Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
108.1.1
) οἱ δὲ ὑφασμένοι ἱστοὶ τῶν νυμφῶν σαρκοποιΐα ἐστὶν ἡ ἐν ὀστοῖς ὁποία καί τισι στήμοσιν. ἢ καὶ θαῦμα ἰδέσθαι λέγεται διὰ τὸ κατὰ φύσιν θεῖον τῆς τοιαύτης ἱστουργίας. (ῃερς. 106.) ἡ δὲ τοῦ μέλιτος ἐργασία καὶ αὐτὴ ψυχαῖς φησὶν οἰκεία διὰ τὸ τοῦ μέλιτος πολυδύναμον, γλυκύ τε ὂν τῇ γεύσει καὶ συναγόμενον ἐξ ἀνθέων ὑπὸ μελισσῶν· ὧν τῇ κλήσει αἱ δικαίως βιοτεύουσαι ψυχαὶ ὀνομάζονται καὶ πρὸς τὰ θεῖα τῇ καθαρότητι ἢ καθάρσει στρεφόμεναι, μέλισσαι καλούμεναι καὶ αὐταὶ, διότι καὶ καθαρτικῆς ἐστὶ τὸ μέλι δυνάμεως καὶ συντηρητικῆς· τραύματά τε γὰρ χρόνια μέλιτι ἐκκαθαίρονται, καὶ πολλὰ τῷ μέλιτι μένει ἄσηπα. καὶ οὕτως ἱκανῶς ἐνδιατρίψας ὁ φιλόσοφος κατά τινα μυῖαν τῷ Ὁμηρικῷ μέλιτι (ῃερς. 109.) λέγει καὶ τὰς δύο πύλας τοῦ ἄντρου καρκίνον εἶναι καὶ αἰγόκερων, ὧν διὰ μὲν αἰγοκέρωτος ἐδόξαζόν τινες ψυχὰς ἀνιέναι, διὰ δὲ καρκίνου καταβαίνειν, ὡς εἶναι τὸν μὲν καρκίνον Βόρειον καὶ καταβατικὸν, αἰγόκερων δὲ Νότιον καὶ ἀναβατικὸν ψυχῶν εἰς θεούς. διὸ καὶ θεωτέρας εἶναι αὐτάς. καὶ τοιαῦτα λαλεῖ πολλὰ γλαφυρότητι λήρων πυκάζων τὸ τοῦ μύθου γλαφυρὸν ἄντρον. (ῃερς. 96.) ὁ μέντοι γεωγράφος μὴ εἶναι φησὶν ἐν Ἰθάκῃ νῦν ἄντρον τοιοῦτον ὁποῖον ὁ ποιητὴς φράζει, μηδὲ νυμφαῖον, (ῃερς. 103.) διὰ τὸ μεταβολὴν ὡς εἰκός τινα συμβεβηκέναι τῷ μακρῷ χρόνῳ. Φόρκυνος δὲ λιμὴν ὁ ῥηθεὶς λέγεται ἢ διὰ τὸ ἴσως τιμᾶσθαι Φόρκυνα ἐκεῖ ἢ καὶ διὰ τὸ ἀγαθὸν εἶναι τὸν λιμένα καὶ οἷον σώζεσθαι ὑπὸ Φόρκυνος τοὺς ἐν αὐτῷ καταίροντας. ἄλλως δέ γε καὶ πᾶς λιμὴν Φόρκυν κατὰ τὴν ἀλληγορίαν ἐστὶν, ὅπου φέρονταί, φασιν, αἱ ὁλκάδες. (ῃερς. 96.) Τίς δὲ ὁ τῆς Ἰθάκης δῆμος, ἤδη σαφῶς προδεδήλωται. Ἀποῤῥῶγες δὲ ἀκταὶ αἱ διεῤῥωγυῖαι, ὡς οὕτω στόμα εἶναι τῷ λιμένι δι' αὐτῶν οἷον λείως δέξασθαι κατὰ ψάμμου τὴν Φαιακικὴν νῆα, ὡς ὁ ποιητὴς βούλεται. (ῃερς. 97.) Ὅρα δὲ καὶ ὡς οὐδ' ἐνταῦθα πέτραι προβλῆτες, ἀλλὰ ἀκταὶ προβεβλημέναι τοῖς κύμασι, καὶ περιαγνύουσαι αὐτὰ, ὡς ἐντεῦθεν τὸν μέσον αὐτῶν λιμένα γαληνιᾶν. (ῃερς. 98.) Ποτιπεπτηυῖαι δὲ αἱ προσπεπτωκυῖαι πρὸ τοῦ λιμένος καὶ εἰς σκέπην οὖσαι τῶν ἀνέμων. (ῃερς. 99.) Τὸ δὲ σκεπῶ περισπώμενον, ἐξ οὗ τὸ σκεπόωσι, πρωτότυπόν 2. 42 ἐστι τοῦ σκεπάζω, ὡς καὶ τὸ πετῶ τοῦ πετάζω, καὶ τὸ βιβῶ τοῦ βιβάζω, ὃ δηλοῖ τὸ ὀχεύειν, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἔτι δὲ καὶ τὸ ἁπλῶς βαίνειν. Τὸ δὲ δυσαήων σημειῶδες ἐστί. γέγονε γὰρ ἐκ τοῦ δυσαὴς, δυσαέος, καὶ κατὰ ἔκτασιν δυσαῆος καθ' ὁμοιότητα τοῦ Ἡρακλῆς Ἡρακλῆος, καὶ ἌρηςἌρηος, καὶ Διοκλῆος ποτὶ δῶμα, καὶ Ἰφικλῆος, καὶ τῶν ὁμοίων. (ῃερς. 100.) Τὸ δὲ ἐντὸς τοῦ λιμένος ἄνευ δεσμοῦ μένειν τὰς νῆας, ὃ δὴ λιμένος ἔπαινός ἐστιν, ἡ τῶν Φαιάκων νῆσος οὐ δοκεῖ ἔχειν, εἴ περ πρὸ ὀλίγων ἀναπλέοντες πεῖσμα ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. (ῃερς. 101.) Τὸ δὲ ὅρμου μέτρον ἵκωνται περιφραστικῶς ἀντὶ τοῦ εἰς τὸν ὅρμον. ἐν ᾧ καὶ ὅρα ὡς φανερὰ κἀνταῦθα διαφορὰ λιμένος καὶ ὅρμου. ἐπεὶ οὐχ' ἁπλῶς ἐν τῷ λιμένι μένουσιν αἱ νῆες ἄνευ δεσμοῦ, ἀλλ' ὅτε ὅρμον ἵκωνται. (ῃερς. 102.) ἔστι δέ, φασιν, ὅρμος, τὸ τέλος τῆς ἐν θαλάσσῃ καταγωγῆς. Ὅτι δὲ Ἀθηνᾶς ἱερὸν φυτὸν ἡ ἐλαία, καὶ ὡς ἐν Ἀθήναις πρῶτον εὕρηται, ὁ μῦθος λέγει. διὸ καὶ μετ' ὀλίγα ἐν τῷ τῆς ἐλαίας ταύτης πυθμένι τὰ τοῦ Ὀδυσσέως τίθενται χρήματα, ὡς οἷον εὐτυχῶς παρακατατιθέμενα τῇ Ἀθηνᾷ. διὸ καὶ συντηροῦνται. Ὡς δὲ ὁμωνύμως ἐλαία καὶ τὸ φυτὸν καὶ ὁ καρπὸς εἰ καὶ ἄλλως οἱ Ἀττικοὶ ἐλαίαν μέν φασι τὸ δένδρον, ἐλάαν δὲ τὸ ἐξ αὐτοῦ, δῆλον ἐστίν. οὕτω δὲ καὶ ἐπὶ ῥοιᾶς φαίνεται εἴτουν ῥόας. τὸ δ' αὐτὸ καὶ ἐπὶ φοίνικος. καὶ τοῦ φυτοῦ μὲν χρῆσις πρὸ τούτων παρ' Ὁμήρῳ, καρποῦ δὲ ἔν τε ἄλλοις μυρίοις καὶ ἐν τῷ, φοινίκων ἐνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν ἠδ' ἀπυρήνους. εἰσὶ γὰρ καὶ φοίνικες ἢ μηδόλως ἔχοντες πυρῆνας ἢ σμικροτάτους. (ῃερς. 104.) Τὸ δὲ ἄντρον ἱερὸν νυμφάων ὁμοίως πέφρασται τῷ, ἄλσος ἱερὸν Ἀθήνης, ὃ πρὸ τούτων που εἴρηται. (ῃερς. 105.) Οἱ δὲ λίθινοι κρατῆρες καὶ ἀμφιφορῆες ἀναθήματα νυμφῶν χειροποίητα. οἰκεῖον δὲ πρὸς Νηϊάδας τὰ τοιαῦτα δοχεῖα τοῦ ὕδατος. (ῃερς. 106.) Τιθαιβώσσειν δὲ κυρίως ἐπὶ μελισσῶν τὸ ἀποτιθέναι βόσιν ἑαυταῖς, ὅ ἐστι σιμβλοποιεῖν· οὗ ἡ παραγωγὴ ὁμοία τῇ τοῦ Πυλαιμένους καὶ τοῦ μεσαιπολίου, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. ᾗ δὴ ἐκείνῃ παραγωγῇ ἔοικε μὲν καὶ τὸ, ἀκρόχολος ἀκράχολος Ἀττικῶς ὁ ἄκρως χολούμενος· οὐ προσλαμβάνει δέ που καὶ τὸ ἰῶτα κατὰ τὸ μεσαιπόλιος καὶ τὰ ὅμοια, καθὰ οὐδὲ ὁ Ὁμηρικὸς ταλαπείριος, καί τοί γε τῶν ὕστερον ἐν τοῖς τοιούτοις τὸ ἰῶτα προσλαμβανόντων, ὡς δηλοῖ καὶ ὁ ταλαίπωρος καὶ ὁ ταλαίμοχθος. Μέλισσαι δὲ ὅτι παρὰ τὸ μήλοις ἐφιζάνειν ἤγουν ἄνθεσι γίνεται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ὡς δὲ καὶ παρὰ τὸ μέλω καὶ αὐταὶ καὶ τὸ μέλι, ἀλλὰ τοῦτο κεκοίνωται. λέγεται δὲ καὶ ὅτι Ἀλκμὰν κηρίνην ὀπώραν λέγει τὸ μέλι. τούτου δὲ παράγωγον ὁ Μέλιτος τὸ κύριον, καὶ ὁ ἐπὶ ἀφροσύνῃ ἐξάκουστος Μελιτίδης, καὶ ἡ ἐντελῶς μὲν εἰπεῖν μελιττόεσσα, συναιρεθεῖσα δὲ ἰδίως ὑπὸ Ἀττικῶν εἰς τὸ μελιτοῦττα πρὸς ὁμοιότητα τοῦ, οἰνόεσσα οἰνοῦττα· ἐπὶ μελιπήκτων δὲ ἡ μελιττοῦτα, καὶ οὐχ' ἁπλῶς κατὰ τὸ μελιττόεσσα γαλήνη καὶ τὰ ὅμοια. (ῃερς. 107.) Οἱ δὲ λίθεοι ἱστοὶ πιθανῶς νοεῖσθαι ὀφείλουσιν. οὐ γὰρ ὕφασμα δηλοῦσιν, ἀλλὰ ὑφαντικὰ ὄργανα, τὸ ἐκ λίθων δηλαδὴ ἀντίον ἐν ᾧ τυλίσσεται τὸ ὑφαινόμενον, καὶ τοὺς ἱστόποδας καὶ τὰ ἐπ' αὐτοῖς. (ῃερς. 108.) Ταυτὸν δὲ ἐν τούτοις τὸ λάϊνοι καὶ τὸ λίθεοι, μετουσιαστικὰ γὰρ καὶ ἀμφότερα. Ἁλιπόρφυρα δὲ φάρεα τὰ πορφύροντα δίκην ἁλὸς, ἢ τὰ ἁλουργά. (ῃερς. 109.) Τὸ δὲ ὕδατα αἰενάοντα ἐν ἑνὶ μέρει λόγου γράφεται καὶ δι' ἑνὸς ˉν, διὰ τὸ μέτρον. φέρεται δ' ἔν τισι καὶ ἀενάοντα κατ' ἔκτασιν τῆς ἀρχούσης, πρὸς ὁμοιότητα τοῦ ἀκάματος καὶ ἀθάνατος καὶ τῶν ὁμοίων ὅσα τριβράχεα. (ῃερς. 110.) Τὸ δὲ πρὸς Βορέαο καὶ πρὸς Νότου ἐλλέλειπται. τὸ γὰρ πλῆρες πρὸς μέρος Βοῤῥᾶ καὶ πρὸς μέρος Νότου. Ἐκ δὲ τοῦ καταιβαταὶ παρῆκται καὶ ὁ καταιβάτης ἢ Ζεὺς ἢ κεραυνός. (ῃερς. 111.) Τὸ δὲ θεώτεραι, πρωτότυπόν ἐστι τοῦ θειότεραι, οὗ ἑρμηνεία τὸ, οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται καὶ μάλιστα τὸ, (ῃερς. 112.) ἀλλ' ἀθανάτων ὁδός ἐστιν. ὃ δίχα ἐκθλίψεως γραφὲν λῃστρικῷ ποτὲ προσαρμόσει τόπῳ, οὐκ ἀπροσφυῶς ἂν λεχθησομένῳ, θανάτων ὁδῷ οὐ μὴν ἀνδρῶν. (ῃερς. 111.) Τὸ δὲ ἐκείνῃ ἐπίῤῥημά ἐστιν ἶσον τῷ, ἐκεῖσε, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ ἄλλῃ καὶ ταύτῃ καὶ τῶν ὁμοίων. (ῃερς. 113.) Ὅτι εἰς τὸν Ἰθακήσιον λιμένα οἱ Φαίακες εἰσέλασαν πρὶν εἰδότες. πότε δὲ εἰδότες ἢ πῶς, οὔ φησιν ὁ ποιητὴς, ἀλλ' ἀφίησι νοεῖν, ὅτι οἴδασιν, ὡς εἰκὸς, Φαίακες Κερκυραῖοι ὄντες Ἰθακησίοις γείτονες. τοῦ γὰρ ἐκτοπισμοῦ πλάσματος ὄντος ἀληθές ἐστι τῆς κατὰ Φαιακίαν Κεφαλληνίας οὐ πολὺ ἀπέχειν τὴν Ἰθάκην, στενὸν καὶ μετέωρον ἔχουσαν λιμένα, καλούμενόν, φασι, Φόρκυνα, καὶ αἰγιαλόν τινα ἐν ᾧ νυμφῶν ἱερὸν ἄντρον. Σημείωσαι δὲ καὶ ὅτι τὸ εἰπεῖν ὡς ἴσασιν αἱ Φαιακικαὶ νῆες τὰς 2. 43 ἑκάστων πόλεις, τοῦτ' ἦν τὸ τοὺς ναύτας Φαίακας εἰδέναι ὅποι πλέουσι. καὶ ὅτι πάνυ πιθανῶς ἐνταῦθα ἐῤῥέθη τὸ πρὶν εἰδότες, ἵνα εἰκοτολογηθῇ τὸ ἐν νυκτὶ τολμῆσαι τοὺς Φαίακας ἐπεῖξαι κατὰ τῆς χέρσου κώπαις ὅλαις τὴν νῆα· ὅ περ οὐκ ἂν ἐποίησαν οὔσης νυκτὸς, εἰ μὴ ἀκριβῶς ᾔδεισαν. Ἰστέον δὲ ὅτι λέγονται μὲν παρὰ τοῖς παλαιοῖς νυμφαῖοι μύρμηκες οἱ πτερωτοὶ, καὶ οἱ ἐν κήποις δὲ σκώληκες, ἄδηλον δὲ εἴ περ ἀπὸ τῶν τοῦ μύθου καὶ αὐτοὶ νυμφῶν παρονομάζονται, πλὴν ὅμως εἰκὸς τοῦτό γε ἕως ἑτέραν τις αἰτίαν ἀποδῷ. (ῃερς. 115.) Ὅτι ἐλλιμενιζομένη κατὰ Ἰθάκην ἡ Φαιακικὴ ναῦς Ἠπείρῳἐπέκελσεν ὅσον τ' ἐπὶ ἥμισυ πάσης σπερχομένη. τοῖον γὰρ ἐπείγετο χερσὶν ἐρετάων, ἤγουν οὕτω γὰρ ἤπειγον αὐτὴν οἱ ἐρέσσοντες, ταυτὸν δ' εἰπεῖν, ἔσπερχον. ὑποθετέον δὲ, ἄπετρον καὶ ἀμμώδη εἶναί τε καὶ ὑπὸ Φαιάκων δὲ, ὡς ἐῤῥέθη, γινώσκεσθαι τὸν ἐκεῖ αἰγιαλόν. οὐ γὰρ ἂν οὕτως ἡ ναῦς ἐπέκελσεν εἴ περ αἱ ἀκταὶ πετρώδεις ἦσαν ἢ καὶ ἄλλως σκληραί. ἐπίτηδες δὲ γίνεται καὶ τοῦτο, ἵνα μὴ θόρυβος ἐν τῷ κατάπλῳ γένηται. διὸ καὶ τὸν Ὀδυσσέα, ὡς καὶ προδεδήλωται, ἤπειρόνδε γλαφυρῆς ἐκ νηὸς ἄειραν αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, (ῃερς.