Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
119.1.1
) καὶ ἐπὶ ψαμάθῳ κατέθεσαν δεδμημένον, ὕπνῳ βαθεῖ δηλαδὴ, ὃς αὐτῷ ἐπῆλθεν ἀγρυπνήσαντι παρὰ Φαίαξιν, ἵνα δηλαδὴ μὴ ἀφυπνίσαντες αὐτὸν, ὡς προεῤῥέθη, δόξωσι μισθὸν τῆς πομπῆς ἀπαιτεῖν ἀγεννῶς, ἢ καὶ κατασχεθῶσι, καὶ δι' ἄλλας δὲ αἰτίας, ὡς προγέγραπται. (ῃερς. 120.) λέγει δὲ καὶ ὡς χρήματα ἐξάειραν ἤτοι βαστάσαντες ἐξήγαγον, ἅ οἱ Φαίακες ἀγαυοὶ ὤπασαν οἴκαδε ἰόντι διὰ μεγάθυμον Ἀθήνην, ἤγουν διὰ τὴν φρόνησιν, ἧς χάριν οἷα σοφὸς ὑπὸ Φαιάκων εὐηργέτηται. καὶ τὰ μὲν παρὰ πυθμένα ἐλαίης, ὡς προδεδήλωται, ἀθρόα ἔθηκαν (ῃερς. 123.) ἐκτὸς ὁδοῦ ἤγουν ἔξω τῆς ὁδοῦ, μή πού τις ὁδιτάων ἀνθρώπων (ῃερς. 124.) πρὶν Ὀδυσσῆα ἔγρεσθαι ἐπελθὼν δηλήσαιτο. δίκαιοι καὶ οὗτοι ὄντες καὶ μήτε θελήσαντες οὑτινοσοῦν ἀποστερῆσαι τὸν ξεῖνον αὐτοὶ, προμηθευσάμενοι δὲ καὶ μηδὲ ὑφ' ἑτέρων αὐτὸν τοῦτο παθεῖν. αὐτοὶ δέ, φησιν, οἶκονδε πάλιν κίον. (ῃερς. 118.) Ὅρα δὲ ὅτι τε λίνον οὐ δίκτυον ἐνταῦθα λέγει ἀλλ' ὕφασμά τι ἐκ λίνου, (ῃερς. 122.) καὶ ὡς οὐ μόνον ἐπὶ ἀγγείων ὁ πυθμὴν, ἀλλὰ καὶ ἐπὶ δένδρων. πυθμένα γὰρ ἐλαίας τὰς ῥίζας ἔφη, οὗ πυθμένος ἡ ἐτυμολογία γέγραπται ἀλλαχοῦ. (ῃερς. 128.) Ὅτι καὶ ὁ Ποσειδῶν ἐνταῦθα κατὰ τῶν Φαιάκων ἀγανακτῶν, καθὰ πρὸ τούτου διὰ τοὺς τοῦ Ὀδυσσέως ἑταίρους ὁ Ἥλιος, ἐκλαλεῖ τὸ λυποῦν βιωτικῶς. καὶ ἀπὸ τοῦ μείζονος λαμβάνων ἐπιχείρημα φησί· Ζεῦ πάτερ, οὐκέτ' ἔγωγε ἐν θεοῖς τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσι Φαίηκες, (ῃερς. 130.) καὶ ταῦτα, οἵ περ ἐμῆς ἔξεισι γενέθλης. ἐπειδὴ ὁ ἀρχαῖος Φαίαξ Ποσειδῶνος υἱός, φασιν, ἐδόκει καὶ Κερκύρας τῆς Ἀσωποῦ. (ῃερς.
119.1.2
) ἐπὶ δὲ τούτοις καὶ ἑτέρα τις κληδὼν λαλεῖται τῷ Ὀδυσσεῖ. Ἀμφίνομος γὰρ ὁ Δουλιχιεὺς ἄρτους ἐκ κανέου δύο ἀείρας καὶ παραθεὶς καὶ δέπαϊ χρυσέῳ τὸν Ὀδυσσέα δεξιωσάμενος χαῖρε, φησὶ, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσω, ἤγουν ἐσύστερον καὶ εἰς τὸ μέλλον, ὄλβος. ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσιν. (ῃερς.
119.1.3
) ἀπὸ δὲ ξίφος ὀξὺ θέτ' ὤμων· ἔφερε γὰρ καὶ ξίφος κατά τε ἔθος καὶ ἐπίτηδες διὰ τὸ μελετηθέν. δῆλον δ' ὅτι διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἔγχος ἐγγὺς ἔχει, περὶ ὃ ἐν τῷ τέλει τῆς ῥαψῳδίας βάλλει τὴν χεῖρα. οὗ ἕνεκεν καὶ παρέῤῥιψε φθάσας ὁ ποιητὴς πρὸ ὀλίγων δύο στίχους, δηλοῦντας ὡς ἔγχος ἔχων ὁ Τηλέμαχος ἐξῆλθεν εἰς ἀγορὰν, ξίφους ἐκεῖ μὴ μνησθεὶς, ὅ περ ἐνταῦθα κεῖται. καὶ τέως οὕτω καὶ τὴν χλαῖναν καὶ τὸ ξίφος ὁ νέος ἀποθέμενος πρῶτον μὲν πελέκεας στῆσε, διὰ τάφρον ὀρύξας πᾶσι μίαν μακρὴν, καὶ ἐπὶ στάθμην ἴθυνεν· (ῃερς. 122. σθθ.) ἀμφὶ δὲ γαῖαν ἔναξε, στήσας δηλαδὴ κατὰ τὸ σιωπώμενον τοὺς πελέκεας. τάφος δ' ἕλε πάντας ἰδόντας, ὡς εὐκόσμως στῆσεν, οἷα δηλαδὴ θυμόσοφος καὶ αὐτομαθὴς τοῦ καλοῦ, ὧν δηλωτικὸν τὸ, πάρος δ' οὐ πώποτ' ὀπώπει. εἶτα στὰς ἐπ' οὐδὸν καὶ τόξου πειρητίζων τρὶς μέν μιν πελέμιξεν ἐρύσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου καὶ οὕτω καταπλήξειν μὲν τοὺς μνηστῆρας, ἐπιδείξειν δὲ τῷ πατρὶ ὡς ἀξιόμαχός ἐστι συναγωνίσασθαι. καὶ δὴ ἄν, φησιν, ἐτάνυσε βίῃ τὸ τέταρτον ἀνέλκων, (ῃερς. 129.) ἀλλ' Ὀδυσσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ, τὸ κρεῖττον αὐτὸς βουλευσάμενος καὶ τῷ σύν τε δύ' ἔρχεσθαι πρὸ ὃ τοῦ νοήσας τὸ δέον κατὰ τὴν ἐν Ἰλιάδι γνωμολογίαν. καὶ οὕτω φθόνον τε ἔπαυσε τὸν, ὡς ἐῤῥέθη, ἐμποδίσοντα ἴσως εἰς τὸ ἔργον, καὶ καταμαλαχθῆναι δὲ τὸ τόξον ἐκώλυσε, μὴ καὶ εὐχερῶς εἴξῃ τοῖς μνηστῆρσιν εἰς τανυσμόν. καὶ οὐδὲ ἀφῆκεν ἐκείνους ἐρεθιστικὸν ζῆλον ἀναλαβεῖν πλείω τοῦ δέοντος ἐπὶ ἑλκυσμῷ τοῦ τόξου. εἰκὸς γὰρ ἑλκύσαντος μὲν Τηλεμάχου βιάσασθαι καὶ ἐκείνους τὴν τανυστήν. ὁμολογήσαντος δὲ ἀδυνατεῖν ἀναπεσεῖν καὶ ἐκείνους ὡς μηδέν τι καινοπαθοῦντας. καὶ τοίνυν ὁ Τηλέμαχος τίθησι χαμᾶζε τὸ τόξον, κλίνας κολλητῇσιν εὐξέσταις σανίδεσσιν· αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, πρότερον εἰπών· (ῃερς.
119.1.4
) Ὅτι παρεισοδιάζων εὐμεθόδως ὁ ποιητὴς τῇ ἐνταῦθα μικρᾷ δευτέρᾳ νεκυίᾳ ἱστορίαν παλαιοτέραν τῶν Τρωϊκῶν, πῶς δηλαδὴ Ὀδυσσεὺς εἰς Τροίαν ἔπλευσε, καὶ ἅμα καὶ μνήμην ἐπιτηδείως καὶ ἀνακεφαλαίωσιν τῶν κατὰ τοὺς μνηστῆρας ποιούμενος, ἤγουν ὧν ἐποίησαν καὶ ὧν ἔπαθον, πλάττει ὡς Ἀμφιμέδων Ἰθακήσιος μνηστὴρ ξένος ἦν Ἀγαμέμνονι, γνωρισθεὶς ὅτε εἰς Ἰθάκην κατῆλθε καὶ ἐπεξενώθη τοῖς τοῦ Ἀμφιμέδοντος ὀτρυνέων Ὀδυσῆα σὺν Μενελάῳ εἰς Ἴλιον ἕπεσθαι, ὅτε φησὶ μηνὶ οὔλῳ τουτέστιν ὅλῳκαὶ ἀκεραίῳ σπουδῇ παραπείσαντες Ὀδυσσέα, τουτέστι μόλις ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὤκνει γὰρ τὸν πόλεμον διὰ τὸ μέγεθός φασι τοῦ κινδύνου καὶ τὸ τῆς μάχης δυσκατόρθωτον· καθὰ καὶ ὁ λαμπρὸς Ἀμφιάραος μόλις ἐπείσθη ταῖς Θήβαις ἐπιστρατεῦσαι, καὶ Ἀχιλλεὺς δὲ ὁμοίως τῇ Τροίᾳ ὁ καὶ ἀνδρεῖος καὶ καλός. οὕτω τοίνυν μηνὶ οὔλῳ τὸν Ὀδυσσέα πείσαντές, φησιν, ἐπερήσαμεν πόντον. (ῃερς. 106.) τοῦτον οὖν τὸν Ἀμφιμέδοντα ἰδὼν ἐν Ἅιδου καταχθέντα νῦν ὁ Ἀγαμέμνων ἐρωτᾷ πλασματικῶς ὡς ἐν ἠθοποιΐᾳ καὶ τοῦτο· τί παθόντες ἐρέμνην γαῖαν ἔδυτε πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδ' ἂν ἄλλος κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους. ἔπαινος δὲ ταῦτα ἐκκρίτων καὶ ἐπιλέκτων νέων. εἶτα ἐρωτήσας πέντε στίχους καθεξῆς (ῃερς. 109– 113.) ἀπαραποιήτως οὓς ἐν τῇ πρώτῃ νεκυίᾳ τὸν Ὀδυσσέα ἠρώτησε περὶ τοῦ ἢ κατὰ τὴν θάλασσαν ἔπαθεν ἢ περὶ χέρσον ληϊζόμενος. (ῃερς. 115.) καὶ εἰπὼν, ἢ οὐ μέμνῃ ὅτε ἐκεῖσε, ἤγουν εἰς Ἰθάκην, κατῆλθον, ὡς ἐῤῥέθη, καὶ ἀπαιτήσας ἀπόκρισιν ἀκούει ἐκ τοῦ Ἀμφιμέδοντος ἱστορικῶς, ὅτι τε (ῃερς. 122.) μέμνημαι τάδε πάντα, συνταχθέντος νῦν ἀρχαϊκῶς τοῦ μέμνημαι μετὰ αἰτιατικῆς, καὶ μετὰ τοῦτο ἀφήγησιν μανθάνει δηλοῦσαν τί παθόντες οἱ τηλικοῦτοι ἦλθον πρὸ ὥρας ὑπὸ γῆν. (ῃερς. 128– 148.) καὶ πρῶτος ἀφηγεῖται τὰ κατὰ τὸν ἱστὸν, καὶ ὡς τρίετες μὲν ἔληθε δόλῳ ἡ Πηνελόπη καὶ ἔπειθε τοὺς Ἀχαιούς· εἰς δὲ τὸ ἑξῆς ἐφευρέθη τεχνωμένη δόλον. καὶ ὡς τὸ μὲν ἐξετέλεσεν ὑπ' ἀνάγκης. ἐπεὶ δὲ φᾶρος ἔδειξεν ὑφῄνασα μέγαν ἱστὸν πλύνασα, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ, (ῃερς. 149 σθθ.) καὶ τότε Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων ἀγροῦ ἐπ' ἐσχατιὴν, ὅθι δώματα ναῖε συβώτης. ἔνθα ἦλθε φίλος υἱὸς Ὀδυσῆος θείοιο ἐκ Πύλου διεκφυγὼν μνηστῆρας (ῃερς. 153.) θάνατον κακὸν ἀρτύνοντας, τουτέστιν ἀρτύοντας, εὐτρεπίζοντας. καὶ Τηλέμαχος μὲν πρόσθεν ἡγεμόνευε, συβώτης δὲ ὕστερον ἦγε κακὰ χροῒ εἵματα ἔχοντα, καὶ ἑξῆς ὥς που προεγράφη. καὶ ἡμῶν μέν, φησιν, οὐδεὶς ἐδύνατο γνῶναι αὐτὸν ἐξαπίνης προφανέντα, οὐδ' οἳ προγενέστεροι ἦσαν, (ῃερς.

Intertext edge

Open linked passage

Note