Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
114.1.1
) Τί δὲ τὸ ἄναλτον, πρὸ ὀλίγων εἴρηται. νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι Δεινάρχου ἄναλτον εἰπόντος τὸ παρ' ἄλλοις ἄναλον, ἤγουν τὸ χωρὶς ἁλῶν, ἐνταῦθα οὐκ ἔστι νοῆσαι τοιοῦτον τὸν Ἶρον ὡς δῆθεν ἀχρεῖον καὶ μὴ ἅλμην ὃ δὴ λέγεται ἔχοντα καὶ, ὅ φασιν, ἀνάρτυτον καὶ ἀηδῆ, ὡς ἐκ μεταφορᾶς ἐδεσμάτων οὐκ ἐχόντων ἅλας, ἀλλὰ τὸν ἀπλήρωτον, ἤγουν ἀκόρεστον. Τὸ δὲ ἀλητεύειν ἐν δήμῳ παραπέφρασται πρὸς τὸ, ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος. Κλεηδὼν δὲ ἀπὸ τοῦ κλέω τὸ φημίζω, καθάπερ ἀπὸ τοῦ κλήζω δισυλλάβου ἡ κληδών. εἰ δὲ καὶ τραπείη κατ' ἔκτασιν ἡ κλεηδὼν ἐν τῇ ἀρχούσῃ, κληηδὼν γίνεται. Τὸ δὲ, ἔς περ ὀπίσω, γράφεται καὶ ὥς περ ὀπίσω. καὶ ἔχει καὶ τοῦτο τὴν αὐτὴν ἔννοιαν, ὡς ἰσοδυναμοῦντος τοῦ ˉως τῇ ˉες προθέσει. (ῃερς. 125.) Ὅτι ἀγαθοῦ δῆθεν ἀνδρὸς τοῦ Ἀμφινόμου πειραθεὶς ὁ Ὀδυσσεὺς ἐκλαλεῖ πρὸς αὐτὸν ἠρέμα τινὰ πρὸςτὴν ὑπόθεσιν. καὶ πρῶτα μὲν συναρπάζει αὐτὸν τῇ κατ' ἐκεῖνον γενεαλογίᾳ καὶ ἐπαίνῳ τῷ εἰς αὐτόν· εἶτα καὶ περὶ τῆς κατ' ἄνθρωπον διαλεχθεὶς ἀθλιότητος, ὅτε θεός τινα ἐάσει περιπεσεῖν αὐτῇ, λέγει τι καὶ κατὰ τῶν μνηστήρων, ὡς ἐγχωρεῖ, καταπαύσας τὸν λόγον εἰς μέλλον δεινόν· εἴ πως ἐκφοβήσει αὐτὸν, καθὰ καὶ Ἀντίνοος πρὸ ὀλίγων ἀπειλησάμενος, τὸν Ἶρον ἐξέπληξε. καὶ οὕτω σχήματι καὶ ἐν τοῖς μνηστῆρσι τεχνᾶται. φησὶ γοῦν· Ἀμφίνομε, ἦ μάλα μοὶ δοκέεις πεπνυμένος εἶναι. τοιούτου γὰρ πατρὸς, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, Νῖσον Δουλιχιῆα ἐΰν τ' ἔμεν ἀφνειόν τε. τοῦ σ' ἔκ φασι γενέσθαι. ἐπήτῃ δ' ἀνδρὶ ἔοικας. τοὔνεκά τοι ἐρέω· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο πάντων, ὅσσα τεγαῖαν ἐπιπνέει τε καὶ ἕρπει. οὐ μὲν γάρ ποτέ, φησι, κακὸν πείσεσθαι ὀπίσσω, (ῃερς. 133.) ὄφρ' ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ' ὀρώρῃ, οἷα τῆς ἀγαθῆς ἐλπίδος ἐπαγομένης αὐτόν. ἀλλ' ὅτε δὴ καὶ λυγρὰ θεὸς τελέσει, καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ. (ῃερς. 135.) τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ' ἦμαρ ἄγῃσι θεός· τουτέστιν ὁποῖα ἂν εἴη τὰ προσπίπτοντα, τοιοῦτος ἐστὶ καὶ ὁ νοῦς, ἐν εὐτυχίαις συνεξαιρόμενος, ἐν δὲ τοῖς ἀνάπαλιν ταπεινούμενος καὶ ὅλως τοῖς πράγμασι συνεξομοιούμενος καὶ πρὸς τὰ παραπίπτοντα σχηματιζόμενος. καὶ οὕτω μὲν τὴν γνώμην ἑρμηνεῦσαι καλόν· εἰπεῖν δὲ ὅτι κατὰ τὸ κατάστημα τῶν περὶ τὸν Δία ἤτοι αἰθέρα διατελεῖται καὶ ἡ καθ' ἀνθρώπους ἡμέρα ἡ κατὰ βίον, ἢ καὶ ὅτι πρὸς τὰς ἡλιακὰς ἡμέρας βιοῦμεν, ὁποῖόν τι καὶ τὸ τοῦ Ὀρφέως καὶ Ἡσιόδου περὶ ἡμερῶν, παλαιὸν μὲν καὶ αὐτὸ, ἀλλοῖον δέ τι παρὰ τὰ δοκοῦντα κοινῶς. (ῃερς. 138.) ὁ δέ γε ξεῖνος Ὀδυσσεὺς ἐκ τοῦ γνωμικοῦ συνήθως εἰς τὸ καθ' ἑαυτὸν μερικὸν καταβαίνων πλασματικῶς μέντοι ἐπιφέρει· καὶ γὰρ ἐγώ ποτ' ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, πολλὰ δ' ἀτάσθαλ' ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων, πατρί τ' ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισιν. ὃ δὴ λόγος ἀνδρὸς μεταμελομένου, ἐφ' οἷς ποτὲ πεπλημμέληκεν. (ῃερς. 141. σθθ.) εἶτα πάλιν εἰπὼν γνωμικῶς τῷ ἤγουν διὸ μή τις πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη, ἀλλ' ὅγε σιγῇ δῶρα θεοῦ ἔχοι, ὅ, ττι διδοίη, κάτεισιν αὖθις εἰς τὸ προτεθειμένον. καὶ φησὶ θαυμαστικῶς ἐν ἀσυνδέτῳ σχήματι· (ῃερς. 143.) οἷ' ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας, κτήματα κείροντας, καὶ ἀτιμάζοντας ἄκοιτιν ἀνδρὸς, ὃν οὐκέτι φίλων καὶ πατρίδος αἴης δηρὸν ἀπέσεσθαι, μάλα δὲ σχεδὸν, εἶναι δηλαδή. ἀλλὰ σὲ θεὸς οἴκαδ' ὑπεξαγάγοι, τουτέστιν εἰς τὸ Δουλίχιον, μηδ' ἀντιάσειας ἐκείνῳ ἐλθόντι. (ῃερς. 149.) οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω μνηστῆρας καὶ κεῖνον, ἐπειδὰν μέλαθρον ὑπέλθοι. (ῃερς. 151.) ὣς φάτο· καὶ σπείσας καὶ πιὼν μελιηδέα οἶνον, ἂψ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν, τῷ Ἀμφινόμῳ δηλαδὴ, ἑστῶτι ὀρθῷ περὶ αὐτὸν, ἕως ἐξέπιεν. (ῃερς. 153.) ἐφ' οἷς ἐκεῖνος ἔβη ἐξ οὐδοῦ κατὰ δῶμα, φίλον τετιημένος ἦτορ, νευστάζων κεφαλῇ. δὴ γὰρ κακὸν ὄσσετο θυμῷ ἢ θυμός. τοιοῦτον γὰρ ὁ δραστικὸς λόγος ὅτε ἀγαθοῦ ἀνδρὸς καθάψεται. θεῖον δὲ καὶ ἡ ψυχὴ, καί ποτε πρόοιδε πεισομένη τι κακόν. (ῃερς. 155.) ἀλλ' οὐδ' ὥς, φησι, πεισθεὶς φύγε κῆρα. ἐδάμη γὰρ Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ· ὅ περ προαναφωνητικῶς ἡ Ὁμηρικὴ Μοῦσα φησὶ, δηλοῦσα, ὡς, εἴ περ πεπνυμένος πεσεῖται, οὐδ' ἄν τις τῶν ἄλλων ἐκφευξεῖται. (ῃερς. 130.) Ἰστέον δὲ ὅτι τε χρήσιμον εἰς τὸ, οὐδὲν ἀκιδνότερον καὶ ἑξῆς, ἐκ τῶν Ἀθηναίου τὸ, ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπρὰ ὁ βίος ἐν ἑαυτῷ φέρει. ὃ δὴ Τιμοκλῆς τις εἰπεῖν λέγεται. καὶ ὅτι οὐκ ἀπίθανον εἰδέναι τὸν φαινόμενον ξεῖνον τοῦτον τὰ κατὰ τὸν Ἀμφίνομον· τοὔνομα μὲν γὰρ τούτου οἶδεν, ἐν τῷ οἴκῳ τοῦ ξενοδόχου ἄρτι μαθών· (ῃερς. 127.) τὸν δὲ Νῖσον εἰδείη ἂν ἐκ παλαιοῦ χρόνου καθὰ καὶ τὸν Ὀδυσσέα Ἕλλην ὤν. Σημείωσαι δὲ τὸ ἐΰν, πρωτότυπον ὂν τοῦ, ἠΰν τε μέγαν τε. ἐκεῖνο γὰρ ἀπὸ ἐκτάσεως ἔχει ἐν τῇ ἀρχούσῃ τὸ ˉη. (ῃερς. 128.) Τοῦ δὲ ἐπητῇ εὐθεῖα ὀξύτονος ὁ ἐπητὴς, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅ περ οἱ ὕστερον βαρύνουσι. δηλοῖ δὲ τὸν δεινὸν εἰπεῖν καὶ λόγιον. εἰ δὲ καινόν τι τοῖς ἄρτι δοκεῖ τὸ ἐπητὴς ὀξυνόμενον, ἔστιν ἐνθυμηθῆναι καὶ ἕτερα οὐχ' ὅμοια τῇ ὑστέρᾳ χρήσει· οἷον καὶ τὸ ἐρῆμον καὶ τὸ ἑτοῖμον καὶ τὸ τροπαῖον, ἀρχαῖα ὀνόματα, οἷς ἄλλως προπαροξυτόνως οἱ νῦν χρώμεθα. (ῃερς. 130.) Ἐν δὲ τῷ, οὐδὲν ἀκιδνότερον, Ζηνόδοτος μὲν ἔγραψεν οὐθὲν διὰ τοῦ ˉθ. τινὲς δὲ ἀντειπόντες αὐτῷ διὰ τὸ δοκεῖν διαφορὰν εἶναι τοῦ οὐδὲν καὶ οὐθὲν ἀπέδειξαν γενναῖον οὐδέν. ἀρέσκει δὲ τοῖς παλαιοῖς ἡ μετάθεσις τοῦ ˉθ καὶ τοῦ ˉδ εἰς ἄλληλα Αἰολέων εἶναι, οἷον τὸ οὐδὲν οὐθὲν, ἐξουδενῶ ἐξουθενῶ, μήδω μήθω, δάσος θάσος. Ἀκιδνότερον δὲ ἢ τὸ ἀσθενέστερον καὶ εὐτελέστερον κατὰ τοὺς γλωσσογράφους, καθ' οὓς καὶ ὑπερβολικῶς εἴρηται τὸ, μηδὲν ἀκιδνότερον εἶναι ἀνθρώπου, ἢ μᾶλλον ὑπομενετικώτερον, φερεπονώτερον, παρὰ τὸ μὴ κίδνασθαι ἤτοι χωρίζεσθαι καὶ πόῤῥω γίνεσθαι τοῦ ἐπισυμβαίνοντος. ὅτι δέ τινες καὶ παρὰ τὸ αἰκίζω τὴν λέξιν παράγουσιν, ἐν τοῖς φθάσασι δεδήλωται. (ῃερς. 131.) Τὸ δὲ, ὅσσα γαῖαν ἐπιπνέει τε καὶ ἕρπει, πρὸς διαστολὴν ἔφη τῶν μὴ ἐχόντων ταῦτα. οὐ γὰρ δή που καὶ ἐντόμων ζῴων καὶ σκωλήκων καὶ ἰχθυδίων καὶ ζῳοφύτων καὶ τῶν τοιούτων ἀκιδνότερον ὁ ἄνθρωπος. Ἕρπειν δὲ ἁπλῶς ἐνταῦθα τὸ βαδίζειν φησίν. (ῃερς. 133.) ἀρετὴν δὲ τὴν εὐδαιμονίαν λέγει καὶ εὐθηνίαν τοῦ βίου, ἣν ἔχων ἄνθρωπος λέγει μὴ ἂν ἀνέξεσθαι, εἴ τί που καὶ πάθοι κακόν· ἀλλ' ὅτ' ἂν καὶ αὐτὸ πάθοι, φέρει ἀεκαζόμενος, τουτέστινἀέκων. ὧν θέμα πρωτότυπον τὸ ἀέκω. (ῃερς. 138.) Τὸ δὲ, ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, ἐπιεικῶς εἴρηται ἀντὶ τοῦ ἔοικα. ὀκνεῖ γὰρ εἰπεῖν ὡς ὄλβιος ἦν. (ῃερς. 139.) Τὸ δὲ ἔρεξα δι' ἑνὸς ἐκφέρεται ῥῶ κοινῶς, οὐ μὴν Ἀττικῶς. (ῃερς. 140.) Τὸ δὲ πίσυνος ὅτι τε Συρακουσίων γλώσσης ἐστὶ καὶ ὅτι ἀπὸ τοῦ πείθω πείσω γίνεται ἀποβολῇ τοῦ ˉε τῆς διφθόγγου καὶ ὅτι τὸν θάρσυνον καὶ πεποιθότα δηλοῖ, καὶ ἐν ἄλλοις εἴρηται. (ῃερς. 142.) Σιγὴν δὲ τὴν ἁπλῶς ἠρεμίαν καὶ τὸ ἐντεῦθεν πρᾷον δηλοῖ ἐν τῷ, σιγῇ δῶρα θεοῦ ἔχοι. Τὸ δὲ, ὅ, ττι διδοῖεν, κατέλευσίς ἐστι συνήθης τῷ ποιητῇ ἐκ πληθυντικοῦ εἰς ἑνικόν. (ῃερς. 143.) Τὸ δὲ μηχανόωντας, κείροντας, ἀτιμάζοντας, ἠρέμα καλλωπίζει τὸν καταφορικὸν ἐνταῦθα λόγον, ἵνα τι καὶ μορφῆς τῆς πρὸς χάριν ὁ λόγος ἔχῃ τῷ ῥήτορι. Ὅρα δὲ τὸ μηχανόωντας ἐνεργητικῶς λεχθέν. τὸ μέντοι ῥῆμα παθητικῶς ἀεὶ ἐκφωνεῖσθαι εἴωθεν, ὡς δηλοῖ τὸ μηχανάασθαι καὶ τὸ κακὰ μηχανόωνται. (ῃερς. 149.) Τὸ δὲ, οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω, καὶ παροιμιῶδες γέγονε, δηλοῦν, ὡς οὐ δίχα μάχης λυθήσεται τὰ τῆς ἔριδος. (ῃερς. 150.) Τὸ δὲ, ὑπέλθοι μέλαθρον, ἀντὶ τοῦ εἰσέλθοι κεῖται. καὶ δοκεῖ καιριώτερον εἶναι τὸ ὑπέλθοι τοῦ εἰσέλθοι. (ῃερς. 154.) Τὸ δὲ, νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμὸς, ἔστι λέγειν ἐπὶ τοῦ ἠλλοιωμένου τὴν ὄψιν διὰ καραδοκίαν κακοῦ. τὸ δὲ οὕτω νευστάζειν ἑρμηνεύσει ἐν τοῖς ἐφεξῆς ὁ ποιητὴς διὰ τοῦ Θεοκλυμένου. (ῃερς. 160.) Ὅτι ἀρκέσει τῇ Πηνελόπῃ μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα θυμὸν μνηστήρων, ἰδὲ τιμήεσσα γένοιτο μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος, ἢ πάρος ἦεν· τουτέστιν, ἵνα καὶ τοὺς μνηστῆρας διαχέῃ ἐλπιδοκοπήσασα γάμου ὑποσχέσει καὶ τιμήεσσα γένοιτο μάλιστα τῷ ἀνδρὶ καὶ τῷ υἱῷ ὡς ἄριστα μεθοδεύσασα καὶ μεταχειρισαμένη τὴν ῥηθησομένην δημηγορίαν κερδαλεώτατα. καὶ ἔστι τοῦτο προθεωρία τῶν ἐφεξῆς καὶ προέκθεσις, ἐν οἷς ἡδονὴν ἀνακεράσει τοῖς προηγησαμένοις πικροῖς· οἷα τοῦ Ὀδυσσέως καὶ τοῦ Τηλεμάχου, ἀνθ' ὧν ἐδυσφόρησαν, εὐφρανθησομένων, ἐφ' οἷς ἡ Πηνελόπη τεχνάσεται, ἰδίᾳ δὲ αὖθις τοῦ Ὀδυσσέως, ἐφ' οἷς οὕτω χρόνιος καλὴν αὐτὴν εἶδε, καὶ οἵαν ταχὺ αὐτὸν ἐρεθίσαι πρὸς ἄμυναν. (ῃερς. 163.) καὶ τέως ἐνθυμηθεῖσα καθ' ἑαυτὴν ἡ γυνὴ ἐμφανισθῆναι τοῖς ἐρασταῖς ἐκκαλύπτει τοῦτο τῇ Εὐρυνόμῃ συγκαθημένῃ, ὡς εἰκός. ἡ γὰρ Εὐρύκλεια τῶν ἐνδοτέρω ἦν. φησὶ γοῦν ὁ ποιητὴς οὕτως· ἀχρεῖον δ' ἐγέλασε καὶ εἶπεν· Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, ἤγουν οὐκ ἐκ πολλοῦ, μνηστήρεσσι φανῆναι ἀπεχθομένοισί περ ἔμπης· παιδὶ δέ κεν εἴποιμι ἔπος κέρδιον αὐτῷ, μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, (ῃερς. 168.) οἵ τ' εὖ μὲν βάζουσι, κακῶς δ' ὄπιθεν φρονέουσιν. ᾧ περ ὅμοιον τὸ, ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδομεύοντες. καὶ οὕτω μὲν ἡ Πηνελόπη, διδάσκοντος τοῦ ποιητοῦ, τὰ μὴ πάρος βεβουλευμένα διὰ τὸ αὐτοσχέδιον εἰς σκέψιν προτίθεσθαι. (ῃερς. 171.) ἡ δὲ Εὐρυνόμη συναινέσασα φανῆναι τοῖς ἐρασταῖς τὴν δέσποιναν, ἐθέλει καὶ καλλωπισθῆναι αὐτήν. ἴθι γάρ, φησι, χρῶτ' ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· μηδ' οὕτω δάκρυσι πεφυρμένη πρόσωπα ἔρχευ· (ῃερς. 174.) ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. ὃ δὴ γνωμικὸν ὂν καὶ μετ' ὀλίγα κεῖται. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα ἠρῶ γενειήσαντα ἰδέσθαι. (ῃερς. 178.) ἡ δέ γε Πηνελόπη μὴ ἀνασχομένη τὴν Εὐρυνόμην τοιαῦτα παραυδᾶν οὐκ ἐθέλει χρῶτ' ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ καὶ ἀνακαλεῖσθαι κάλλος τὸ πάλαι ἀπολωλός· οὔτε γὰρ ἡ οὕτω σώφρων φιλεῖ περίαπτον ὡραϊσμὸν, ἀλλὰ στέργει τῇ κατὰ τὸν εἰπόντα σωτηρίῳ φύσει. καὶ οὐδὲ ἐπεπόλαζε τότε ἡ τῶν μυρεψῶν, φασὶ, περιεργία, ἀλλὰ παρὰ τοῖς ὕστερον ηὔξηται, ὥστε, καθά φησιν ὁ κωμικὸς Ἄλεξις, οὐδ' ἂν κωλυμβᾶν εἰς κολυμβήθραν μύρου ἀρκεῖσθαί τις ἂν δύναιτο. διό, φασιν, Ὅμηρος τὴν τοῦ μύρου φύσιν εἰδὼς, ὅμως οὐκ εἰσήγαγε μυραλοιφομένους ἥρωας, πλὴν τὸν τρυφερὸν Πάριν, περὶ οὗ ἐν τῇ ˉγ ῥαψῳδίᾳ ἔφη τὸ, κάλλεϊ στίλβων, ἤγουν γεγανωμένος τὴν ὄψιν, οὐχ' ἁπλῶς, ἀλλ' ὡς εἰ καὶ κάλλεϊ ἔστιλβε, μύρῳ δηλαδὴ, δι' οὗ εὐπρόσωπος ἡ θέα γίνεται, ἵνα ᾖ ὥς περ τὸ, μάρναντο δέμας πυρὸς ἀντὶ τοῦ ὡς πῦρ, οὕτω καὶ στίλβων κάλλεϊ τὸ λάμπεσθαι τὴν ὄψιν, ὡς εἴ περ κάλλεϊ τὸ πρόσωπον ἐκέχριστο. τοῦ δὲ τοιούτου κάλλους μετ' ὀλίγα μεμνήσεται ὁ ποιητής. καὶ οὕτω μὲν ἡ Πηνελόπη ὀκνεῖ διορθοῦσθαι τὴν φύσιν καὶ περιττοτέρα φαίνεσθαι αὑτῆς καὶ τὴν εἰκόνα τοῦ ἐκ γενέσεως προσώπου διαγράφειν εἴτε μεταγράφειν, καὶ μάλιστα τοῦ ἀνδρὸς ἀποδημοῦντος, οὗ πρὸς ἀρέσκειαν ἔμελλεν ἑαυτὴν ἀγλαΐζειν μὴ τοιαύτη νῦν οὖσα. (ῃερς. 180.) ἀγλαΐην γάρ, φησιν, ἔμοι γε θεὸς ὤλεσεν, ἐξ οὗ κεῖνος ἔβη κοίλαις ἐπὶ νηυσί. καὶ αὐτὴμὲν οὕτως ἀπαρνεῖται καλλωπίσασθαι πρὸς τέχνην. τὸ δ' ἄλλως πως γίνεται φυσικῶς. γλυκὺς γὰρ οὕτω συμβὰν ὕπνος θεόθεν αὐτῇ χεύεται. εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δὲ οἱ ἅψεα πάντα αὐτοῦ ἐνὶ κλιντῆρι. (ῃερς. 190.) τέως δ' ἄρα, ἤγουν ἐν τοσούτῳ, Ἀθήνη ἄμβροτα δῶρα ἐδίδου, ἵνα μιν θηησαίατο Ἀχαιοὶ γενομένην ἑαυτῆς καλλίονα. (ῃερς. 192.) καὶ ἑρμηνεύων τὰ θεῖα δῶρα ἐπάγει· κάλλεϊ μέν οἱ πρῶτα πρόσωπα καλὰ κάθῃρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτ' ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δ' ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. καὶ ἡ μὲν Ἀθηνᾶ ποιήσασα οὕτως ἀπέβη. αὐτὴ δὲ ἀφυπνισθεῖσα ποιεῖ τὰ ἐφεξῆς. καὶ ἐπιφαίνεται ἀναγκαίως. εἰ γὰρ καὶ ἄλλοτε τοῖς μνηστῆρσι προὐνοεῖτο ἐμφανίζεσθαι, ἵνα ἐλπιδοποιῇ καὶ μὴ πάσχῃ βίαν, ἀλλὰ νῦν μάλιστα τοιαύτης οἰκονομίας χρεία τῷ ποιητῇ τά τε ἄλλα, καὶ ἵνα εἰς πλέον φιληθείη τῷ ἀνδρὶ πολλῶν ἕνεκεν. καὶ ἄλλως δὲ χρὴ τὸ τῆς μνηστηροφονίας ἔπαθλον τὴν καλὴν Πηνελόπην θεαθῆναι τῷ Ὀδυσσεῖ, ὡς ἂν ἐπὶ μᾶλλον πρόθυμος ἀγωνίζοιτο. (ῃερς.