Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
110.1.1
) Τὸ δὲ ποθήμεναι δῆλον ὡς ἀπὸ τοῦ ποθαίνω ἀχρήστου παράγεται ῥήματος, ὡς καὶ τὸ φορῆναι ἀπὸ τοῦ φοραίνω. ἴσως δὲ καὶ ἄλλως αὐτὰ τὸ μὲν ἐκ τοῦ ποθῶ πόθημι, τὸ δὲ ἐκ τοῦ φορῶ φόρημι γίνεται. (ῃερς. 112.) Ὅτι ὁ ζητῶν πῶς ἂν καὶ φύγῃ ἄδικόν τινα μεγάλα βλάπτειν δυνάμενον καὶ αὖ πάλιν ἕτερόν τινα ὅμοιον ἀμύναιτο, εἴποι ἂν τὸ, εἰ δ' ἄγε δή μοι τοῦτο νημερτὲς ἔνισπε, εἴ πως ἀντὶ τοῦ ὅπως, καθὰ καὶ προδεδήλωται, τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν. τὴν δέ κ' ἀμυναίμην ὅτε μοι σίνοιτό γ' ἑταίρους. (ῃερς. 116.) ὁ δὲ τοιοῦτος ἀκούσοι ἂν τὸ, σχέτλιε, καὶ δ' αὖ τοι πολεμήϊα ἔργα μέμηλε καὶ φόνος, οὐδὲ τοῖς κρείττοσιν ὑπείξεαι; δεινὸν τὸ κακὸν, ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητὸν, οὐδέ τίς ἐστιν ἀλκή. φυγέειν κράτιστον ἀπ' αὐτοῦ. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος, δείδω μή σ' ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι τόσσῃσι κεφαλῇσι, τόσους δ' ἐκ φῶτας ἕληται. ἀλλὰ μάλα σφοδρῶς ἐλάαν. (ῃερς. 124.) εἰ δὲ καὶ φίλη μήτηρ ὁμοία τῷ πολυκεφάλῳ ἀδίκῳ πρόσεστιν, εἰκὸς προσαρμόσαι καὶ τὸ, βωστρεῖν δὲ Κράταιϊν τὴν καὶ προγραφεῖσαν, μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν, ἥ μιν ἔπειτ' ἀποπαύσει ἐσυστέρου 2. 18 ὁρμηθῆναι. (ῃερς. 125.) Καὶ ὅρα τὸ ἥ μιν δὶς ἐν παραθέσει λεχθέν. ἔστι δὲ βωστρεῖν τὸ ἀναβοᾶσθαι ἤγουν ἐπικαλεῖσθαι, καὶ λαμβάνεται συνήθως ἀντὶ προστακτικοῦ. γίνεται δὲ ἀπὸ τοῦ βοῶ βοήσω βοητῶ καὶ κατὰ κρᾶσιν βωτῶ, ὅθεν τὸ ἐπιβωτᾷ παρὰ Ἡροδότῳ. πλεονασμῷ δὲ τοῦ σίγμα καὶ ῥῶ βωστρῶ, καθ' ὁμοιότητα τοῦ ἐλαστρῶ, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται, καὶ τοῦ, χωστρὶς χωστρίδος καὶ τῶν ὁμοίων. παρὰ δὲ Θεοκρίτῳ κεῖται ἡ λέξις καὶ ἐπὶ τοῦ ψηλαφητικῶς ἐν ἀγυιαῖς ἀναβοᾶσθαι τινά. (ῃερς. 116.) Ἐν τούτοις δὲ δοκεῖ πως ἑρμηνεύεσθαι καὶ ὁ σχέτλιος· ὡς τοιοῦτος ὢν ὁ πολεμήϊα ἔργα ἐν μελήσει ἔχων, καὶ φόνῳ καὶ δεινοῖς ἐγχειρῶν καὶ μὴ ἐνδέοντι φεύγειν ἐθέλων ἀλλ' ἐπέχων τλημόνως ἑαυτόν. (ῃερς.

Intertext edge

Open linked passage

Note