Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
115.1.1
) Τὸ δὲ ῥυπόω ὅμοιον τῷ ὁρόω καὶ βοόω, ὡς δηλοῖ τὸ, ῥυπόωντα καθῇραι, γραφὲν κατὰ τὸ ὁρόωντα καὶ βοόωντα. Σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι τραγῳδικῶς τὰ περὶ τὸν Ὀδυσσέα νῦν ἐσχημάτισται. καὶ γάρ τοι παρὰ Αἰσχύλῳ κάθηνταί που πρόσωπα σιωπῶντα ἐφ' ἱκανὸν κατὰ σχῆμα ἢ πένθους ἢ θαυμασμοῦ ἤ τινος ἑτεροίου πάθους· καὶ ἔοικεν ἡ τραγῳδία ἐντεῦθεν λαβοῦσα τὰ τοιαῦτα σοφίζεσθαι. (ῃερς. 117. σθθ.) Ὅτι Ὀδυσσεὺς μετὰ τὸν ῥηθέντα τῆς γυναικὸς ἀκκισμὸν εἴτε καὶ τὴν εὐλάβειαν βουλευόμενος περὶ τῶν ἑξῆς φησὶ τῷ υἱῷ· ἡμεῖς δὲ φραζώμεθα ὅπως ὄχ' ἄριστα γένηται. καὶ γάρ τις ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· ἡμεῖς δ' ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ' ἄριστοι κούρων ἐν Ἰθάκῃ· τάδε σε φράζεσθαι ἄνωγα, δηλονότι εἴτε φευξόμεθα εἴτε καὶ μή. καὶ ἔστιν ἀπὸ τοῦ ἐλάσσονος τὸ ἐπιχείρημα, δηλοῦν ὡς, εἴ περ φεύγει ὁ ἁπλῶς ἕνα κτείνας ἐν δήμῳ ἤγουν δημότην ἄνδρα, πολλῷ πλέον ἂν φύγῃ τὴν πατρίδα κατά τι ἔθος ἀρχαῖον ὁ καὶ πολλοὺς καὶ ἀρίστους ἀνελών. καὶ οὕτω μὲν Ὀδυσσεύς. (ῃερς. 124.) Τηλέμαχος δὲ ἐπαινῶν τὸν πατέρα ἐπὶ συνέσει ἀμείβεται ὧδε· αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην μῆτιν ἐπ' ἀνθρώπους φασὶν εἶναι, οὐδ' ἄν τίς σοι ἄλλος ἀνὴρ ἐρίσειε κατὰ θνητῶν ἀνθρώπων. (ῃερς. 127.) εἶτα ἐκείνῳ μᾶλλον αὐτὸς καθηγητῇ χρῆσθαι θέλων τῷ ἐπὶ πείρᾳ καὶ γυμνασίᾳ ἐρωτήσαντι φησίν· ἡμεῖς δὲ ἅμα ἑψόμεθα, οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι ὅση δύναμίς γε πάρεστιν. ὃ καὶ ἐν ἄλλοις εἰπὼν ὁ ποιητὴς ἐπιφέρει ἐκεῖ τὸ, πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν. Καὶ σημείωσαι ὡς ὁ μὲν πολυμήχανος πατὴρ ἤδη πεπειραμένος ἀγαθοῦ τοῦ παιδὸς ἀπαιτεῖ συμβουλὴν ἐξ αὐτοῦ πειράζων ἢ καὶ παιδαγωγῶν. ὁ δὲ παῖς εὖ ποιῶν τῷ πατρὶ ἀποκαθιστᾷ τὴν βουλήν. ἀμέλει καὶ Ὀδυσσεὺς ἐξευρήσει τὸ πρακτέον ἐν τοῖς ἑξῆς καὶ τῇ γυναικὶ αὔριον τὰ κατὰ τὸν οἶκον ἐπιτρέψας, αὐτὸς ἐς τὸν ἀγρὸν ἀπελεύσεται καραδοκήσων τὸ μέλλον. τῷ τέως δὲ τὸ γενόμενον ἐπικρύψαι θέλων, πολὺς γὰρ ὁ ἐντεῦθεν κίνδυνος εἴ περ εὐθὺς ἄρτι τοῖς Ἰθακησίοις τὸ πρᾶγμα γνωσθήσεται, ἄλλα τέ τινα ἐπιτάσσει γενέσθαι καὶ ἀοιδὰς ἐξακούστους καὶ ὀρχήσεις φιλοπαίγμονας, ἵνα φαντασία γάμου παραχθέντες οἱ ἔξωθεν ἀκούοντες, ὡς τῆς δεσποίνης ἐπιλεξαμένης ἄνδρα, μήτε θαυμάσωσιν εἴ περ μὴ συνήθως οἱ μνηστῆρες ἕκαστος εἰς τὰ ἑαυτῶν ἐσκεδάσθησαν, μήτε ψηλαφήσωσιν ἐκείνους καὶ οὕτως αὐτίκα γένηται μέγα κακόν. οὗ ἕνεκα καὶ ἔφθη πρὸ τούτων συχνὰ ἐκλαλεῖσθαι, μέλλειν γαμηθῆναι τὴν Πηνελόπην, ἵνα δηλαδὴ πιθανολογηθῇ τὰ νῦν γραφόμενα. (ῃερς. 130. σθθ.) εἰσὶ δὲ ἃ λέγει Ὀδυσσεὺς ταῦτα, ὡς αὐτῷ δοκεῖ εἶναι ἄριστα· πρῶτα μέν, φησι, λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, δμωὰς δὲ ἀνώγετε εἵματα ἑλέσθαι. καλὰ τὰ πάντα καὶ ἄξια τοῦ φθάσαντος θειώματος. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο. τρυφώντων δὲ ταῦτα ἴδια. Ὀδυσσεὺς δὲ καὶ αἰτίαν τὴν προῤῥηθεῖσαν προστιθεὶς φησίν· ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσι· μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται ἀνδρῶν μνηστήρων, πρὶν ἡμᾶς ἐλθεῖν ἔξω ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δ' ἔπειτα φρασσόμεθ' ὅ περ ἂν κέρδος θεὸς ἐγγυαλίξῃ τουτέστι δώσει, ὡς καὶ ἐν ἄλλοις κεῖται. γίνεται τοίνυν οὕτω. καὶ, ἃ δὴ καὶ αὐτὰ τρυφὴν φράζει, λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, ὅπλισθεν δὲ γυναῖκες ὡς εἰς δαῖτα ἢ καὶ χορὸν καὶ ὄρχησιν. ὁ δ' εἵλετο θεῖος ἀοιδὸς φόρμιγγα γλαφυρὴν, ἐν δέ σφισιν ἵμερον ὦρσε μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, τοῦ καὶ ἄλλως ἐν δέοντι φιλοπαίγμονος. οἷς τὸ ἐνδόσιμον καὶ ὁ ἐπ' αὐτοῖς ἵμερος ἐκ τῆς ἀοιδῆς. διὸ καὶ μολπὴ κατά τινας ἡ τῶν παιζόντων, ἐπειδὴ τοιαῦτα τῷ μέλει ἕπεται. τοῖς δέ, φησι, μέγα δῶμα περιστοναχίζετο ποσσὶν ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν. εἰς τοσοῦτον δὲ ἦν πολὺς ὁ ἦχος, ὥστε καὶ τοῖς ἔξω ἀκουσθῆναι καθὰ ἤθελεν Ὀδυσσεύς. (ῃερς. 148. σθθ.) φησὶ γοῦν ὁ ποιητής· ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν. σχετλίη, οὐδ' ἔτλη πόσιος οὗ κουριδίοιο εἴρυσθαι μέγα δῶμα διαμπερὲς ἕως ἵκοιτο. (ῃερς. 152.) εἶτα ὁ ποιητὴς κατακλείων τὸ νόημα συμπληρωτικῷ σχήματι φησίν· ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο. Ἐν οἷς σημείωσαι καὶ ὡς ἡ λοξὴ τῆς Πηνελόπης εὐχὴ τετέλεσται νῦν· εἶπε γὰρ ἐκείνη, ὡς νὺξ ἔσται ὅτε στυγερὸς γάμος ἀντιβολήσει. καὶ ἰδοὺ νὺξ ἄρτι ἐστὶ, καθ' ἣν γάμος συντελεῖται στυγερὸς τοῖς μνηστῆρσι καὶ τοῖς ἐκείνων. (ῃερς. 119.) Ἀοσσητὴρ δὲ καὶ ἐν τοῖς ῥηθεῖσι, καθὰ καὶ ἐν ἄλλοις, ὁ δίχα ὄσσης βοηθῶν, τουτέστιν ὁ ἕτοιμος καὶ ἀπροφάσιστος ἐπίκουρος. (ῃερς. 120.) Τὸ δὲ φεύγεσθαι τὰς πατρίδας ὑπὸ τῶν φονευσάντων καθωμίληται, εἰ μή τι ἄρα ποινὴν τίσει ὁ φονεὺς τὴν συνδόξασαν· τότε γὰρ ἐᾶται μένειν ἐν δήμῳ, καθὰ ἐδήλωσε καὶ ἡ Ἰλιάς. Ἐν δὲ τῷ, πηοὺς προλιπὼν, τῷ τῶν πηῶν ἤτοι ἀγχιστέων ὀνόματι τὴν πᾶσαν ὡς ἐκ μέρους δηλοῖ συγγένειαν. ἔφθη δὲ ὁ ποιητὴς καὶ τοὺς πηοὺς κηδίστους εἰπεῖν τοῖς ἀνθρώποις μεθ' αἷμα καὶ γένος αὐτῶν. (ῃερς. 121.) Ἕρματα δὲ πόλεως ἢ τὸν οἱονεὶ κόσμον, ὡς εἴ περ ἡ πόλις καθὰ καί τις γυνὴ ἐκαλλωπίζετο ὑπ' αὐτῶν οἷα τινῶν ἑρμάτων, ἃ δὴ κόσμου γυναικικοῦ εἶδος εἶναι προείρηται, ἢ τὰ στηρίγματα ὡς ἀπὸ τῶν κατὰ τὰς νῆας ἑρμάτων, ἅ περ αἱ μὴ ἔχουσαι ἀνερμάτιστοι λέγονται, ἢ καὶ ἄλλως τὰ κατὰ τοὺς στύλους ἢ κίονας ἑδράσματα. ὅθεν λαβὼν Λυκόφρων κίονα Τροίας λέγει τὸν Ἕκτορα ἐν τῷ· οἷον, κίον' ἀϊστώσεις δόμων. Ὅτι δὲ καὶ ἔρεισμα τὰτοιαῦτα εἰσὶ, δηλοῖ ἐκεῖνος ἐπαγαγών· ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας. δῆλον δὲ ὡς ἀπὸ τοῦ ἔρεισμα κατὰ συγκοπὴν τὸ ἕρμα γίνεται, δασυνθὲν αὐτὸ διὰ τὸ μετὰ ˉρ εὐθὺς κεῖσθαι τὸ ˉμ ὁμοίως τῷ Ἑρμῆς. ἑρμηνεία δὲ παρὰ τῷ ποιητῇ τοῦ, ἕρματα πόληος, ἐπαχθὲν εὐθὺς τὸ, οἳ μέγ' ἄριστοι. (ῃερς. 124.) Τὸ δὲ, ταῦτά γε λεῦσσε πάτερ φίλε, μεταλαβὼν Αἰσχύλος ἔφη τὸ, τάδε μὲν λεύσσεις φαίδιμ' Ἀχιλλεῦ, ὃ κεῖται παρὰ τῷ κωμικῷ. Τοῦ δὲ, ἀρίστην μῆτιν, ἑρμηνεία τὸ, οὐδέ κέ τίς σοι ἄλλος ἀνὴρ ἐρίσειεν, ἵνα εἴη ἀρίστη βουλὴ πρὸς ἣν οὐκ ἄν τις ἐρίσειε. (ῃερς. 125.) Τὸ δὲ, ἐπ' ἀνθρώπους, ἀντὶ τοῦ κατ' ἀνθρώπους· ἄλλως γὰρ ἐπ' ἀνθρώποις ὤφειλεν εἶναι. (ῃερς. 131.) Ἐν δὲ τῷ, ἀμφιέσασθε χιτῶνας, διὰ τῶν χιτώνων καὶ τὰ λοιπὰ εἵματα δηλοῖ. (ῃερς. 134.) Ἡ δὲ τοῦ Ὁμηρικοῦ θείου ἀοιδοῦ ἐνταῦθα ᾠδὴ ἐχρώζετο μὲν ὡς εἰκὸς τηνικαῦτα γαμηλίῳ νόμῳ. ἔστι δὲ κατὰ τὴν νεωτέραν χρῆσιν καί τις ἱλαρῳδία, εἰ καὶ τρόπον ἄλλον τὸ ἱλαρῳδεῖν τραγῳδοῖς ᾠκείωται. ὅτι δὲ ᾠδῆς πολλαὶ συνθέσεις καὶ διάφοροι, δηλοῖ καὶ Ἀθήναιος· οὐ γὰρ μόνον ῥαψῳδοὶ οἱ πολλαχοῦ δηλούμενοι, ἔτι δὲ καὶ τραγῳδοὶ ὧν δήλη καὶ ἡ τῆς κλήσεως ἐτυμότης καὶ ἡ τῆς τέχνης μεταχείρισις, ἀλλ' εἰσί τινες καὶ σημῳδοὶ διὰ τὸν Μάγνητα Σῆμον, ὃς μελῳδίαις βιβλιακαῖς ἐνδιέπρεψεν. ἔτι καλεῖτο δέ τις μελικὸς καὶ μαγῳδὸς, ἀνδρεῖα, φησὶ, καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενος. καί τις ἄλλος λυσιῳδὸς, ἐν ἀνδρείοις πρωσώποις γυναικεῖα φασὶν ὑποκρινάμενος. λέγει δὲ καὶ ὡς ἡ μὲν ἱλαρῳδία περὶ τὴν τραγῳδίαν ἦν σεμνὴ οὖσα, ἡ δὲ μαγῳδία περὶ τὴν κωμῳδίαν, κληθεῖσα φησὶν οὕτω παρὰ τὸ οἱονεὶ μαγικά τινα προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις. (ῃερς. 135.) Τοῦ δὲ, ἐκτὸς ἀκούων, ἑρμηνεία ἐστὶ τὸ, ἢ ἀν' ὁδὸν στείχων ἢ οἳ περιναιετάουσιν, ὅ περ καὶ ἐξαλλαγὴν ἐποίησε σχήματος· τὸ γὰρ ἁπλοῦν οὕτως· ἢ ἀν' ὁδὸν στείχων ἢ περιναιετάων ἄμφω δὲ περιπέφρασται· τὸ γὰρ ἀπερίφραστον ἦν, ἢ ὁδίτης ἢ γείτων. (ῃερς. 137.) Ἐν δὲ τῷ, κλέος εὐρὺ φόνου, κλέος φανερῶς τὴν φήμην λέγει, οὐ μὴν τὴν τιμήν. σαφηνίζων δὲ καὶ τὸ, κλέος εὐρὺ, ἐπάγει τὸ, κατὰ ἄστυ, πρὸςδιαφορὰν τῆς κατ' οἶκον· αὐτὴ γὰρ οὐκ εὐρὺ κλέος ἐστί. καὶ τὸ κατ' ἄστυ δὲ διαστολὴν φήμης δηλοῖ τῆς κατὰ χώραν ὅλην ἢ κατὰ χώρας· ἐκείνη γὰρ οὐ κατ' ἄστυ ἀλλ' ἐπὶ πλέον. Ἐνταῦθα δὲ σχῆμα ἐστὶ προαναφωνητικὸν τῶν ἐφεξῆς, ὅτι δηλαδὴ αὔριον οἱ ἀμφὶ τὸν Ὀδυσσέα κατὰ τὸν ἀγρὸν γενόμενοι φράσονται τὰ ποιητέα. (ῃερς. 147.) Ἐν δὲ τῷ, καλλιζώνων τε γυναικῶν, ἀπὸ κοινοῦ νοεῖται τὸ παιζουσῶν. (ῃερς. 143.) αὗται δὲ καὶ ὁπλισθῆναι ἐλέχθησαν οὐ πάντως ἀρεϊκῶς, ἀλλ' εἰς ἑτοιμασίαν, ὡς ἐῤῥέθη, χοροῦ καὶ ἀμύμονος ὀρχηθμοῦ, ὁποῖος ὁ ἐν γάμοις καὶ ὁ ἐν ἑορταῖς καὶ ὁ ἐνόπλιος. (ῃερς. 144.) Ὅρα δὲ ὅτι τε κἀνταῦθα, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Δημόδοκον, πρὸς φόρμιγγα ἡ μολπὴ καὶ ἡ ὄρχησις, ὡς καὶ ἐν τῷ, οἱ δ' εἰς ὀρχηστὺν τρέψαντο καὶ ἱμερόεσσαν ἀοιδὴν, καὶ ὅτι καὶ γυναῖκες ἀψόγως ὠρχοῦντο ἐν καιρῷ. Ἰστέον δὲ καὶ ὅτι, ἐπεὶ τὸ ὀρχεῖσθαι οἱ παλαιοὶ ἔταττον καὶ ἐπὶ τοῦ κινεῖσθαι καὶ φέρονται εἰς τοῦτο καὶ χρήσεις, Ἴωνος μὲν τὸ, ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησε φρένας, Ἀνακρέοντος δὲ τὸ, καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ' ἐλαφρῶς, γίνοιτ' ἂν ὄρχησις ἐκ τοῦ ὀρέγω ὀρέξω ὤρεχα κατὰ συγκοπὴν, ὃ δὴ κίνησίν τινα δηλοῖ χειρῶν καὶ ποδῶν μυριαχοῦ. ὡς δὲ παρὰ τοῖς ὕστερον διάφορα εἴδη ὀρχήσεων εὕρηται, δῆλον ἐστίν· ἦν γοῦν καὶ τραγικὴ ὄρχησις ἡ καὶ ἐμμέλεια, καθ' ἣν Βάθυλλός, φασιν, Ἀλεξανδρεὺς νομίμως ὠρχήσατο, καὶ κωμικὴ δὲ, ἡ καὶ κόρδαξ καὶ σίκιννις, ἧς εὑρετὴς Σικιννός τις βάρβαρος ἢ Κρὴς, ἡ καὶ σατυρικὴ, ἐπεὶ καὶ οἱ Σάτυροι σικιννισταί. (ῃερς. 150.) Τὸ δὲ σχετλίη κἀνταῦθα ἐτυμολογῶν ὁ ποιητὴς ἐπήγαγε τὸ, οὐδ' ἔτλη τὸ τοῦ ἀνδρὸς φυλάσσειν δῶμα, δηλῶν ὅτι κυρίως σχέτλιος ὁ ὀφείλων σχέσθαι καὶ τλῆναι, ὅ ἐστιν ἐπιμεῖναι, ἵνα οὕτως ᾖ σχέτλιος ὁ μὴ τλὰς ἤτοι καρτερήσας. ἀσυνδέτως δὲ καὶ καθ' αὑτὸ εἴρηται τὸ σχετλίη εὐθείᾳ πτώσει κατὰ σχῆμα θυμοῦ ἢ θαύματος, ἵνα λέγῃ ἐλλειπτικῶς, ὅτι σχετλία ἐστὶν αὕτη· ἄλλως γὰρ κατὰ αἰτιατικὴν πτῶσιν ἐξενεχθῆναι ὤφειλεν, οἷον· ἔγημέ τις πολυμνήστην βασίλειαν σχετλίην. (ῃερς. 151.) Τοῦ δὲ, διαμπερὲς εἴρυσθαι, ἑρμηνεία τὸ, ἕως ἵκοιτο, ὡς χρεὼν ὂν φυλάττεσθαι διαμπερὲς τὸ τοῦ ἀνδρὸς δῶμα ἤγουν ἕως ἂν ἐπανέλθῃ ἐκεῖνος. ἔνθα καὶ ὅρα τὸ, ἕως ἵκοιτο, δηλοῦν ὡς ὑπῆν ἐλπὶς τοῖς ἐν Ἰθάκῃ νοστῆσαι τὸν Ὀδυσσέα, ὅθεν ἄδικοι τὸ τῶν μνηστήρων φῦλον μνώμενοι γυναῖκα τοῦ ἐλπιζομένου ἐπανελθεῖν. (ῃερς. 153. σθθ.) Ὅτι Εὐρυνόμη ταμίη λοῦσε καὶ χρῖσεν ἐλαίῳ τὸν Ὀδυσσέα ὡς ἔθος, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα. αὐτὰρ κὰκ κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη, ὅ περ ἐν τοῖς πρὸ τούτων χάριν ἔφη, εἰπών· κατέχευε δὴ χάριν κεφαλῇ τε καὶ ὤμοις. μείζονά τ' εἰσιδέειν καὶ πάσσονα καὶ ἑξῆς τὰ ἓξ ἔπη, ἅ περ ἐγράφη καὶ ὅτε Ὀδυσσεὺς ἐν τῷ Φαίακι ποταμῷ λουσάμενος ἐξηλλάγη εἰς κάλλος ἀργύρου δίκην, ὃς φύσει καλὸς ὢν καλλίων γίνεται δι' ἐπιχρώσεως χρυσοῦ. Σημείωσαι δὲ καὶ ὅτι ἐκεῖ μὲν τὸ, μείζονά τε εἰσιδέειν καὶ πάσσονα, εἶχε καὶ ῥῆμα τὸ θῆκε, καὶ ἔλεγεν ὅτι ἔθηκεν αὐτὸν ἡ Ἀθηνᾶ καὶ μείζονα ἰδέσθαι καὶ παχύτερον· ἐνταῦθα δὲ οὐ κεῖται ὅλως ῥῆμα προκλητικὸν τοῦ, μείζονα καὶ πάσσονα, καὶ ἔστιν ἡ σύνταξις κατ' ἔλλειψιν, ἵνα νοῆται οὕτω πως, ὥστε εἶναι τὸν Ὀδυσσέα μείζονά τε καὶ πάσσονα. καὶ ἄλλως δέ· εἰπὼν κατέχευε χάριν, διασαφεῖ αὐτὴν ἐπαγαγὼν τὸ, μείζονά τε εἰσιδέειν καὶ ἑξῆς, ἵνα λέγῃ χάριν εἶναι τὸ μέγεθος τῷ Ὀδυσσεῖ καὶ τὸ εὐλιπὲς καὶ τὸ περικαλλὲς, ἐξ ὧν γέγονεν ἀριπρεπής. Ἰστέον δὲ ὅτι λουτροῦ καὶ νῦν ἔπαινος τὰ ἐνταῦθα κείμενα περί τε κάλλους καὶ μεγέθους καὶ πάχους, ὡς τοιούτων δῆθεν γινομένων τῶν λουομένων. (ῃερς. 158.) λέγει δὲ καὶ ἐνταῦθα ὑακινθίνῳ ἄνθει ὁμοίας τὰς τοῦ Ὀδυσσέως τρίχας, ὡς καὶ ἐν ἐκείνῳ τῷ κατὰ τοὺς Φαίακας αὐτοσχεδίῳ λουτρῷ. (ῃερς. 166.) Ὅτι καθὰ πρὸ ὀλίγων ὁ Τηλέμαχος, οὕτω καὶ νῦν ὁ μεμφόμενος τὴν Πηνελόπην ἐπὶ σκληρότητι ψυχῆς φησί· δαιμονίη, περὶ σοί γε γυναικῶν θηλυτεράων κῆρ ἀτέραμνον ἔθηκε θεός. οὐκ ἂν ἄλλη γε ὧδε γυνὴ τετληότι θυμῷ ἀνδρὸς ἀφεσταίη, τουτέστιν ἀποσταίη ὡς προείρηται, ὃς κακὰ πολλὰ μογήσας εἰκοστῷ ἔτει ἐπανέλθοι. (ῃερς. 171.) εἶτα ὡς οἷον ἀπογνοὺς τὸ ἐκ τῆς γυναικὸς μειλίχιον ἢ καὶ ὡς μηκέτι ἐθέλων τὴν ἐξ αὐτῆς ὁμιλίαν ἢ καὶ ἠρέμα ἐν τῷ, στόρεσον λέχος, ὑποκινῶν μνήμην ἀριφραδέος σήματος, ὡς εὐθὺς φανεῖται, φησίν· ἀλλ' ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς λέξωμαι· ἦ γὰρ αὐτῇ γε σιδήρεος, ὡς καὶ προεγράφη, θυμός. (ῃερς. 174.) κἀνταῦθα ἡ Πηνελόπη οὐκέτι κατέχειν ἑαυτὴν ἔχουσα καὶ ἀναβάλλεσθαι τὴν πειθὼ, δαιμόνιε, φησὶν, οὔ τι μεγαλίζομαι οὐδ' ἀθερίζομαι οὐδὲ λίην ἄγαμαι· μάλα δ' εὖ οἶδα οἷος ἔησθα ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν, οἷος δηλαδὴ καὶ νῦν φαίνῃ· ὃ σεμνύνει τὸν Ὀδυσσέα ἐπὶ πολὺ, εἴ περ οἱ τοσοῦτοι χρόνοι οὐδὲν αὐτὸν ἐνήλλαξαν. (ῃερς. 177.) ἀλλ' ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρυκλεία, ἐκτὸς εὐσταθέος θαλάμου ὃ δὴ αὐτὸς ἐποίει, ὡς εἰρήσεται, ἢ τὸν αὐτὸς ἐποίει. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἔμβαλέ τ' εὐνὴν, κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. καὶ Ὀδυσσεὺς ἀκούσας τὸ, στόρεσον λέχος ἐκτὸς θαλάμου, καὶ τὸ, ἐκθεῖσαι τουτέστιν ἔξω θέμεναι πυκινὸν λέχος, ἀνακινεῖ τῇ μνήμῃ τὴν ἐῤῥιζωμένην κλίνην καὶ ἀμετακίνητον, ἣν ἐντὸς τοῦ θαλάμου αὐτὸς ἐκεῖνος ἔτευξε, καὶ ἀπορεῖ πῶς ποτὲ ἂν ἐκείνη ἐκτὸς εἴη τοῦ θαλάμου κειμένη ἡ τοιῶσδε καὶ τοιῶσδε τευχθεῖσα ποτὲ ὑπ' ἐμοῦ. καὶ οὕτως εὐαμόρφως λέγει τῇ γυναικὶ σῆμα τοῦτο ἕτερον παρὰ τὴν πολύγνωστον οὐλὴν, ὅ περ, ὡς καὶ προδεδήλωται, αὐτὸς οἶδε καὶ ἡ γυνὴ καὶ μία μόνη δούλη πιστὴ ἡ Ἀκτορίς. (ῃερς. 174.) ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι ἄρσεις μὲν ἔφη ἡ γυνὴ τὸ, οὐ μεγαλίζομαι οὐκ ἀθερίζω οὐκ ἄγαμαι, θέσιν δὲ οὐκ ἐπήγαγεν ὡς οἷα σπεύδουσα εἰς ἔργον, ὅ περ ἦν τὸ πειράσασθαι τοῦ δῆθεν ξείνου εἴ τί που οἶδε τῶν κατ' οἶκον κρυφιοδεστέρων. ὡς δὲ ἔγνω αὐτὸν τὸ περὶ τῆς κλίνης ἀκριβῶς ἀφηγησάμενον, τότε δὴ αἰτήσεται συγγνώμην τοῦ μὴ εὐθὺς ἅμα ἰδεῖν καὶ ἀγαπῆσαι τὸν Ὀδυσσέα καὶ προβαλεῖται δέος εὔλογον ἵνα μὴ ἀπατηθῇ. (ῃερς. 167.) Ἰστέον δὲ ὅτι κῆρ ἀτέραμνον συνήθως τὸ ἀτειρὲς καὶ σκληρὸν καὶ μὴ τέρεν· ὅθεν καὶ ἀτέραμνα σπέρματα τὰ κερασβόλα, περὶ ὧν λόγος ὡς, ἐὰν σπέρμα ἐν τῷ καταῤῥίπτεσθαι εἰς γῆν καιρῷ σπόρου πελάσῃ κέρατι ἀροῦντος βοὸς, σκληρὸν γίνεται καὶ δυσέψητον. καὶ λέγει Πλούταρχος ἐν τοῖς αὐτοῦ συμποσιακοῖς καὶ αἰτίαν τούτου τὴν ἐκείνῳ δοκοῦσαν. Κερασβόλα δὲ τὰ ῥηθέντα λέγονται διὰ τὸ κατὰ κεράτων βληθῆναι. ἐνταῦθα δὲ σημείωσαι ὅτι συνθέτως μὲν ἀτέραμνον τὸ μὴ τέρεν, ἀλλὰ δηλαδὴ ἀπεσκληρουμένον. οὐ μὴν καὶ τέραμνον ἀσυνθέτως τὸ τέρεν καὶ ἁπαλὸν, ἀλλ' ἡ τοῦ οἴκου στέγη, καθὰ σὺν ἄλλοις καὶ ὁ Λυκόφρων δηλοῖ. (ῃερς. 172.) Ἐν δὲ τῷ, σιδήρεος ἐν φρεσὶ θυμὸς, φανερῶς ἕτερον αἱ φρένες ψυχῆς, καθὸ καὶ σῶμα εἰσί. (ῃερς. 174.) Μεγαλίζεσθαι δὲ τὸ ἐπαίρεσθαι, ὡς καὶ ἐν Ἰλιάδι, μηδὲ μεγαλίζεο θυμῷ. (ῃερς. 175.) Τὸ δὲ, οὐδὲ λίην ἄγαμαι, ἀντὶ τοῦ, οὐκέτι λίαν ἐκπλήττομαι ὡς ἤδη ἐκ τῶν φθασάντων πιστουμένη τὰ κατὰ σέ. ὅτε δὲ καὶ περὶ τῆς κλίνης ἀκούσει, τότε εἴποι ἂν οὐχ' ὅτι οὐ λίην ἄγαμαι, ἀλλ' ὅτι οὐδόλως ἄγαμαι. Σημείωσαι δὲ καὶ ὅτι τρεῖς αἰτίας ἐμφαίνει ἀποστροφῆς ἐνταῦθα τῆς πρός τινα οἰκειοῦσθαι θέλοντα τὸ μεγαλίζεσθαι, τὸ ἀθερίζειν καὶ τὸ ἄγασθαι· ἢ γὰρ ἐξαθερίζει τις τὸν οἰκειούμενον, τουτέστιν ἐξουθενοῖ ὡς μὴ ἄξιον οἰκειώσεως, ἢ μεγαλίζεται ὡς μείζων ὢν ἐκείνου, ἢ ἄγαται τὴν αἰτίαν ἐννοούμενος τῆς ζητουμένης οἰκειώσεως. Περὶ δὲ τοῦ ἀθερίζω ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. (ῃερς. 179.) Ἐν δὲ τῷ, πυκινὸν λέχος, καὶ, ἔμβαλέ τ' εὐνὴν, δῆλον ὡς διαφέρει λέχος τε καὶ εὐνή. καὶ ἔστι λέχος μὲν ἡ κλίνη, πυκινὴ οὖσα ἵνα φέρειν ἔχει στεῤῥῶς τὰ ἐπικείμενα. διὸ ὑποκαταβὰς Ὀδυσσεὺς ἐρεῖ· λέχος ἔξεον ὄφρ' ἐτέλεσα. εὐνὴ δὲ τὸ παρ' ἡμῖν στρῶμα. διὸ ἑρμηνεύων ἐπάγει, κώεα καὶ χλαίνας καὶ ῥήγεα. (ῃερς. 181. σθθ.) Ὅτι τὰ περὶ τῆς ῥηθείσης κλίνης Ὁμηρικὰ ἔπη τοιαῦτα εἰσίν· αὐτὰρ Ὀδυσσεὺς ὀχθήσας ἐφ' οἷς ἡ γυνὴ ἔφη ἐκτὸς θαλάμου τὸ λέχος εἶναι, ὅ περ αὐτὸς Ὀδυσσεὺς ἐποίησεν, ἔφη· ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες. τίς δέ μοι ἄλλοσε θῆκε λέχος, τουτέστι μετέθετο; χαλεπὸν δέ κεν εἴη καὶ μάλ' ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ· ἀνδρῶν δ' οὐκ ἄν τις ζωὸς βροτὸς οὐδὲ μάλ' ἡβῶν ῥεῖα μετοχλίσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται ἐν λέχει ἀσκητῷ· τὸ δ' ἐγὼ κάμον, οὐδέ τις ἄλλος. (ῃερς. 190. σθθ.) εἶτα ἱστορῶν ἐνδιασκεύως, οἷόν τε τὸ λέχος καὶ ὅπως αὐτὸ ἤσκησεν Ὀδυσσεὺς, ἐπάγει ἀφηγηματικῶς· θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντὸς, ἀκμημὸς θαλέθων, πάχετος δ' ἦν ἠΰτε κίων· τῷ δ' ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ' ἐτέλεσα πυκινῇς λιθάδεσσι καὶ εὖ καθύπερθεν ἔρεψα, κολλητὰς δ' ἐπέθηκα θύρας πυκινῶς ἀραρυίας. καὶ τότ' ἔπειτ' ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, κορμὸν δ' ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ εὖ καὶ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνα ἑρμῖν' ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ, τὰ δεόμενα δηλαδὴ τρυπήματα. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ' ἐτέλεσσα, δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ καὶ ἐλέφαντι, ἐν δ' ἐτάνυσα ἱμάντα βοὸς φοίνικι φαεινόν. ἐφ' οἷς συμπληρῶν εὐκρινῶς τὸ διήγημα καί τι καὶ ὑπολαλῶν κατ' ἔμφασιν ἐνδοιαστικῶς περὶ τῆς κατὰ τὴν γυναῖκα ἕως νῦν σωφροσύνης φησίν· οὕτω τοι τόδε σῆμα πιφαύσκομαι, οὐδέ τι οἶδα εἴ μοι ἔτι ἔμπεδόν ἐστι γύναι λέχος, ἠέ τις ἤδη ἀνδρῶν ἄλλοσ' ἔθηκε ταμὼν ὑπὸ πυθμένα ἐλαίης. οὕτως εἶπεν ὁ ἀνήρ· τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματ' ἀναγνούσῃ ἅ οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεύς. οὐδὲ γὰρ εἶχεν ὑποπτεῦσαι ὡς ξένος ὢν ἐξ ἀκοῆς δὲ μαθὼν οἶδε τὰ περὶ τῆς κλίνης, ἣν αὐτὸς καὶ ἡ γυνὴ καὶ μία μόνη ἀμφίπολος ἐγίνωσκε. (ῃερς. 225. σθθ.) διὸ καὶ ἡ Πηνελόπη ἐρεῖ· νῦν δ' ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας εὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει, ἀλλ' οἶοι σύ τ' ἐγώ τε καὶ ἀμφίπολος μία μόνη Ἀκτορὶς, ἥν μοι δῶκε πατὴρ, ἣ νῶϊν εἴρυτο θύρας, πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα. ὃ καὶ πρὸ ὀλίγων εἴρηται. Καὶ ὅρα ὡς οὐ πάντα πᾶσι πιστευτέον τοὺς οἰκοδεσποτοῦντας· ἰδοὺ γὰρ ἀνδρῶν μὲν οὐδεὶς ἕτερος οἶδε τὰ τῆς κλίνης, οὐδὲ μὴν Εὐρύκλεια ἢ Εὐρυνόμη αἱ οἰκειόταται, μόνη δὲ ἡ Ἀκτορὶς θυρωρὸς αὕτη οὖσα θαλάμου, ὡς δηλοῖ τὸ, εἴρυτο θύρας τουτέστιν ἐφύλασσεν, ὥς περ ἡ Εὐρυνόμη ταμιεύειν ἐτάχθη. ταυτὸν δ' εἰπεῖν θαλαμηπολεῖν, ἐπεὶ καὶ θάλαμος πολλαχοῦ τὸ ταμιεῖον καλεῖται. Εὐρύκλεια δὲ αὖ πάλιν ἐπίσκοπος ἀφώριστο γυναικῶν εἶναι. Ἰστέον δὲ ὅτι καὶ ἡ Ἀκτορὶς θαλαμηπόλος τίς ἐστιν, εἰ καὶ μὴ τοῦ κατὰ τὸ ταμιεῖον, ἀλλὰ τοῦ βασιλικοῦ κοιτῶνος κατὰ τὸ, ἣ νῶϊν εἴρυτο θύρας θαλάμοιο. εἰ δὲ ἐν τοῖς ἑξῆς Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευε τοῖς δεσπόταις ἐρχομένοις λέχοσδε, ἀλλ' ἐκείνη μὲν εἰς θάλαμον ἀγαγοῦσα πάλιν κίεν ἤγουν ὀπίσω ἦλθεν· ἡ δὲ Ἀκτορὶς παραμένει κατὰ τοὺς παλαιούς. διὸ οἶδε τὸ τῆς κλίνης μυστήριον κατευνάστρια τῶν βασιλέων οὖσα. ἧς καὶ σημειωτέον τὴν πίστιν καὶ εὔνοιαν, εἰ μηδέ ποτε μηδενὶ ἐξεῖπε τὸ τῆς κλίνης ἀπόῤῥητον, ἀλλ' ἕως ἄρτι αὐτὴ μόνη οἶδε τὸ κρύφιον. εἰ δὲ καὶ Εὐρυνόμη ἠδὲ τροφὸς Εὐρύκλεια ἔντυον εὐνὴν, ὡς ὁ ποιητὴς ἐρεῖ, ἀλλὰ τὸ τῆς κλίνης μυστήριον ἀπεκέκρυπτο αὐταῖς, ἢ τὸ ὅλον ἤγουν ἀλλ' ὅπως ἐσκεύαστο. (ῃερς. 189.) Ὅρα δ' ἐν τούτοις καὶ μίαν τῶν τοῦ πολυμηχάνου Ὀδυσσέως τεχνῶν τὴν τεκτονικὴν, καθ' ἣν τὴν κλίνην ἔτευξεν ὁ ἐν τοῖς φθάσασι καὶ ναυπηγεῖν ἐπιστάμενος. (ῃερς. 192.) φαίνεται δὲ δεξιὸς εἶναι καὶ οἰκοδομεῖν, ὡς δηλοῖ τὸ, θάλαμον ἔδεμον λίθοις καὶ ἑξῆς, εἰ μὴ ἄρα ἴσως τοῦτο οὐχ' ὡς αὐτὸς χειρουργῶν εἶπεν, ἀλλ' ἐπὶ τῷ ἔργῳ ἀρχιτεκτονῶν· καὶ ἔστιν οὐδὲ τοῦτο μακρὰν τέχνης οἰκοδομικῆς. Ἔτι σημείωσαι καὶ ὅτι ἡ ῥηθεῖσα στεῤῥότης τοῦ ἡρωϊκοῦ κοιτῶνος αἰνίττεται συμβολικῶς, ἀδιάλυτον δεῖν εἶναι καὶ ἀμετάθετον τὴν γαμικὴν εὐνὴν καὶ ἀσφαλεστάτην καὶ ἔμπεδον ἤτοι βεβαίαν, ὁποίαν καὶ ἡ Πηνελόπη αὐτὴν διετήρησε, καὶ μηδενὶ δὲ ἑτέρῳ γινωσκομένην, ἀλλὰ μονάζουσαν κατὰ τὸ, (ῃερς. 226.) εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, ἀλλ' ἡμεῖς μόνοι. (ῃερς. 190.) ἔστι δὲ ἐννοήσασθαι καὶ ὡς διὰ τὴν Ἀθηνᾶν χαίρει Ὀδυσσεὺς τῷ φυτῷ τῆς ἐλαίας, ὃ πολλαχοῦ φαίνεται ἀνεῖσθαι αὐτῇ. ἐθέλει δὲ συμβολικῶς Ὀδυσσεὺς διὰ τοῦ τοιούτου τηλεθόωντος καὶ λιπαροῦ φυτοῦ εὐχὴν ἔχειν, θαλέθειν κατὰ τὸν βίον καὶ εἰς γῆρας ἐλθεῖν λιπαρόν· ἄλλως γὰρ εἶχεν ὁ ποιητὴς ἑτέραν τινὰ κατασκευὴν κλίνης πλάσασθαι, εἰ μὴ τοιαῦτα τινὰ ᾐνίττετο. ἔοικε δὲ καὶ ἵμερος εἶναι ἡ τοιαύτη ἐλαία ἐντὸς οὖσα οἴκου· καὶ ἦν καὶ αὐτὸ σύμβολον τῆς κατὰ τὸν βίον εὐνοίας, ἔνθα σημειωτέον καὶ ὅτι ἡ μὲν τοιαύτη θηλυκῶς ἐλαία ἐλέγετο, ἡ μέντοι ἀγρία ἔλαιος κατὰ Αἴλιον Διονύσιον καὶ οὐκ ἀγριέλαιος. λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ἐλαίας καὶ ἐλάας Ἀττικοὶ τὸν καρπὸν ἔλεγον καὶ ἐλᾶς δισυλλάβως καὶ ἐλαολογεῖν τὸ συλλέγειν ἐλαίας. ἦν δέ, φησι, καὶ Ἐλαία πόλις ἐν Ἰταλίᾳ· ἐν μέντοι ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφει, ὅτι Ἐλαία Αἰολὶς πόλις, Ἐλέα δὲ ἐν Ἰταλίᾳ· καὶ ζητητέον ποία γραφὴἀκριβεστέρα ἐστίν. ὅτι μέντοι Ἐλαία διὰ διφθόγγου ἐστὶν ἡ Αἰολὶς, ἐμφαίνεται παρὰ Στράβωνι εἰπόντι οὕτως· Κάνη ἀκρωτήριον ἀνταῖρον τῷ λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυτινὸν κόλπον, οὗ μέρος ὁ Ἐλαϊτικὸς καλούμενος ἀπὸ Ἐλαίας πόλεως Αἰολικῆς, ἥ τις Περγαμηνῶν μέν ἐστιν ἐπίνειον ἑκατὸν σταδίους διέχουσα τοῦ Περγάμου, δώδεκα δὲ τοῦ Καΐκου ποταμοῦ· οὗ ἐν τοῖς τόποις φαίνεται βασιλεύειν ὁ Ὁμηρικὸς Εὐρύπυλος. καὶ οὕτω μὲν ὁ Στράβων. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται καὶ ὅτι ἔλαιον τὴν ἄῤῥενα καὶ ἀγρίαν ἐλαίαν φασὶν Ἴωνες. (ῃερς. 185.) Ἐν δὲ τῷ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν θείη ἀλλαχοῦ, σεισίχθονά τινα ἐκεῖνον ὑπαινίττεται, ὃς ῥεῖα μετοχλίσας θήσει τὸ λέχος ἄλλῃ ἐνὶ χώρῃ. αὐτὸ δὲ τὸ, ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, εἰ μὴ θεὸς αὐτὸς, καὶ τῷ, ὅτι μὴ θεὸς αὐτός, τριχῶς γὰρ τὸ τοιοῦτον οἱ ῥήτορες φράζουσιν. ἔστι δὲ κοινότερον μὲν τὸ, εἰ μὴ τόδε γένηται, Ἀττικώτερον δὲ τὸ, ὅτι μὴ τόδε καὶ ὅτε μὴ τόδε. (ῃερς. 184.) Λέχος δὲ δῆλον ὅτι τὴν κλίνην λέγει, ἣν οἱ ὕστερον καὶ ἀσκάντην καὶ σκίμποδα ἔλεγον, ὡς δηλοῖ ὁ γράψας οὕτως· ἀσκάντης Ἀττικῶς, συνηθέστερον δὲ ὁ σκίμπους, ὁ δὲ κράββατός φησι παρ' οὐδενί. (ῃερς. 187.) Τὸ δὲ, οὐ μάλ' ἡβῶν, γράφεται καὶ, οὐδὲ γυναικῶν, ἵνα λέγῃ ὅτι τὸ τοιοῦτον λέχος οὔτε ἀνδράσιν οὔτε γυναιξὶ μεταθέσθαι δυνατόν. (ῃερς. 188.) Τοῦ δὲ μετοχλίσειε πρωτότυπον τὸ ὀχλεῖν, οὗ παράγωγον τὸ ὀχλίζειν ὁμοίως τῷ πολεμῶ πολεμίζω. δοκεῖ δὲ γίνεσθαι τό τε ὀχλεῖν καὶ τὸ ὀχλίζειν ἀπὸ τοῦ τῆς ὀχῆς, ὅ ἐστι συνοχῆς, λιάζειν ἢ λύειν· τὸ γὰρ ὀχλιζόμενον ἤτοι μετακινούμενον ἐκκλίνει τὴν ἔνθα ἔκειτο συνοχήν. ἐκ δὲ τοῦ ὀχλίζειν γίνεται καὶ ἀνοχλίζειν τὸ ἀνακινεῖν· δοκεῖ δὲ ἐκ τοῦ τοιούτου ὀχλεῖν καὶ ὀχλίζειν καὶ ὁ μοχλὸς γίνεσθαι· διὸ καὶ τὸ μοχλεύειν καὶ ἐκμοχλεύειν καὶ ἀναμοχλεύειν ταῖς ἐκ τοῦ ὀχλίζειν σημασίαις ἐοίκασιν. ἔστι δὲ μοχλὸς οὐ μόνον μηχανῆς ξύλον τι, ἀλλὰ καὶ θύρας ὀχεὺς, ὁ καὶ ἐπιβλὴς ἐν Ἰλιάδι. τροπικῶς δὲ καὶ ὁ φύλαξ παρὰ Σοφοκλεῖ, οἷον· θάρσει, μέγας σοι τοῦδ' ἐγὼ φόβου μοχλός. ἐκ τοῦ εἰρημένου δὲ ὀχλεῖν καὶ ὁ ἐποχλεύς· φασὶ δὲ ἐποχλέα τὸ διαβαλλόμενον ξύλον διὰ τῶν τροχῶν, ὅτε κατάντεις τόπους ἔρχοιντο, καὶ κωλύον αὐτοὺς ἐκτρέχειν κατὰ πρανοῦς ἐπὶ βλάβῃ τοῦ ζεύγους. Μέγα δὲ σῆμα ἐν τῷ ῥηθέντι λέχει λέγει διά τε τὸ μάλιστα σημαντικὸν εἶναι ἄρτι αὐτὸ τῇ γυναικὶ τῆς τοῦ φίλου ἀνδρὸς ἐνδημίας καὶ μάλιστα διὰ τὸ σύμβολον εἶναι τοῦ χρῆναι, ὡς ἐῤῥέθη, τὴν κατὰ γάμον εὐνὴν ἀμετάβατον εἶναι, καὶ ἄλλως δὲ διὰ τὸ χρῆναι παρασημειωθῆναι τοῖς φιληκόοις αὐτὸ ὡς καινόν. (ῃερς. 189.) Λέχος δὲ ἀσκητὸν τὸ μὴ αὐτοσχέδιον καὶ εἰκαῖον, ὁποῖα καὶ τὰ τῶν σκευῶν αὐτοκάβδαλα, ἀλλ' ἐπιμεμελημένον καὶ πολυδαίδαλον. οὕτω δέ που καὶ νῆμα φθάσας εἶπεν ἀσκητὸν τὸ ἐπιμεληθὲν, ὃ γυνὴ ἀσκήσειεν ἂν ἔριθος κατὰ τὸ, ἤσκειν εἴρια καλά. ἔχοι δ' ἂν οἰκείως τούτοις καὶ ὁ παρὰ τῷ ῥήτορι ἠσκημένος ἐχθρός· ἔτι δὲ καὶ ἡ ἁπλῶς ἄσκησις, ἧς μέρος καὶ τὸ φωνασκεῖν. Τὸ δὲ, οὐδέ τις ἄλλος, ἑρμηνεία ἐστὶ τοῦ, τὸ δ' ἐγὼ κάμον, ἵνα μὴ ἀρχιτεκτονεῖν δόξῃ τῷ τοῦ λέχους καμάτῳ, ἀλλ' αὐτὸς καμεῖν αὐτόχειρ περὶ αὐτό. (ῃερς. 190.) Θάμνος δὲ νῦν οὐ κατὰ τὴν συνήθειαν εἴρηται· ἡ μὲν γὰρ ἐλαία νῦν παχύκορμος ἠΰτε κίων, θάμνοι δὲ κυρίως τὰ ἐξ αὐτῆς ἀναφύσεως πολύκλαδα καὶ πυκνὰ, παρὰ τὸ θαμὸν ὅ ἐστι πυκνὸν, ὁποῖα ἡ πρὸ τούτων φυλία ἡ ἐν τῇ τῶν Φαιάκων νήσῳ, καὶ ὅσα τοιαῦτα. Τὸ δὲ τανύφυλλον παρατετηρημένως ἔφη, ὡς τῶν τῆς ἐλαίας φύλλων μεμηκυσμένων οὐκ ἀναλόγως τῷ πλάτει. (ῃερς. 191.) Ἀκμηνὸς δὲ νῦν ὀξύνεται· φασὶ γὰρ ὅτι Ἀρίσταρχος ἐνταῦθα μὲν ἐπὶ τοῦ, θάμνος ἀκμηνὸς, ὅ ἐστιν ἀκμὴν ἔχων τοῦ νεάζειν, ὠξυτόνησεν, ἐν δὲ Ἰλιάδι ἐπὶ τοῦ δηλοῦντος τὸν νῆστιν ἐβαρυτόνησεν. ἕτεροι δέ, φασι, καὶ τὰ δύο προπαρωξυτόνησαν. ἑρμηνεία δὲ τῆς τοιαύτης λέξεως εὐθὺς κεῖται τὸ θαλέθων, ἵνα μὴ ἄλλως νοοῖτο. Τὸ δὲ, ἠΰτε κίων, συντομωτάτη παραβολὴ μὴ ἀναγκαία ὅλως δέξασθαι διασκευήν· οὐ πάνυ δὲ διασαφεῖ τὸ τοῦ κορμοῦ πάχος ἡ παραβολὴ διὰ τὸ τοῦ κίονος ἀόριστον. (ῃερς. 192.) Τὸ δὲ ἀμφιβαλὼν ἀντὶ τοῦ ἔσω περιλαβὼν, περικλείσας. Τὸ δὲ, ὄφρ' ἐτέλεσσα, δὶς ἐν τούτοις ἔφη, οἷα μηδαμοῦ τὴν καίριον ταυτολογίαν αἰδούμενος. (ῃερς. 193.) Τὸ δὲ λιθάδεσσι δηλοῖ ὡς οὐκ ἐξ ἀνάγκης ὑποκοριστικὴ λέξις ἡ λιθάς· οὐ γὰρ ἂν εἴη οὕτω σεμνὸς βασιλικὸς θάλαμος ὁ ἐκ λιθιδίων οἰκοδομηθεὶς, οἷα καί τις αἱμασιὰ ἡ προδεδηλωμένη. (ῃερς.