Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1.1
) Τίνες δὲ οἱ φιτροὶ, καὶ ὅτι τὸ, προέχει ἀκτὴ, ποιεῖ τὴν προὔχουσαν ἀκτὴν, δεδήλωται ἀλλαχοῦ. (ῃερς. 10.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ νεκρὸν ἢ τὸ τεθνεῶτα περιττόν. φησὶ γὰρ, νεκρὸν Ἐλπήνορα τεθνειῶτα. ποῖος γὰρ νεκρὸς οὐ τεθνεώς; ἢ τίς τεθνεὼς οὐ νεκρός; πολλαὶ δὲ καὶ ἄλλαι παρὰ τῷ ποιητῇ πολλαχοῦ λέξεις κεῖνται περισσαί. (ῃερς. 11.) Δῆλον δὲ ὅτι ὥσπερ ὁ φιτρὸς παρὰ τὸ φύειν, οὕτω καὶ ὁ φίτυς ἐπὶ πατρὸς, καὶ φίτυ τὸ γέννημα. (ῃερς. 16.) Ὅτι ἐν τῷ, ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, διέπειν τὸ ἐνεργεῖν λέγει, ὅθεν καὶ δίοπος ὁ οἰκονόμος παρ' Αἰσχύλῳ. (ῃερς. 18.) Ὅτι τὸ, ἦλθε Κίρκη ἐντυναμένη, δύναται μὲν εἶναι καὶ ἀντὶ τοῦ, ἄλλως ἑαυτὴν ἐπαγωγότερον ὁπλίσασα εἴ πως ἀρέσοι τῷ Ὀδυσσεῖ, καθὰ καὶ μετ' ὀλίγα αἱ Σειρῆνες λιγυρὴν ἔντυννον ἀοιδήν. ἔστι δὲ εἰπεῖν καὶ ἀντὶ τοῦ, ἑτοιμάσασα δαῖτα ἐν τῷ λαβεῖν ἔντεα τραπέζης, κατὰ τὸ, ἀπεκόσμεον ἔντεα δαιτός. διὸ καὶ ἐπάγει, ἅ περ ἐρεῖ τις ἐπὶ δαψιλείᾳ τρυφῆς. ἅμα δ' ἀμφίπολοι φέρον σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν. οἷς 2. 2 ἀκόλουθον ἐφεξῆς τὸ, ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον αὖθι πανημέριοι. (ῃερς. 24.) τὰ δὲ ἐπαγόμενα φιλοξενίας εἰσὶ λόγοι. τὸ, ἅμα δ' Ἠοῖ φαινομένῃφι πλεύσεσθε, αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα σημανέω, ἵνα μή τι κακοῤῥαφίῃ ἀλεγεινῇ ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες. οὐδεμία δέ τις ἐστὶ τῶν ἐν τοῖς ῥηθεῖσιν Ὁμηρικῶν λέξεων, περὶ ἧς οὐ δεδήλωται ἐν ἄλλοις. (ῃερς.

Intertext edge

Open linked passage

Note