρικῶς εἰρημένων μίξας ἔφη ἐπὶ σκληροῦ καὶ ἀτέγκτου ἤθους τὸ, σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος, ὃ δηλαδὴ οὐ συνασχάλλειν ἤθελεν ἀνεσκολοπισμένῳ τῷ Προμηθεῖ. δῆλον γὰρ ὡς τὸ μὲν σιδηρόφρων πρὸς τὸ σιδήρειον ἦτορ ἀφορᾷ, τὸ δὲ κἀκ πέτρας πρὸς τὴν στερεωτέραν λίθου καρδίαν. (ῃερς. 109.) Ὅρα δὲ καὶ τὸ, γνωσόμεθα ἀλλήλων, γενικῇ συνταχθὲν, ὡς καὶ πρὸ ὀλίγων εἶχε τὸ, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων. (ῃερς. 114.) Τὸ δὲ πειράζειν γενικὴν καὶ αὐτὸ ἔχει σύνταξιν ἐνταῦθα ἐν τῷ, πειράζειν ἐμέθεν, κατὰ τὸ, πειρᾷ ἐμεῖο, γεραιέ. ἔστι δ' ὅτε καὶ ἀπολύτως κεῖται χωρὶς οἱασοῦν συντάξεως. (ῃερς.

Intertext edge

Open linked passage

Note