Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
111.1.1
) οὕτω δέ πως καὶ ὁ Μενέλαος πρὸ αὐτῆς ἔφη, νόστον ὅπως φρεσὶ σῇσι μενοινᾷς, ὥς τοι θεὸς τελέσειε. λόγοι δὲ οὗτοι εὐκτικοὶ ἐπὶ ἀπελεύσει ξένου. Ἰστέον δὲ ὅτι ῥηθείη μὲν ἂν ὁ δεδηλωμένος ἀργύρεος κρατὴρ ἀργύρωμα. μάλιστα δὲ ποτηρίοις ἡ τοιαύτη λέξις ἁρμόττει, ὡς δηλοῖ τὸ, ἐξ ἀργυρωμάτων καὶ χρυσῶν πίνει, ὁ πρότερον οὐχ' ὅπως ἐξ ἀργυρωμάτων οὐκ ἔχων πίνειν ἀλλ' ἐκ κεραμεῶν καὶ τούτων ἐνίοτε κολοβῶν. φασὶ δὲ μὴ Ἑλληνικὴν τὴν λέξιν εἶναι. οἱ γὰρ ἑλληνίζοντες οὐκ ἀργυρώματα καὶ χρυσώματα φασὶν, ἀλλ' ἀργυροῦν καὶ χρυσοῦν κόσμον. (ῃερς. 116.) Ὅτι δὲ ὁ ῥηθεὶς κρατὴρ κάλλιστος καὶ τιμηέστατός ἐστι καὶ ὅτι Φαίδιμος αὐτὸν τῷ βασιλεῖ ἐδωρήσατο Σιδονίων βασιλεὺς, ἐν τοῖς πρὸ τούτων δεδήλωται. καὶ ἀπαραποίητοι οἱ ἐνταῦθα στίχοι κεῖνται καὶ ἐκεῖ. (ῃερς. 120.) Τοῦ δὲ ἀμφικύπελλον ὅτι ἁπλοῦν ἔστι τὸ κύπελλον, πολλαχοῦ δηλοῦται. ὅθεν καὶ ἡ κυπελλὶς καὶ ὁ κυπελλοχάρων. εἰ δὲ περὶ ἀμφικυπέλλου ἐδηλώθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ὅμως οὐ πάρεργον κἀνταῦθα θεῖναι ὅτι κατὰ τὸν δειπνοσοφιστὴν ἀμφικύπελλον οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι ἦν ἀμφίκυρτον. Σιληνὸς δὲ τὸ μὴ ἔχων ὦτα. ἕτεροι δὲ τὴν ἀμφˉι ἀντὶ τῆς περˉι νοοῦντες ἀμφικύπελλόν φασι τὸ περίποτον, ἤγουν τὸ πάντοθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια. κυφὸν γὰρ εἶναι τὸ κυρτόν. Ἀνίκητος δὲ κύπελλον μὲν φιάλη φησίν. ἀμφικύπελλον δὲ ὑπερφίαλον, ὑπερήφανον καὶ καλόν. λέγει δὲ καὶ ὡς τὸ κύπελλον διαλλάσσει ἀλείσου τε καὶ δέπαος τῷ κυφὸν εἶναι. ἀπὸ γὰρ κυφότητος κύπελλον καὶ ἀμφικύπελλον, ὡς οἷον κυρτὸν καὶ ἀμφίκυρτον ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ καὶ παραπλήσια πέλλαις συνηγμέναις μᾶλλον εἰς τὸ κυφώτερον. λέγει δὲ καὶ ὡς καὶ Κύπριοι οὕτω φασὶ τὸ δίωτον ποτήριον. εἰ δὲ ταῦθ' οὕτως ἔχει, θετέον ἄλεισον μὲν καὶ δέπας εἴς τι ταυτὸν, σκύφος δὲ καὶ πέλλαν καὶ κύπελλον καὶ ἀμφικύπελλον εἰς ἑτεροίαν ὁμοιότητα. ὅτι δὲ ὅθεν τὸ κύφος, ἐκεῖθεν καὶ κυφὸς ὁ κυρτὸς καὶ κύφων ὁ παρὰ τῷ κωμικῷ, προδηλότατόν ἐστι. (ῃερς. 104.) Φωριαμοὺς δὲ λέγει Ὅμηρος 2. 94 τὰς πεπλοδόχους χηλοὺς, παρὰ τὸ φᾶρος, ὥς φασιν οἱ παλαιοί. ὅτι δὲ τοιοῦτοι οἱ φωριαμοὶ, δηλοῖ καὶ τὸ, ἔνθα ἔσαν πέπλοι. ἑτέρωθι δὲ καὶ ὁ τόνος τῆς λέξεως ταύτης κεκανόνισται. (ῃερς. 119.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ νοστῆσαι ἀντὶ τοῦ ἁπλῶς ἐλθεῖν, ἔνθα φησὶ Μενέλαος ὡς τὸν ῥηθέντα κρατῆρα δέδωκεν αὐτῷ ὁ Σιδόνιος βασιλεὺς νοστήσαντι ἐκεῖσε εἰς αὐτὸν, ἤγουν ἐλθόντα ἁπλῶς. ἴσως δὲ καὶ αὐτὸ ἐπὶ τοῦ οἴκαδε ἐπανελθεῖν εἴρηται. εἰ γὰρ καὶ μὴ εἰς Σιδόνα ἐνόστησεν ὁ Μενέλαος, ἀλλ' ἐν τῷ οἴκαδε παλιννοστεῖν ἐπλανήθη ἐκεῖ. (ῃερς. 109.) Ἔτι ἐν τούτοις κεῖται καὶ τὸ, ἔβησαν ἰέναι διὰ δώματα, ὅ περ ἐν ἄλλοις διὰ δῶμα εἴρηται ἀσυνήθως. τῷ γὰρ σύνηθες βαίνειν διὰ δωμάτων καὶ διὰ δώματος. Ὅμηρος δὲ ἰσοδυναμεῖν οἶδε τῇ κατˉα τὴν διˉα πρόθεσιν. (ῃερς. 108.) Τὸ δὲ ἀστὴρ ὣς ἀπέλαμπεν ἐτυμολογίαν τε ἀστέρος ὑποβάλλει νοεῖν, ὃς ἀπὸ τοῦ αἴθειν, ὅ πέρ ἐστι λάμπειν, λέγεται, καὶ ἀρχὴν ἐνδέδωκεν ἐπαίνου τοῖς εἰποῦσι τὸν καλὸν Μένανδρον ἀστέρα τῆς νέας κωμῳδίας. μάλιστα δὲ αὐτὸ ἐκ τοῦ ἀστέρι ὀπωρινῷ ἐναλίγκιος εἴληπται. Ὅτι δὲ ὁ ῥηθεὶς ἀργύρεος κρατὴρ καὶ ὁ χάλκεος λέβης καὶ τὸ χρύσεον δέπας καὶ τὰ τοιαῦτα μετουσιαστικὰ ὄντα διαφέρει τοῦ ὁμοίου τύπου τῶν σωματικῶν τῷ ἀπὸ ἀψύχων γίνεσθαι, οἱ παλαιοὶ παραδιδόασι. (ῃερς. 125.) Τὸ δὲ τέκνον φίλε ὅτι Ἀττικῶς ἐσχημάτισται, προεσαφηνίσθη ἐν τοῖς φθάσασιν. Ἰστέον δὲ ὅτι δύναται τοῦτο καὶ διὰ στιγμῆς ὀρθοῦσθαι εἰς τὸ κοινότερον, ἵνα λέγῃ, ὦ τέκνον, ὦ φίλε. (ῃερς. 126.) Μνῆμα δὲ νῦν ἁπλῶς τὴν μνήμην λέγει. ἐξ οὗ δῆλον ὅτι καὶ τὸ νεκρικὸν μνῆμα οὕτω καλεῖται διὰ τὴν ἐξ αὐτοῦ μνήμην τοῦ ποτὲ ζῶντος. δῆλον δὲ ὅτι ταυτὸν ὥς περ τρῶμα τρώμη, βρῶμα βρώμη, οὕτω καὶ μνῆμα μνήμη. Ἐν δὲ τῷ, Ἑλένης χειρῶν, σεμνῶς ἡ ἡρωῒς τὸ ἑαυτῆς ἔφη ὄνομα κατά τινα ἐξοχὴν καὶ μεγαλειότητα διὰ τὸ αὐτῆς πολυθρύλητον. οὕτω δὲ καὶ ὁ ποιητὴς χαίρων κἀνταῦθα τῇ αὐτῆς μνήμῃ ἐκ περιττοῦ καὶ εἰς οὐδὲν δέον ἐμνήσθη αὐτῆς ἐν τῷ, ἕνα τῶν πέπλων ἀειραμένη Ἑλένη ἔφερεν. ἐκεῖ γὰρ οὐκ ἀναγκαίως πρόσκειται τὸ Ἑλένη. διότι καὶ ἄλλως αὐτὴ ἐξηκούετο κατ' ἀκολουθίαν τοιαύτην. Ἑλένη δὲ παρίστατο φωριαμοῖς, ἔνθ' ἔσαν πέπλοι. τῶν ἕν' ἀειραμένη ἔφερεν, ὥστε τὸ, Ἑλένη ἔφερεν, ἐκ περισσοῦ κεῖται διὰ φιλίαν Ὁμηρικήν. ἐθέλει γὰρ συχνὰ καὶ πρὸς ὄνομα μεμνῆσθαι αὐτῆς ὁ ποιητής. (ῃερς. 126.) Τὸ δὲ, πολυηράτου, ἀμφιβολίαν ἔχει. ἄδηλον γὰρ εἴτε πολυηράτου Ἑλένης ῥητέον, εἴτε γάμου πολυηράτου. τοῦτο δὲ ἢ διὰ τοὺς κατὰ τὸν γάμον ἔρωτας ἢ διὰ τὸ εὐκταῖον αὐτοῦ χάριν τεκνογονίας, ἢ καὶ διότι πολλῶν εὐχῶν χρεία τοῖς περὶ γάμους, ἵνα τύχοιεν ἀγαθῶν γυναικῶν. Ὅτι δὲ δεξιωτάτη ἱστουργεῖν ἡ Ἑλένη, δηλοῖ καὶ ἐν Ἰλιάδι τὰ τῆς δίπλακος, ᾗ τοὺς τῶν Ἀχαιῶν ἐκείνη ἄθλους ἐνέπασσεν, ἀρχέτυπον αὐτὴν τιθεμένη τῆς Ὁμηρικῆς ποιήσεως. (ῃερς. 127.) Τὸ δὲ, τέως δὲ φίλῃ παρὰ μητρὶ κείσθω, ἑτεροῖον ἐστὶν ὧν πρὸ μικροῦ ὁ Τηλέμαχος ἐνόει, λογιζόμενος δμωΐδι ἀναθέσθαι τὰ καθ' ἑαυτόν. ἐκεῖνος μὲν γὰρ ἐγίνωσκεν ἄλλα, ἡ Ἑλένη δὲ οὐκ οἶδε τὰ κατὰ τὴν Πηνελόπην ὅπως ἔχουσι, διὸ καὶ αὐτῇ παρατεθῆναι τὸν πέπλον συμβουλεύεται. (ῃερς. 128.) Ἐν δὲ τῷ, σὺ δέ μοι χαίρων, ἢ περιττὸν κεῖται τὸ μοˉι, ὡς καὶ ἐν ἄλλοις γίνεται, ἢ ἀντὶ τοῦ, χαίρων ὅσον τὸ ἐπ' ἐμοὶ, εἰ καὶ τυχὸν ἄλλοθεν οὐκ ἔσται σοι τοῦτο. (ῃερς. 131.) Ὅτι ἐν Ἰλιάδι μὲν πείρινθα εἶπεν ὁ ποιητὴς τὸ τῆς ἁμάξης ἄνω τοῦ ἄξονος φορτοφόρον πλινθίον. καὶ ζητητέον ἐκεῖ περὶ τούτου. ἐνταῦθα δὲ Πεισίστρατος ἐς πείρινθα δίφρου, ἔνθα ὁ διφρηλάτης ἐκάθητο, ὡς ἐκεῖ ὁ ἁμαξηλάτης, τὰ βασιλικὰ δῶρα τίθησιν, ἃ πάντα θηήσατο θυμῷ, ὡς εἶναι οὕτως αὐτὰ θηητά. λέγοι δὲ ἂν πείρινθα κατὰ τὸ ἐοικὸς τῆς λέξεως τὸ περίθεμα, ὡς ἀπὸ τῆς περˉι προθέσεως καὶ τοῦ θῶ τὸ τίθημι. εἴη δ' ἂν πείρινθα καὶ ἡ πρὸ τούτων ῥηθεῖσά που ὑπερτερία ἐπὶ τῆς κατὰ τὴν Ναυσικάαν ἁμάξης, ὅ περ οἱ ὕστερον ἐσχάραν καλοῦσι. ζητητέον δὲ, εἴ περ πείρινς πείρινθος ἡ εὐθεῖα τῆς λέξεως ταύτης εἴτε τὸ πείρινθον. (ῃερς. 140.) Ὅτι ἐν τῷ, κρέα δαίετο καὶ νέμε μοίρας, τὸ μὲν νέμε τὸν ὕστερον κρεανόμον ὑποβάλλει νοεῖν, τὸ δὲ δαίετο τὸν δαιτρὸν παρετυμολογεῖ. συστέλλει δὲ τὸ κρέα τὴν λήγουσαν ἐνταῦθα, ὡς ἀποκοπὴν παθὸν ἐκ τοῦ κρέατα. διὸ καὶ δάκτυλον ἀπαρτίζει. φησὶ γάρ· Βοηθοίδης κρέα δαίετο. εἰ δὲ καὶ ἴσως ἐκτέταται, συνίζησιν ἡ λέξις πάσχει ἐπὶ σπονδείου ἀπαρτισμῷ. ἐν τούτοις δὲ κρεανομεῖ μὲν ὁ Βοηθοίδης Ἐτεωνεὺς, οἰνοχοεῖ δὲ ὁ τοῦ βασιλέως παῖς. φησὶ γάρ· ᾠνοχόει δ' υἱὸς Μενελάου κυδαλίμοιο. (ῃερς. 148.) Ὅτι τοῖς βασιλικοῖς νεανίαις ἀναβεβηκόσιν εἰς τὸ ἅρμα, οἶνόν τε μελίφρονα δίδωσιν ὁ βασιλεὺς ἐν δέπαϊ χρυσέῳ ἔχων ἐν χειρὶ δεξιτερῇ διὰ τὸ εὐοιώνιστον, ἵνα λείψαντε, τουτέστι σπείσαντες, κιοίτην ἤγουν ἀπέλθοιεν. καὶ 2. 95 χαίρετον, ὦ κοῦροι, φησὶ, καὶ Νέστορι ποιμένι λαῶν εἰπεῖν, τουτέστιν εἴπατε αὐτὸ τοῦτο τὸ χαίρειν. διατί; ἦ γὰρ ἔμοιγε πατὴρ ὣς ἤπιος ἦεν ἐν Τροίᾳ. (ῃερς. 156.) ἐπὶ δὲ τούτοις τῷ Τηλεμάχῳ εὐξαμένῳ, ὡς αἲ γὰρ ἐγὼ νοστήσας, τουτέστιν Ἰθάκηνδε κιὼν Ὀδυσεῖ ἐνὶ οἴκῳ εἴποιμι ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης ἔρχομαι. (ῃερς. 159.) αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλὰ, εἰ καὶ μὴ ὅσα ἐκεῖνος ἐκ Φαιάκων, ἐπέπτατό φησι δεξιὸς ὄρνις αἰετὸς, ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον ἥμερον ἐξ αὐλῆς, οἱ δ' ἰΰζοντες ἕποντο ἀνέρες ἠδὲ γυναῖκες. ὁ δέ σφιν ἐγγύθεν ἐλθὼν δεξιὸς ἤϊξε πρόσθ' ἵππων, οἱ δὲ ἰδόντες γήθησαν (ῃερς. 165.) καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. ὃ δὴ περίφρασίς ἐστι τοῦ γήθησαν. καὶ ὁ μὲν Νεστορίδης φράζεο δὴ Μενέλαε φησὶν εἴτε ἡμῖν τόδ' ἔφῃνε θεὸς τέρας ἢ σοὶ αὐτῷ, τέρας τὸ σημεῖον εἰπών. οὐ γάρ τι παρὰ φύσιν ἐπράχθη, ἵνα καὶ τέρας εἴη. (ῃερς. 169.) Μενέλαος δὲ μερμήριζεν, ὅπως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας, ὅ ἐστιν ἐμελέτα σκεπτόμενος, πῶς ἂν προσηκόντως νοήσας ἀποκριθείη. οὕτω γὰρ οἶδε φράζειν ὁ ποιητὴς, οἷα μὴ εἰδὼς τὴν παρὰ τοῖς ὕστερον δραματικὴν ἢ καὶ ἀλλοίαν ὑπόκρισιν. (ῃερς. 171.) Ἑλένη δὲ ἐν τοσούτῳ τανύπεπλος ὑποφθαμένη, τουτέστι φθάσασα καὶ προλαβοῦσα διὰ ὀξύτητα φύσεως καὶ ἀγχίνοιαν, εὐφυὴς γὰρ καὶ ἐν τοῖς φθάσασι δέδεικται, λύει τὸ ἄπορον πρὸ τοῦ ἀνδρὸς, εἰποῦσα· κέκλυτέ μευ, αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω. ἃ δὴ καὶ ἀλλαχοῦ κεῖνται. (ῃερς. 174.) ὡς ὅδε χῆν' ἥρπαξεν ἀτιταλλομένην ἐνὶ οἴκῳ ἐλθὼν ἐξ ὄρεος ὅθι οἱ γενεή τε τόκος τε, ὣς Ὀδυσσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς οἴκαδε νοστήσει καὶ τίσεται, (ῃερς. 177.) ἠὲ καὶ ἤδη οἴκοι ἐστὶ μνηστῆρσι κακὸν πάντεσσι φυτεύων, νοήσασα, ὡς εἰκὸς, ἡ Ἑλένη τοῦτο ἐκ τοῦ ἅμα τῇ εὐχῇ τὸν ῥηθέντα φανῆναι χηνοφόρον ἀετὸν, ἢ καὶ ἐκ τοῦ ἐγγύθεν ἐλθεῖν δεξιόν. καὶ ὁ Τηλέμαχος τὴν τοῦ τέρατος λύσιν μαθὼν καὶ εὐξάμενος οὕτω γενέσθαι καὶ εἰπὼν, ὡς εἰ τοῦτο γένηται, καὶ κεῖθι, τουτέστιν ἐν τῇ Ἰθάκῃ θεῷ ὣς εὐχετοῴμην, ἤγουν εὐχοίμην ἄν σοι δίκην θεοῦ, ἐφ' ἵπποιϊν μάστιν βάλε καὶ ἤρξατο ἀπέρχεσθαι, ἡνιοχῶν αὐτὸς ἐνταῦθα οἷα ἐκ τοῦ Πεισιστράτου ἤδη μαθών. ταπρῶτα γὰρ ἐκ Πύλου εἰς τὴν Σπάρτην ἐκεῖνος ἡνιόχευεν. (ῃερς. 150.) ἐν τούτοις δὲ καὶ λέξις κεῖται ποιητικὴ τὸ, δέπαϊ δεδισκόμενος, ὅ ἐστι δεξιούμενος, ὃ ἐν ἄλλοις δειδισκόμενος ἔφη ὡς ἀπὸ τοῦ δέχω, δέκω, δίσκω, δεδίσκω, καὶ δειδίσκω κατὰ διχρόνου ἐπένθεσιν. (ῃερς. 155.) Ἔτι καὶ λόγος ἐνταῦθα κεῖται ἀνδρὸς ἀγγελιαφόρου τὸ, καὶ λίην κείνῳ γε ὡς ἀγορεύεις πάντα τάδ' ἐλθόντες καταλέξομεν. (ῃερς. 160.) Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς περὶ τοῦ ῥηθέντος τέρατος τὸ μὲν ὄρνις γενικὸν, εἶδος δὲ ὁ αἰετὸς, ἢ καὶ ἄλλως ὄρνις συνήθως ὁ σημαντικὸς τοῦ μέλλοντος οἰωνὸς, ὃς δεξιὸς ἐνταῦθα ἐπιπετασθεὶς ἀγαθὰ οἰωνίζεται. (ῃερς. 161.) Ἀργὴν δὲ χῆνα λέγει μὲν τὴν οἰκουρὸν καὶ, ὡς αὐτός φησιν, ἥμερον καὶ ἀτιταλλομένην ἐν οἴκῳ. δηλοῖ δὲ καὶ διὰ τῆς κατοικιδίου ταύτης χηνὸς τοὺς μνηστῆρας. οἰκουρὸς γὰρ καὶ αὐτὴ καὶ κατ' ἐκείνους πολύφαγος καὶ ἀπὸ τοῦ χαίνειν καὶ χανδὸν ἐσθίειν καλουμένη. καὶ ἐν τοῖς ἑξῆς δὲ χῆνες καθ' ὕπνον διὰ ταῦτα ἐν ὀνείρῳ οἱ μνηστῆρες ὀπτάνονται τῇ Πηνελόπῃ. καὶ τοῦτο μὲν διὰ τὸ βορὸν καὶ οἰκουρὸν, ἐν δὲ τοῖς ἑξῆς καὶ κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελος ἐν ποσὶ τίλλει ἔχων πέλειαν, παρὰ δὲ καταχέει ἔραζε, τὸν ὄλεθρον καὶ αὐτὸς ὑποσημαίνων τῶν μνηστήρων, εἰς πελείας νοουμένων, αἳ διὰ δειλίαν καὶ τρήρωνες λέγονται ὡς εὔτρεστοι. Θηλυκῶς δὲ ἡ χὴν πρὸς ἔμφασιν τῆς τῶν μνηστήρων ἀσθενείας. οὐ γὰρ μόνον ἥμερος χὴν ἀλλὰ καὶ θήλεια τῷ Ὀδυσσεῖ ἀετῷ κατέχεται. ὡς ὅ γε ἄγριος χὴν οὐχ' οὕτως ἀγεννής. ὡς δὲ καὶ ἀρσενικῶς ποτὲ λέγεται ὁ χὴν, καὶ ὡς περισπούδαστα ἦσαν κατὰ ῥώμην τὰ χήνεια ἥπατα, οἱ παλαιοὶ δηλοῦσι. παρ' οἷς καὶ χάριτος ὄφλονται ὑπὸ Ῥωμαίων χῆνες, ὡς περιποιησάμενοί ποτε αὐτοῖς διὰ νυκτέρου κραυγῆς τὴν ἀκρόπολιν κλεπτομένην ὑπὸ πολεμίων. ὡς δὲ ἀπὸ τοῦ χαίνειν οὐ μόνον χὴν καὶ χανδὸν ἀλλὰ καὶ ἰχθὺς χάννος διπλάζων Αἰολικῶς τὸ ἀμετάβολον, ἴσασιν οἱ ἐτυμολόγοι. ἐκ τοῦ χῶ δὲ τὸ χωρῶ γίνεται τὸ χαίνω ὁμοίως τῷ ῥῶ ῥαίνω καὶ τοῖς τοιούτοις· Ἰστέον δὲ ὅτι χαίνειν λεγομένου καὶ τοῦ λαλεῖν ὡς ἐκ τοῦ παρακολουθοῦντος τοῖς λαλοῦσι, καθὰ δηλοῖ Σοφοκλῆς ἐν τῷ μαστιγοφόρῳ, ἐκεῖθεν γίνεται προχάνη ἡ πρόφασις. καὶ εἰσὶ δύο αὗται λέξεις ταυτοδυνάμενοι. διότι γὰρ ταυτὸν τραγικώτερον τὸ χαίνειν καὶ τὸ φάσκειν εἰς ἶσον ἥκουσιν ἑρμηνείας καὶ ἡ προχάνη καὶ ἡ πρόφασις. οἱ δὲ ἀετώδεις ὄνυχες βελῶν δηλοῦσιν ὀξύτητα, δι' ὧν οἱ μνηστῆρες πίπτουσι. τὸ δὲ πέλωρον τῆς χηνὸς τὸ τῶν μνηστήρων αἰνίττεται κατ' αὐτοὺς εἰπεῖν ὑπερφίαλον. (ῃερς. 162.) Τὸ δὲ ἰΰζειν φωνὴ 2. 96 καὶ αὐτὸ ἄσημος, ἀφ' ἧς καὶ ἡ ἴυγξ παράγεται καὶ ὁ ἰυγμός. εἰσὶ δὲ ἰΰζοντες ἀνέρες καὶ γυναῖκες οἱ ἐπὶ τῷ θανάτῳ τῶν μνηστήρων κλαυσόμενοι οἰκεῖοι, οὓς δὴ μνηστῆρας μικρὸν ὕστερον ἁρπάσει τοῦ βίου ἐλθὼν ὁ ἀετὸς Ὀδυσσεὺς ἐξ ὄρεος τοῦ κατὰ τὴν ἐσχατιὰν ἀγροῦ. Τὸ δὲ ἰΰζοντες ἀνέρες ἠδὲ γυναῖκες οὐκ ἀπέοικε τοῦ, Μοῦσαι καλαὶ καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω. ὡς γὰρ ἐκεῖ πρὸς τὸ ἑνικὸν ἀρσενικὸν, οὕτω κἀνταῦθα πρὸς τὸ ἀνέρες ἡ σύνταξις γέγονε. (ῃερς. 164.) Τὸ δὲ πρόσθεν ἵππων ἑρμηνεία ἐστὶ τοῦ ἐγγύθεν. ἄμφω δὲ σημεῖον εἰσὶ τοῦ μὴ ἑτέρῳ τινὶ ἀλλὰ τοῖς ἐπὶ τοῦ ἅρματος φανῆναι τὸ τέρας. (ῃερς. 171.) Τανύπεπλος δὲ ὅτι τε γυναικός ἐστιν ἐπίθετον, καὶ τίς ὁ τῆς λέξεως ταύτης νοῦς, δηλοῦται ἀλλαχοῦ. (ῃερς. 175.) Γενεὴ δὲ νῦν ἐπὶ ὀρνέων, ὡς καὶ ἀλλαχοῦ καὶ ἐπὶ φύλλων καὶ ἐπὶ ἵππων καὶ οὐ μόνον ἐπὶ ἀνθρώπων. δῆλον δὲ καὶ ὅτι τὸ ῥηθὲν περὶ τοῦ οἰωνοῦ πλάσμα εὔελπιν ἀποκαθιστᾷ τὸν Τηλέμαχον εἰς Ἰθάκην καὶ εὐπαράδεκτον αὐτῷ ποιεῖ τὸν πατρικὸν ἀναγνωρισμόν. τὸ δὲ, ἐφ' ἵπποιϊν μάστιν βάλεν, ὅμοιόν ἐστι τῷ, ἐπέβαλεν ἱμάσθλην. (ῃερς. 182.) γίνεται δὲ ἡ μάστις ἀπὸ τοῦ μαστίω μαστίσω, ὥς περ ἡ μάστιξ ἀπὸ τοῦ μαστίζω μαστίξω. (ῃερς.

Intertext edge

Open linked passage

Note