Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
118.1.1
) Ὅρα δὲ καὶ ὅτι τὸ δυνατώτερον νόημα καὶ πείθειν ἔχον τὸν Ὀδυσσέα ὡς δεινὸν ἡ Σκύλλα καὶ ἄμαχόν ἐστι κακὸν τελευταῖον ἐτηρήθη τῇ Κίρκῃ κατὰ λόγον ἀκμῆς. ὅ πέρ ἐστι τοιοῦτον· ἡ δέ τοι οὐ θνητὴ, ἀλλ' ἀθάνατον κακόν ἐστιν, ἤγουν δαίμων κακοποιὸς καὶ μὴ πεφυκὼς θανεῖν, δεινόν τε καὶ τὰ ἑξῆς, ὡς προσεχῶς ἐγράφη κείμενα συχνὰ κομματικῶς πρὸς ψόγον τῆς Σκύλλης, εἰ καὶ μὴ ἐπίστευσεν Ὀδυσσεὺς, ὡς τὰ ἑξῆς δηλώσει, ἀλλὰ πειρασάμενος ἀντιστῆναι, εἶτα παθὼν ἔγνω. Σημείωσαι δὲ ἐν τῷ, οὐ θνητὴ, ἀλλ' ἀθάνατον κακόν ἐστιν, ὅτι καὶ παρ' Ὁμήρῳ διαφέρει ἀθάνατος καὶ θεός. καὶ γὰρ οἱ Ἀχιλλέως ἵπποι ἀθάνατοι μὲν πλάττονται, οὐ μὴν καὶ θεοί· οὕτω δὲ καὶ ἡ Σκύλλα. καὶ ἡ ψυχὴ δὲ θεῖον οὖσα καὶ ἀθάνατον, ὅμως οὐ θεός ἐστιν. (ῃερς. 127.) Ὅτι ἐν τῇ προῤῥηθείσῃ Θρινακίῃ νήσῳ, ἔστι δὲ ἡ Σικελία, ἐβόσκοντο πολλαὶ Ἠελίοιο βόες καὶ ἴφια μῆλα. καὶ ἑρμηνεύων τὸ πολλαὶ ἐπάγει, ἑπτὰ βοῶν ἀγέλαι, τόσσα δ' οἰῶν πώεα καλά. (ῃερς. 130.) πεντήκοντα δ' ἕκαστα καθ' ἑκάστην δηλαδὴ ἀγέλην. γόνος δ' οὐ γίνεται αὐτῶν, οὐδέ ποτε φθινύθουσι. θεαὶ δ' ἐπιποιμένες εἰσὶ Φαέθουσά τε Λαμπετίη τε. ἃς τέκεν Ἠελίῳ δῖα Νέαιρα. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ ἐκεῖ ἀπῴκισε μῆλα φυλασσέμεναι πατρώϊα καὶ ἕλικας βοῦς. περὶ τούτων συμβουλεύει Κίρκη τῷ Ὀδυσσεῖ, ὡς εἰ μὲν ἀσινεῖς ταύτας ἐᾷς νόστου μεδόμενος, ἦ τ' ἂν εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομαι ὄλεθρον. ὃ δὴ καὶ πρὸ τούτων ἐποίει τό, τε κακὸν προλέγουσα καὶ τὴν θεραπείαν αὐτοῦ. Ἰστέον δὲ ὅτι τὰς ἀγέλας ταύτας καὶ μάλιστα τὰς τῶν βοῶν φασὶ τὸν Ἀριστοτέλην ἀλληγορεῖν εἰς τὰς κατὰ δωδεκάδα τῶν σεληνιακῶν μηνῶν ἡμέρας, γινομένας πεντήκοντα πρὸς ταῖς τριακοσίαις, ὅσος καὶ ὁ ἀριθμὸς ταῖς ἑπτὰ ἀγέλαις, ἐχούσαις ἀνὰ πεντήκοντα ζῷα. διὸ οὔτε γόνον αὐτῶν γίνεσθαι Ὅμηρος λέγει οὔτε φθοράν. τὸ γὰρ αὐτὸ ποσὸν ἀεὶ ταῖς τοιαύταις ἡμέραις μένει. (ῃερς. 132.) Φαέθουσα δὲ καὶ Λαμπετία, αἱ κατὰ τὸν Ἥλιον δυνάμεις ἢ ἡμέραι αἱ τὸν καθ' ἡμᾶς βίον ὑπὸ χρόνον ὄντα οἷον ποιμαίνουσαι. (ῃερς. 133.) ἃς ἔτεκεν Ἡλίῳ Νέαιρα, ἡ ἀεὶ νεάζουσα ἐν αὐτῷ καὶ ἀκμαία κίνησις. τὰς δὲ τοιαύτας ἀγέλας οἱ μὲν Ὀδυσσέως ἑταῖροι εἰ καὶ μὴ ἔφαγον, ἀναιδὲς γὰρ τοῦτό γε εἰς ἀλληγορίαν, ἀλλ' εἰς οὐδὲν δέον κατεδαπάνησαν. (ῃερς. 139.) καὶ τὸ κατὰ τὸν Ξενοφῶντα πολυτελέστατον ἀνάλωμα τὸν καιρὸν, ἐν κενοῖς παρανάλωσαν. Ὀδυσσεὺς δὲ ἀεὶ σπουδαῖος ὢν παρεφυλάξατο αὐτὰς ὡς φιλοσόφῳ ἔπρεπεν. οἱ δέ φασιν ἐργάτας εἶναι τοὺς βόας οὓς καὶ ἱεροὺς Ἡλίου οἱ παλαιοὶ ἐνόμιζον, διὸ καὶ Ἀθηναίοις ἀπώμοτον ἦν θύειν βόας ἐργάτας. ὅθεν τὸν Ἥλιον ἀγάσασθαι, διότι τοιαύτας βόας ἐλάσαντες ἔθυσαν. ὅ, φασιν, οὐκ ἂν ἔπαθεν ὁ Ἥλιος εἰ προβάτων ἥψαντο. ἴσως δὲ καὶ λευκοὶ οἱ βόες καθ' ὁμοιότητα χρώματος πρὸς τὸν Ἥλιον. τοῦτο δὲ οὐ πάνυ ἀληθὲς διὰ τὸ ἕλικας αὐτὰς ῥηθῆναι, ὅ ἐστι μελαίνας κατά τινας. ὅτι δὲ καὶ καθ' ἱστορίαν, ἀγέλας ὅλας ἡμέρων ζῴων Ἕλληνες ἀφιέρουν δαίμοσιν ὧν οὐκ ἦν θεμιτὸν ἅπτεσθαί τινας, ἐν οἷς καὶ πτηνὰ ὡσιοῦντο ἱεροῖς ἀνειμένα, οἷον ταῶνες καὶ χῆνες καὶ τοιαῦτα τινὰ, καθωμίληνται ἐν ταῖς ἱστορίαις. Ἡρόδοτος δὲ ἱστορεῖ ἐν τῷ Ἰονίῳ κόλπῳ ἱερὰ εἶναι Ἡλίου πρόβατα περὶ πολλοῦ ὄντα τοῖς ἐκεῖἈπολλωνιάταις οἷς ἀπὸ τόπου τὸ ὄνομα. (ῃερς. 131.) Ἰστέον δὲ καὶ ὅτι ὁ μῦθος τὰ ῥηθέντα ζῷα τοῦ Ἡλίου ἐν ταυτότητι ποσοῦ φυλάττων ἀεὶ ἀθάνατα ἐκεῖνα βούλεται εἶναι. (ῃερς.
118.1.2
) Ἰστέον δὲ ὅτι γενεαλογοῦσι Διὸς μὲν καὶ Εὐρυοδίας Ἀρκείσιον· αὐτοῦ δὲ καὶ Χαλκομεδούσης Λαέρτην· τοῦ δὲ καὶ Ἀντικλείας Ὀδυσσέα· οὗ καὶ Πηνελόπης Τηλέμαχον· αὐτοῦ δὲ καὶ Πολυκάστης τῆς Νέστορος Περσέπτολιν, ὡς Ἡσίοδος. Τηλεμάχῳ δ' ἂρ ἔτικτεν ἐΰζωνος Πολυκάστη Νέστορος ὁπλοτάτη κούρη Νηληϊάδεω Περσέπτολιν μιχθεῖσα διὰ χρυσῆν Ἀφροδίτην. Ἀριστοτέλης δὲ ἐν Ἰθακησίων πολιτείᾳ καὶ Ἑλλάνικος δὲ Τηλέμαχόν φασι Ναυσικάαν γῆμαι τὴν Ἀλκινόου καὶ γεννῆσαι τὸν Περσέπτολιν· τινὲς δὲ καὶ τοιούτοις λόγοις ἐνευκαιροῦσιν. ἐκ Κίρκης υἱοὶ καθ' Ἡσίοδον Ὀδυσσεῖ Ἄγριος καὶ Λατῖνος, ἐκ δὲ Καλυψοῦς Ναυσίθοος καὶ Ναυσίνοος. Ὁ δὲ τὴν τηλεγόνειαν γράψας Κυρηναῖος ἐκ μὲν Καλυψοῦς Τηλέγονον υἱὸν Ὀδυσσεῖ ἀναγράφει ἢ Τηλέδαμον· ἐκ δὲ Πηνελόπης Τηλέμαχον καὶ Ἀρκεσίλαον· κατὰ δὲ Λυσίμαχον υἱὸς αὐτῷ ἐξ Εὐίππης Θεσπρωτίδος Λεοντόφρων, ὃν ἄλλοι Δόρυκλόν φασί. Σοφοκλῆς δὲ ἐκ τῆς αὐτῆς Εὐρύαλον ἱστορεῖ, ὃν ἀπέκτεινε Τηλέμαχος. ὁ δὲ τοὺς νόστους ποιήσας Κολοφώνιος Τηλέμαχον μέν φησι τὴν Κίρκην ὕστερον γῆμαι, Τηλέγονον δὲ τὸν ἐκ Κίρκης ἀντιγῆμαι Πηνελόπην. περιττὰ ταῦτα καὶ κενὴ μοχθηρία. εἰ δ' οὖν στενῶς φράζοιντο, μικρὸν τὸ βλάβος. (ῃερς. 123.) Ἔτι ἰστέον καὶ ὡς ἐν τῷ ῥηθέντι χωρίῳ τεσσάρων μνησθεὶς νήσων Δουλίχιον μὲν καὶ Σάμην δίχα ἐπιθέτων προάγει, Ζάκυνθον δὲ ὑλήεντα συνήθως λέγει, κραναὴν δὲ τὴν πατρίδα Ἰθάκην, ὃ δηλοῖ τὴν τραχεῖαν. ὅθεν μέχρι καὶ νῦν τινὲς τῶν μὴ κατὰ γλῶσσαν λογάδα ὁμιλούντων τὴν ἄπηλον γῆν ξηρὰν εἶναι φασὶν ὡς τὸ κάκαρον, ὃ κρανίον ἐκεῖνοι νοοῦσιν. (ῃερς. 130.) Ὅτι στέλλει Τηλέμαχος τὸν Εὔμαιον ἀγγελοῦντα τῇ Πηνελόπῃ, ὅτι σῶς ἐστὶ καὶ ἐκ Πύλου ἦλθεν. ἐπισκήπτει δὲ μόνῃ τῇ μητρὶ ἀπαγγεῖλαι, τῶν δ' ἄλλων, φησὶ, μήτις Ἀχαιῶν πευθέσθω. (ῃερς. 134.) πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται· ὅ περ ἀνδρὸς λόγος πολλοὺς ἐπιβούλους ἔχοντος. Ὁμηρικῆς δὲ καὶ τοῦτο δεινότητος οἰκονομία, ἵνα λείψαντος καὶ τοῦ Εὐμαίου σχοίη χώραν πιθανῶς ὁ τοῦ πατρὸς ἀναγνωρισμὸς ἐν ἀδείᾳ γενέσθαι. (ῃερς. 136.) Ἰστέον δὲ ὅτι ἀορίστως εἰπόντος τοῦ Τηλεμάχου ὡς πολλοὶ αὐτῷ κακὰ μηχανῶνται καὶ μή τις πευθέσθω, καὶ ὡς οἷον εἰπεῖν μυστηριασθέντος, λέγει Εὔμαιος· γινώσκω, φρονέω, τά γε δὴ νοέοντι κελεύεις, τρὶς φράσας τὴν αὐτὴν ἔννοιαν. νοεῖ δὲ πάντως ὁ Εὔμαιος πολλοὺς τούς τε μνηστῆρας καὶ τῶν πολιτῶν οὐκ ὀλίγους καὶ τῶν δουλίδων πολλὰς, ἅ περ οὐκ ἐχρῆν ἄρτι πρὸς ἔπος φράζειν Τελέμαχον. (ῃερς. 139.) Ὅτι σταλεὶς εἰς τὴν δέσποιναν Εὔμαιος ὑπὸ Τηλεμάχου ἐρωτᾷ, εἰ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθῃ δυσμόρῳ, φησίν· ὃς τέως μὲν ὑπὲρ Ὀδυσσέως μέγα ἀχεύων ἔργα τ' ἐποπτεύεσκε, μετὰ δμώων τ' ἐνὶ οἴκῳ πῖνε καὶ ἦσθεν (ῃερς. 141.) ὅτε θυμὸς ἐνὶ στήθεσιν ἀνώγοι, ζῶν καὶ αὐτὸς κατὰ ἡρωϊκὴν ἀφέλειαν. αὐτὰρ νῦν, φησὶν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε, οὔ πώ μίν φασι φαγέμεν καὶ πιέμεν αὕτως, οὐδ' ἐπὶ ἔργα ἰδεῖν· ἀλλὰ στοναχῇ τε γόῳ τε ἧσται ὀδυρόμενος, (ῃερς. 145.) φθινύθει δ' ἀμφ' ὀστεόφιν χρὼς, τουτέστι μόνον τὸ ἐπιφαινόμενον τοῦ χρωτὸς ἐμπεριλείπεται μετὰ τῶν ὀστῶν διὰ τὸ καὶ λυπεῖσθαι καὶ ἀσιτεῖν. (ῃερς. 140.) Τὸ δὲ ἐποπτεύειν, ὃ ταυτόν ἐστι τῷ ἐπὶ ἔργα ἰδεῖν, νῦν μὲν ἐπὶ ἔργων τηρήσεως τέθειται, ὕστερον δὲ παρ' Ἀθηναίοις ἱερὰ λέξις ἐστὶν, ὡς δηλοῖ καὶ παρὰ τῷ κωμικῷ τὸ, μάλ' ἐποπτεύειν δοκῶ. (ῃερς. 145.) Τὸ δὲ ἧσται ὀδυρόμενος καὶ ἑξῆς, ἐσχημάτισται καινότερον. ἦν δὲ τὸ κοινὸν καὶ ὀρθὸν ἧσθαι ὀδυρόμενον καὶ φθινύθειν, ἵνα ᾖ τὸ πᾶν οὕτως· οὔ πώ μίν φασι φαγεῖν καὶ πιεῖν καὶ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ ἧσθαι ὀδυρόμενον καὶ φθινύθειν. αἴτιον δὲ καὶ νῦν ἡ τελεία στιγμὴ ἐν τῷ, ἐπὶ ἔργα ἰδεῖν, ὅθεν γέγονεν ἄλλη συντάξεως ἀρχὴ τὸ, ἀλλὰ ποιεῖ τόδε τι. καὶ οὕτω μὲν ὁ Εὔμαιος περὶ τοῦ γέροντος ἐρωτᾷ. (ῃερς. 147.) Τηλέμαχος δὲ δεικνύς τε ἅμα ὡς οὐ χρὴ τοῖς μὴ πάνυ ἀναγκαίοις ἐνασχολεῖσθαι παρὰ τὸ δέον, καὶ ἅμακαὶ ποικιλίαν ἀγγελίας τεχνώμενος οἷος ὁ ταῦτα πλάττων ποιητὴς, αὐτὸν μὲν κωλύει μὴ πλάζεσθαι εἰκῇ, ἐθέλει δὲ τῇ μητρὶ ἀναθεῖναι τὸ ἔργον, ἵνα ἐκείνη ὀτρυνεῖ ἀμφίπολον ἀγγεῖλαι τῷ γέροντι, ἐπειδὰν αὐτὴ μάθοι ὅ περ ἐθέλει. βούλεται δὲ πάντως αὐτὸ τοῦτο μόνον πυθέσθαι ὅτι ἐκ Πύλου τε ἦλθεν ὁ υἱὸς καὶ σῶς ἐστίν. εἰ δέ τι καὶ ἄλλο τῆς ἀποδημίας χρὴ μαθεῖν αὐτὴν, ἐρεῖ αὐτὸς ὁ Τηλέμαχος τῇ μητρί. διὸ καὶ ὁ Μέδων μετ' ὀλίγα οὕτως ἐρεῖ ἀγγέλλων· ἤδη τοι βασίλεια φίλος πάϊς ἐκ Πύλου εἰλήλουθεν. Ἔστι δὲ ἡ τοῦ Τηλεμάχου φράσις τοιαύτη· ἄλγιον, τουτέστι λυπηρὸν μέν ἐστι τὸ οὕτω τὸν γέροντα πάσχειν, ἀλλ' ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ, ἢ ἀχνύμενόν περ. (ῃερς. 148.) εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ, τουτέστιν, εἴ περ αὐθαίρετα ἢ μᾶλλον αὐτόθεν ἀγειρόμενα ἢ ἀγρευόμενα καὶ παραυτὰ γινόμενα ἦν τοῖς ἀνθρώποις πάντα τὰ πράγματα, πρῶτον ἂν τὸν τοῦ Ὀδυσσέως εἱλόμεθα νόστον, ἀλλὰ μὴν οὐκ αὐτάγρετα πάντα βροτοῖς. λείπει γὰρ ἐνταῦθα τῷ τοιούτῳ ὑποθετικῷ σχήματι ἡ λεγομένη πρόσληψις, ὑπομενετέον ἄρα. καὶ ἔστι πως τὸ σχῆμα τοῦτο γνωμολογία λανθάνουσα, ὡς εἴ τις εἴποι· εἴ περ ἦν τοῖς ἀχαρίστοις χαίρειν, εὖ ἂν ἔσχε τῷ δεῖνι ἀχαρίστῳ ὄντι. κἀνταῦθα γὰρ ἡ πρόσληψις γνωμικὴ οὖσα τὸ, ἀλλὰ μὴν οὐκ ἔστι τοῖς ἀχαρίστοις χαίρειν, ἔξωθεν ὡς εἰκὸς νοηθήσεται. εἰ δέ ποτέ τις μικρόν τι παραποιήσας εἴπῃ, οὐ γάρ πως αὐτάγρετα πάντα βροτοῖς, ὀρθὸν ἂν τότε ποιήσειε γνωμικόν. (ῃερς. 147.) Τὸ δὲ ἄλγιον κεῖταί που καὶ πρὸ τούτων παροιμιακῶς ἐν τῷ, ἄλγιον οὐ γὰρ τῷ δεῖνι τάδε ἐλυσιτέλησεν. ἐνταῦθα δὲ ὁ τοιοῦτος ὅλος στίχος οἰκεῖος ῥηθῆναι, ὅτε διάτι κατεπεῖγον οὐ γίνεται τοῦ ἀχνυμένου ἐπιστροφή. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 150.) ὁ δὲ Τηλέμαχος παραγγέλλει τῷ δούλῳ καὶ τὸ, ἀλλὰ σύ γ' ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ' ἀγροὺς πλάζεσθαι, ἤγουν πλάζου, μετ' ἐκεῖνον, ἤγουν δι' ἐκεῖνον τὸν Λαέρτην· εἰπὲ δὲ τῇ μητρὶ ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα κρύβδην· κείνη γάρ κεν, ὡς ἐῤῥέθη, ἀγγείλειε γέροντι. Καὶ ὅρα ὅτι δυνάμενος εἰπεῖν ὀτρυνέμεν ἀγγεῖλαι γέροντι καὶ οὕτως ἀπαλλαγῆναι πολυλογίας, ὁ δὲ εἰπὼν μόνον τὸ ὀτρυνέμεν ἀναγκαίως ἐπήγαγε τὸ, κείνη γάρ κεν ἀγγείλειε γέροντι. νοητέον δὲ ὡς εἰ καὶ μὴ ἐξεφωνήθη που ἐν τοῖς ἑξῆς γενέσθαι τοῦτο, ἀλλὰ, ὡς εἰκὸς, κατὰ τὸ σιωπώμενον ἔσταλται ἡ ταμία εἰς τὸν γέροντα. (ῃερς. 153.) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ κρύβδην, ὅμοιον ὂν τῷ, τῶν δ' ἄλλων μή τις πευθέσθω, ὃ πρὸ ὀλίγων ἐῤῥέθη. (ῃερς. 155.) Ὅτι καὶ ἐνταῦθα ἐν τῷ, πέδιλα δησάμενος ὑπὸ ποσὶ, τὰ ὑποδήματα ἐτυμολογεῖ, ταυτὰ δηλαδὴ τοῖς πεδίλοις ὄντα. (ῃερς. 157.) Ὅτι μετὰ τὴν Εὐμαίου εἰς τὴν πόλιν ὑποχώρησιν προελθὼν Ὀδυσσεὺς τοῦ σταθμοῦ ἐντυγχάνει τῇ Ἀθηνᾷ, ὅτε σχεδὸν ἐλθοῦσα ἐκείνη δέμας ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα εἰδυίῃ. εἶτα εἰσελθὼν ἀναγνωρίζεται τῷ υἱῷ. ἔδει γὰρ πάντως ἐξελθόντα τὸν Ὀδυσσέα περιεργάσασθαι πρῶτα μή τις ἔξω που ὢν καὶ μαθὼν τὰ ἔσω γινόμενα θήσει ἀνάπυστον τὸ τέως κρυπτόμενον. (ῃερς. 191.) Κλαύσονται γὰρ, ὡς εἰκὸς, καὶ Ὀδυσσεὺς καὶ Τηλέμαχος ἐπὶ τῷ ἀναγνωρισμῷ καὶ διαχεθήσονται καὶ κατατενοῦσι ῥήσεις μακράς. τούτοις δὲ καιρὸν χρὴ ἐπιστῆσαι τὸν δέοντα. ὧν πάντων ταμίας ὁ ἔμφρων τοῦ Ὀδυσσέως λόγος καὶ ἡ σύνεσις Ἀθηνᾶ, ἣν πλάττει Ὅμηρος ὑποτιθεμένην τὰ ποιητέα τῷ Ὀδυσσεῖ (ῃερς. 159.) ἔστη γάρ, φησι, κατ' ἀντίθυρον κλισίης, τουτέστιν ἀντικρὺ τῆς θύρας, Ὀδυσῆϊ φανεῖσα. καὶ Τηλέμαχος μὲν οὐκ εἶδεν αὐτὴν (ῃερς. 160.) οὐδ' ἐνόησε. μόνῳ γὰρ ἐπεφάνη τῷ Ὀδυσσεῖ, οὐ μὴν καὶ τῷ υἱῷ, κατὰ μὲν τὴν ἀλήθειαν, ἐπεὶ οὐκ εἶχε νοῆσαι Τηλέμαχος τὰ ἔνδον κρυπτικῶς τῷ Ὀδυσσεῖ μελετώμενα, κατὰ δὲ τὸ φαινόμενον τῆς ποιήσεως, οὐ γάρ πως πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς. (ῃερς.
118.1.3
) Ἀντίνοος μέντοι ὁ βαρὺς λαλεῖ μὲν οὐδέν. ἱλαρώτερον δὲ ὅμως καὶ αὐτὸς διατεθεὶς, μεγάλην παρὰ γαστέρα θῆκε τῷ Ὀδυσσεῖ ἐμπλείην κνίσης τε καὶ αἵματος, ὡς οἷά τις ἀγωνοθέτης ἀποκαθιστῶν τῷ νικητῇ Ὀδυσσεῖ τὸ ἔπαθλον. (ῃερς. 111.) Ὅρα δὲ καὶ τὸ, ἡδὺ γελόωντες, πρὸς διαστολὴν λεχθέν. ἔστι γὰρ καὶ μὴ ἡδὺ γελᾶν, ὅτε τις γελᾷ σαρδόνιον, ἢ ὡς ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἐρεῖ διὰ τοῦ ˉα σαρδάνιον. (ῃερς.

Intertext edge

Open linked passage

Note