Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
109.1.1
) αἱ μὲν δὴ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, οἷα δηλαδὴ νεώτεραι καὶ εὐσθενεῖς· ἡ δὲ μί' οὔ πω παύετο, ἀφαυροτάτη δὲ τέτυκτο. (ῃερς. 111.) ἥ ῥα μύλην στήσασα, ἤγουν παύσασα τοῦ ἀληθεύειν, ἔπος φάτο σῆμα ἄνακτι· θεὲ πάτερ, ἦ μεγάλ' ἐβρόντησας ἀπ' οὐρανοῦ ἀστερόεντος, οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος ὅ, ττι κεν εἴπω· (ῃερς. 116.) μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε ἐν μεγάροις Ὀδυσσῆος ἑλοίατο δαῖτ' ἐρατεινήν· ὃ δὴ περίφρασις καὶ παράφρασίς ἐστι τοῦ, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν· οἳ δή μοι καμάτῳ θυμαλγέϊ γούνατ' ἔλυσαν ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν. ὃ καὶ σημείωσαι ὡς ἐν ἡμιστιχίῳ παραφράζων τοὺς προσεχῶς εἰρημένους στίχους περὶ τῆς αὐτῆς ἀρᾶς. καὶ οὕτω μὲν τὸ γραΐδιον. (ῃερς. 120.) χαῖρε δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς, Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας. τούτων δὲ τῶν δύο κλεηδὼν μὲν ἤγουν φήμη, ἡ καὶ κληηδὼν καὶ κληδὼν, ἡ τῆςγραός ἐστιν εὐχὴ, μάντευμα οὖσα τοῦ μέλλοντος καὶ διατοῦτο καὶ φήμη ὀνομασθεῖσα συνήθως. ἡ δ' αὐτὴ καὶ σῆμα, ὡς μέλλον τι σημαίνουσα, καθὰ δηλοῖ τὸ, ἔπος φάτο σῆμα, τουτέστι σημεῖον, ἄνακτι τῷ Ὀδυσσεῖ. καὶ τοιοῦτον μὲν ἡ κληδών. (ῃερς. 121.) ἡ δὲ βροντὴ τέρας κατὰ τὴν ἐξήγησιν τῆς γραὸς, οὐ μὴν σῆμα κατὰ τὴν δηλωθεῖσαν φήμην. ἔστι δὲ τέρας αὕτη ὡς δίχα νέφους γεγονυῖα· παρὰ φύσιν γάρ. ὅθεν καὶ χρησμός ποτε προῆλθε λοξὸς διακελευόμενός τισι πόλιν οἰκίσειν, ἔνθα ἐν αἰθρίᾳ τὸ καινὸν ὑετὸς γένηται. ὁ δὲ λόγος ἐδήλου δάκρυα δίχα προϋπαρξάσης λύπης τινός. ὅτι δὲ νέφος οὐ προῆν τῆς βροντῆς, δῆλον ἐκ τοῦ, οὐδέ ποθι νέφος ἐστί. διὸ καὶ ἡ γραῦς τέρας τινὶ τόδε φαίνεσθαι νοεῖ. εἰ δὲ δοκεῖ τοῦτο ἐναντιοῦσθαι τῷ, ἐβρόντησε Ζεὺς ὑψόθεν ἐκ νεφέων, ἔστιν εἰπεῖν ἀληθῶς, ὡς νέφη νῖν Ἀττικῶς ὁ τῶν νεφῶν τόπος κατ' οὐρανόν· ἄλλως γὰρ νῦν καὶ αἰγλήεις καὶ ἀστερόεις ὁ Ὄλυμπος, ὡς δηλοῖ τὸ, ἐβρόντησεν ἀπ' αἰγλήεντος Ὀλύμπου, καὶ, ἐβρόντησας ἀπ' οὐρανοῦ ἀστερόεντος. ἰδοὺ τοίνυν καὶ τέρας ἔξωθεν τῷ Ὀδυσσεῖ τὸ διὰ βροντῆς ἀνεφέλου, καὶ φήμη ἔνδοθεν διὰ τῆς κακοτυχοῦς γραός· ἥ τις οὐχ' ἁπλῶς πύματον καὶ ὕστατον φαγεῖν εὔχεται τοὺς μνηστῆρας, ἀλλὰ καὶ ἐν τῷδε τῷ ἤματι, ὀκνοῦσα ζῆν αὐτοὺς αὔριον, καὶ οἰδὲ ἕως καὶ εἰς δόρπον ἐθέλει παρατεῖναι αὐτοῖς τὴν ζωὴν, ἀλλὰ δειπνῆσαι μόνον αὐτοὺς βούλεται, εἶτα θανεῖν. (ῃερς. 100.) Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τὴν φήμην πολλὰ τῶν ἀντιγράφων διὰ τοῦ ἰῶτα ἔχουσι, λέγοντα Ἰωνικὴν εἶναι τὴν λέξιν. ἔστι δὲ καινὸν τὸ λεγόμενον· δοκεῖ γὰρ ἄλλως τοῖς πλείοσιν ἡ μὲν φῆμις, ὡς ἡ μῆτις καὶ ἡ μῆνις, ἀνθρώπινον λόγον δηλοῦν, ὡς ἐν πολλοῖς ἐφάνη, ἡ δὲ φήμη, ὡς ἡ κνήμη, θειότερον. (ῃερς. 98.) Τὸ δὲ, Ζεῦ πάτερ εἴ μ' ἐθέλοντες ἤγετε, ἐπεί μ' ἐκακώσατε, σχῆμα ἐστὶ καινὸν συλληπτικόν· συλλαμβάνει γὰρ τῷ Διῒ καὶ λοιπὰ δαιμόνια, καὶ ἔστιν ὅμοιον τῷ, εἰς οἶκον πατρὸς, οἳ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἕεδνα. καὶ ἐκεῖ γὰρ τῷ πατρὶ καὶ τοὺς περὶ αὐτὸν συνεκδέχεται. (ῃερς. 100.) Τὸ δὲ, φήμην φάσθω, ἐτυμολογικῶς ἐῤῥέθη. Διὸς δὲ τέρας ἀλληγορικῶς μὲν τὸ ἐξ ἀέρος· τοιοῦτον γὰρ ἡ, ὡς ἐῤῥέθη, δίχα νέφους βροντή· ἄλλως δὲ διὰ τὸ πᾶν τέρας ἀνάγεσθαι εἰς ἐκεῖνον, καθὰ καὶ πᾶσαν ὀμφήν. διὸ καὶ πανομφαῖος ἐλέγετο Ζεύς. (ῃερς. 103.) Τὸ δὲ αὐτίκα πάνυ συμβάλλεται εἰς τὸ ἐφετὸν τῷ Ὀδυσσεῖ· οὐ γὰρ ἐτρίβη χρόνος τῇ εὐχῇ, ἀλλ' αὐτίκα καὶ ἡ φήμη καὶ τὸ τέρας συνέδραμον. (ῃερς. 105.) Ἀλετρὶς δὲ γυνὴ παρὰ τὸ ἀλέω τὸ ἀλήθω, ἐξ οὗ καὶ ἀλητὸς, ᾧ ἡ τοιαύτη ἐπιστατεῖ. ἐκ δὲ τοῦ τοιούτου ἀλέω, οὗ τὸ ἀλήθω παράγωγον, καὶ ἄλειαρ τὸ ἀπὸ πυρῶν ἄλευρον, καθάπερ ἄλφιτον τὸ ἀπὸ κριθῆς, ὡς ἐν πολλοῖς δηλοῦται· καὶ αὐτὸ δὲ τὸ ἄλευρον ἐκ τοῦ ἀλέω γίνεται πλεονασμῷ συνήθει τοῦ ˉυ. καὶ τοιαύτη μὲν ἡ Ὁμηρικὴ ἀλετρίς. ὕστερον δὲ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀλετρίδες κόραι τινὲς Ἀθήνῃσιν ἀπεδείκνυντο ἐφ' ᾧ τὰ εἰς θυσίαν πόπανα πωλεῖν. ἐν ἑτέρῳ δὲ αὖθις δηλοῦται, ὅτι ἀλετρίδες ἔντιμοι καὶ εὐδόκιμοι παρθένοι, αἱ τὰ εἰς θυσίαν πόπανα ἄγουσαι. ἐφ' οἷς καὶ ἱερούς τινας μύλωνας ἀναγράφουσιν οἱ τὰ Ἀττικὰ συγγεγραφότες. Παυσανίας δὲ λέγει, ὅτι ἀλετρίδες αἱ τὸν ἱερὸν ἀλετὸν ἀλοῦσαι. ᾑροῦντο δέ τινες παρθένοι, αἳ τὰ εἰς θυσίαν πόπανα ἤλουν, καὶ ἦσαν ἔντιμοι. (ῃερς. 106.) Τὸ δὲ πλησίον ἢ χρονικόν ἐστι, καθάπερ ἀλλαχοῦ τὸ ἄγχι, καὶ ἔστιν ὥς περ αὐτίκα ἐβρόντησεν, οὕτω καὶ ἡ γυνὴ ἐλάλησεν πλησίον ἤγουν εὐθύς· ἢ καὶ ἄλλως, πλησίον τοῦ Ὀδυσσέως· οὕτω γὰρ καὶ ἠκούσθη. ὃν τρόπον καὶ τὴν βροντὴν μεγάλην πλάττει ἐν τῷ, μεγάλ' ἐβρόντησας, ἵνα ἡ γραῦς ἀκούσῃ ἐντός. ἄλλως γὰρ οὐκ ἂν ἤκουσεν ἀντιβομβούσης παρ' αὐτῇ τῆς μύλης, ἣ καὶ μύλων καὶ μύλος δὲ παρὰ τοῖς ὕστερον λέγεται. ἀφ' ἧς καὶ μυλίας λίθος ὁ εἰς ἀλετὸν χρήσιμος. ἐξ αὐτῆς δὲ καὶ μυλλὸς, ὡς εἰκὸς, ὁ διεστραμμένος τὴν ὄψιν, διαστελλόμενος τῷ ὀξεῖ τόνῳ τοῦ Μύλλος, ὅ πέρ ἐστι κύριον ὑποκριτοῦ παλαιοῦ, ὃς μιλτωτοῖς, φασὶ, προσωπείοις ἐχρήσατο. ἴσως δὲ ἐκ μύλης, ᾗ ὁμώνυμος καὶ ἡ κατὰ τοὺς ὀδόντας, καὶ τὸ μύλλειν παρὰ Θεοκρίτῳ ἐλέχθη ἐπὶ μίξεως οὐ σεμνῆς. ὁμολογουμένως δὲ καὶ ἡ ἐπιμύλιος ᾠδὴ, ἣν περὶ τοὺς ἀλετοὺς ᾖδον· αὐτὴ δὲ καὶ μυλωθρὸς ἐλέγετο ὁμωνύμως ἀνδρὶ ἢ γυναικὶ ἀθρούσῃ τὴν μύλην· ἔτι δὲ ἡ αὐτὴ καὶ ἱμαῖος κατὰ τὸν Ἀθήναιον, ἴσως, καθά φησιν ἐκεῖνος, ἀπὸ τῆς ἱμαλίδος· ἱμαλὶς δέ φησι παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλετῶν. λέγει δὲ νόστον ὁ ῥήτωρ ἐνταῦθα οὐ τὸν Ὁμηρικὸν καὶ συνήθη, ἀλλά τινα δαίμονα ἐπιμύλιον ἔφορον τῶν ἀλετῶν, ὃς καὶ εὔνοστος ἐλέγετο· οὗ παρώνυμον τὸ νόστιμον. ὅτι δὲ μύλαι καί τινες ὀδόντες λέγονται, δῆλον ἐστὶ πᾶσιν ὅσοι καὶ μυλόδοντας καὶ ἀλήθοντας τοὺς τοιούτους καλοῦσι. περὶ δὲ μύλης καὶ ἀλετρίδων, ὧν ῥῆματὸ ἀλετρεύειν, καὶ ἐν τοῖς κατὰ τὸν Ἀλκίνοον εἴρηται. (ῃερς. 109.) Τὸ δὲ ἀλῶ, ἐξ οὗ τὸ ἀλήθω, οὐ μόνον πρώτης συζυγίας τῶν περισπωμένων ἐστὶν, ἀλλά που καὶ δευτέρας, ὡς δῆλον παρ' Ἀθηναίῳ ἐν τῷ, ἤλων ὄρθριαι τὰ σιτία. ἐκ δέ γε τῆς πρώτης, ἀφ' ἧς καὶ ὁ ῥηθεὶς ἀλετὸς, ἔστι καὶ περιεκτικὸν ὁ ἀλετὼν, οἷον, ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ ἀλήσας ἐξένισεν αὐτούς. (ῃερς. 105.) τὴν δὲ ῥηθεῖσαν ἀλετρίδα συντακτέον καὶ αὐτὴν τοῖς τιμίοις δούλοις τοῦ Ὀδυσσέως, καθὰ καὶ τὴν Εὐρυνόμην καὶ τὴν Εὐρύκλειαν, δίχα γε τῶν ἀῤῥένων. εἰ γὰρ καὶ οὐδὲν ὑγιὲς ψυχῆς δούλης, οὐδὲ χρὴ κατὰ τὸν εἰπόντα πιστεύειν αὐτοῖς, ὅμως ἔστιν οὗ καὶ ἀγαθοὶ πολλοὶ εὑρίσκονται. φασὶ γοῦν ἐν Κυδωνίᾳ νενομισμένας τινὰς ἑορτὰς εἶναι, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ' οἱ δοῦλοι πάντων κρατοῦσι, καὶ κύριοι μαστιγοῦντες εἰσὶ τοὺς ἐλευθέρους. εἰ δ' ἄλλως τῷ τοιούτῳ λόγῳ ἀντίκεινταί τινα τοπικὰ ἔθη, ἀλλ' ἐκεῖ νοητέον, οὐ πιστοὶς ἀπεκβῆναι τοὺς δούλους καὶ οἵους τιμᾶσθαι. λέγονται γοῦν οἱ ἐν τῇ νήσῳ Κῷ δοῦλοι, ὅτε τῇ Ἥρᾳ θύουσιν οἱ ἐκεῖ, οὔτε εἰσιέναι εἰς τὸ ἱερὸν, οὔτε γεύεσθαί τινος τῶν παρεσκευασμένων, ὡς ἱστορεῖ Ἀθήναιος. παρ' ἄλλῳ δέ τινι πλάττεταί, φησιν, οἰκέτης ἀγανακτῶν ὅτι πολλῶν παρακειμένων τοῖς δεσπόταις, οὐδὲ τῶν λειφθέντων θέμις δούλων φαγεῖν· ὃ δή που ὑπεμέμψατο καὶ ὁ Εὔμαιος ἐπὶ τῇ δεσποίνῃ Πηνελόπῃ, οὐχ' ὡς κακὴν μέντοι ἐκείνην αἰτιώμενος, ἀλλὰ δηλῶν, ὡς διὰ τοὺς μνηστῆρας οὐκ ἔχει τῶν δούλων ἐμπάζεσθαι, (ῃερς. 106.) Τὸ δὲ, μύλαι εἵατο, ἀντὶ τοῦ ἐκάθηντο, ἔκειντο· ταυτὰ γάρ πως τῷ γένει ἄμφω ταῦτα. οἱ δὲ παλαιοὶ γράφουσι καὶ ὅτι ψιλῶς τὸ εἴατο, ἵνα ᾖ ἀντὶ τοῦ ἦσαν, ὡς ἀπὸ τοῦ εἰμί. καὶ ἔστι κρεῖττον τοῦτο. κυριολεξία δὲ τοῦ εἵατο ἀντὶ τοῦ ἐκάθηντο ἐν τῷ, πεντηκόσιοι δ' ἐν ἑκάστῃ, ἕδρῃ δηλαδὴ, εἵατο. οὕτω καὶ ἐν Ἰλιάδι τὸ, εἴαται ἐν μεγάροις ποτιδέγμεναι, ψιλῶς κατὰ Ἡρακλείδην προενεκτέον· οὐ γὰρ κάθηνταί, φησιν, ἀλλ' ὑπάρχουσιν, ἤγουν εἰσίν. Ἴωνες γὰρ τοῖς παρακειμένοις ἀντὶ ἐνεστώτων χρῶνται, οἷον, διανενόημαι ἀντὶ τοῦ διανοοῦμαι, καὶ τὰ ὅμοια. πλατύνων δὲ Ἡρακλείδης τὸν περὶ τοῦ εἴαται λόγον γράφει τοιαῦτα· ὡς ἠχεῖται ἤχηται, οἰκεῖται ᾤκειται, οὕτως ἀπὸ τῆς ὦ πρώτης συζυγίας τῶν περισπωμένων παθητικοῦ ἐνεστῶτος τρίτον εἶται· οὗ εἴη ἂν παρακείμενος ἦται, μεταπεσούσης κἀνταῦθα τῆς εˉι διφθόγγου εἰς ἦτα. πληθυντικὸν δὲ αὐτοῦ προσθέσει τοῦ ˉν ἀναλόγως ἦνται, κατὰ τὸ, πεποίηται πεποίηνται καὶ τὰ ὅμοια· εἶτα Ἰωνικῇ τμήσει τοῦ ἦτα εἰς ˉε καὶ ἄλφα, ὡς νενόηνται νενοέαται, οὕτω καὶ ἦνται ἔαται. Ὅμηρος δὲ κατὰ Ἰάδα προσθεὶς τὸ ἰῶτα ἔφη, εἴαται ἐν μεγάροις. εἶτα λέγει ὅτι καὶ τὸ δασυνόμενον καὶ διὰ τῶν αὐτῶν στοιχείων ἐκφερόμενον οὕτως ἔχει. τὸ γὰρ ἧνται, ἤγουν κάθηνται, κατὰ τμῆσιν τῆς ηˉν συλλαβῆς εἰς ˉε καὶ ˉα ἕαται λέγεται, οἷον, οἳ δὴ νῦν ἕαται σιγῇ. τούτοις δὲ ὁ αὐτὸς ἐπάγει καὶ ὅτι ἔνιοι τῶν Ἰώνων, οἷς ἀκολουθεῖ, φησὶ, καὶ ὁ τὰ Ναξιακὰ γράψας Φιλήτας εἴτε Καλλῖνος, μόνον τὸ ˉη ἐν τοῖς τοιούτοις παρακειμένοις εἰς ˉε καὶ ˉα τέμνοντες τὸ ἑπόμενον ˉν φυλάττουσι, πεποιέανται λέγοντες καὶ γεγενέανται, καθὰ καὶ τὸ ἐγένοντο ἔγεντο. καὶ ὅ γε Ζηνόδοτος πολλάκις, φησὶ, παρὰ τῷ ποιητῇ οὕτω γράφει καὶ τὰ ἑνικά· δίχα μέντοι τοῦ νˉυ τὸ πεποίηται καὶ νενόηται πεποιέαται γράφων καὶ νενοέαται. ἡ μέντοι Ἀριστάρχειος ἔκδοσις οὐκ οἶδεν Ὅμηρον τῇδε τῇ διαλέκτῳ χρώμενον, εἰ καί τισιν ἔδοξεν ὁμοίως τῷ πεποίηται πεποιέαται, οὕτω τῇ τὸ ἧται ἑνικὸν, ἤγουν κάθηται, γενέσθαι ἕαται καὶ ληφθῆναι Βοιωτιακῶς ἀντὶ πληθυντικοῦ τοῦ ἧνται ἕαται ἐν τῷ, οἳ δὴ νῦν ἕαται σιγῇ· ὃ δὴ ἀποῤῥαπίζει ὁ Ἡρακλείδης εἰπὼν, οὐδέ ποτε τὸν Ὅμηρον ἑνικοῖς χρῆσθαι ῥήμασι ἀντὶ πληθυντικῶν, καθάπερ ἐνίοις Βοιωτῶν ἔδοξεν. (ῃερς. 107.) Αἱ δὲ δώδεκα ἀλετρίδες τὸ τοῦ ἀλετοῦ δηλοῦσι πολυδάπανον. πολλαχοῦ δὲ καὶ εἰσέτι ἐπιχωριάζει τὸ δι' ἀνδρῶν καὶ γυναικῶν ἀλετοὺς γίνεσθαι. Τὸ δὲ ἐπεῤῥώοντο τὴν τῶν ἀλετρίδων δηλοῖ σπουδαίαν κίνησιν καὶ ῥωμαλέαν. Τὸ μέντοι, ἀμβρόσιαι χαῖται ἐπεῤῥώοντο, ἄλλως ἐν Ἰλιάδι ἐῤῥέθη διὰ σεμνότητα. Περὶ δὲ ἀλφίτων καὶ ἀλειάτων προεῤῥέθη. (ῃερς. 109.) Ἐν δὲ τῷ, κατὰ πυρὸν ἄλεσαν, συνεκδοχικῶς νοεῖται καὶ εἴ τι ἄλλο ἤλεστο. (ῃερς. 114.) Τὸ δὲ τέῳ ἀντὶ τοῦ τινὶ πλεονασμὸν καὶ αὐτὸ ἔχει τοῦ ˉε, καθὰ καὶ ἄλλα τῶν αὐτῷ συστοίχων, ὡς προδεδήλωται. Τοῦ δὲ κρῆνον, ὃ καὶ κρήηνον ἐν ἄλλοις λέγεται, εὑρίσκεται καὶ κρῆναι τὸ ἀπαρέμφατον. (ῃερς. 121.) Ὁ δὲ ἀλείτης ἐκ τοῦ ἀλείτω τὸ ἁμαρτάνω γίνεται. ἐκεῖθεν δὲ καὶ ὁ ἀλοιτὸς ὁ παρὰ τῷ Λυκόφρονι, ὅμοιος ὢν τῷ Ἀλείτῃ. τοῦ δὲ ἀλείτω δεύτερος ἀόριστος ἤλιτον, ἐξ οὗ νηλιτεῖς καὶ νηλίτιδες γυναῖκες, καὶ ἀλιτρὸς, κατά τινας δὲ καὶ ἀλιτήριος. (ῃερς.

Intertext edge

Open linked passage

Note