Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
122.1.1
) αὐτὸς δὲ τοῦ λοιποῦ ὁπλίζεται. ὃ καὶ διασκευάζει ὁ ποιητὴς φράζων, καθὰ καὶ ἐν Ἰλιάδι, ὅτι δηλαδὴ ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον, ὅ ἐστι τετράθετον, τετράπτυχον· κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ· ἃ δὴ πάντα ἐκ τῶν τῆς Ἰλιάδος ἐνταῦθα παρατέθεινται. (ῃερς. 126– 138.) Ὅτι ὀρσοθύρη ἐνταῦθα παρὰ τῷ ποιητῇ θύρα τις ἐπίσημος ὑψηλοτέραν πρόσβασιν ἔχουσα, εἰς ἣν οὐχ' οἷόν τε ἦν ἀνελθεῖν τινὰ μὴ διὰ κλίμακος ἴσως ἢ ἄλλως πως ἀνορούσαντα καὶ ἀναθορόντα εἰς αὐτήν. ὅθεν καὶ ὀρσοθύρη ἐκαλεῖτο, ἤγουν θύρα εἰς ἣν ὄρνυταί τις θέλων ἰδεῖν ἐκεῖθεν. ἡ δὲ τοιαύτη σύνθεσις καὶ τὴν ὀρσύδραν παρήγαγεν, ὀπὴν ἐκείνην, δι' ἧς ὄρνυται ὕδωρ ὑψοῦ. τινὲς δὲ τὴν ὀρσοθύρην ἐκτομάδα θύραν ἡρμήνευσαν, δι' ἧς εἰς ὑπερῷον ἀναβαίνουσιν ὀρούοντες ἐπ' αὐτῆς. εἴη δὲ ἂν αὕτη, ὁποία ἡ καταῤῥάσσουσα κλιμάκων ἄνω, καὶ δι' αὐτὸ λεγομένη κοινῶς καταράκτης. τέως μέντοι τὴν Ὁμηρικὴν ταύτην στοχάζονταί τινες ἐν γωνίᾳ ἐκ δεξιῶν εἶναι τῷ Ὀδυσσεῖ ἱσταμένῳ ἐπὶ τῆς φλιᾶς καὶ τοξεύοντι, οὖσαν ἔν τινι διαχώρῳ τοῦ τοίχου στενωτάτῳ. ἔφερε δὲ ἡ τοιαύτη ὀρσοθύρη τὸν ἀνελθόντα εἰς αὐτὴν ἐπὶ τὰς μετὰ τὸν πρόδομον θύρας τῆς αὐλῆς, ἧς τὰς πύλας δεσμῷ βιβλίνῳ Φιλοίτιος ἐπέδησε, καὶ ἐπὶ λαῦραν, τουτέστι δημοσίαν στενωπὸν, περὶ ἧς καὶ ἐφεξῆς ῥηθήσεται. ταύτην δὴ τὴν ὀρσοθύρην τὴν, ὡς εἰκὸς, φωταγωγὸν, ἄλλως γὰρ οὐκ ἂν προκύπτειν χρήσιμος ἡ ὀρσοθύρη, ἣν ὡς θύραν σανίδες εἶχον εὖ ἀραρυῖαι, ἐπεὶ καὶ πᾶσαι θύραι ὡσεπιπολὺ σανίδες εὖ ἀραρυῖαι λέγονται, κελεύει Ὀδυσσεὺς τὸν Εὔμαιον φράζεσθαι μίαν μόνην ἔχουσαν ἀφορμὴν, οἵαν ἑνὶ μόνῳ διεξοδευθῆναι διὰ τὸ ἄγαν στενώτατον, καὶ διατοῦτο καὶ ὑπὸ ἑνὸς μόνου ἀλκίμου δυναμένην φυλάττεσθαι. δέδιε γὰρ μεμνημένος ὁ Ὀδυσσεὺς τῆς τοιαύτης ὀρσοθύρης, μή τις ἀναδραμὼν ἐκεῖ καὶ ἐκβοήσας ἀνεγείρῃ τὴν πόλιν. καὶ οὕτω μὲν Ὀδυσσεὺς εὖ εἰδὼς, καθὰ καὶ ὅτε τῷ υἱῷ ἐν τοῖς ἀγροῖς ἐγνωρίσθη, ἀνεμνήσθη, πολλὰ ἔχειν οἴκαδε ὅπλα καὶ προησφαλίσατο τὴν ἐκείνων ἐν θαλάμῳ ἀπόθεσιν. ἐπεὶ δὲ οὐκ ἀπεικὸς τὸν αὐτὸν νοῦν ἅμα εἰς διαφόρους ἐλθεῖν, ἔδει δὲ καὶ τὸν Ὀδυσσέα φανῆναι οὐ μάτην εὐλαβούμενον, ἀναμιμνήσκεται ἅμα τῆς ὀρσοθύρης καὶ μνηστὴρ ὁ Ἀγέλαος, καὶ ὀτρύνει ἀναβῆναι τινὰ εἰς αὐτὴν καὶ βοὴν θέσθαι κατὰ τοῦ Ὀδυσσέως δηλαδή. Μελάνθιος μέντοι οὐ δυνατὰ ταῦτα εἶναι φησὶ διά τε τὸ ἐγγὺς τῆς ὀρσοθύρης τὰς τῆς αὐλῆς εἶναι θύρας καὶ διότι ἀργαλέον τὸ στόμα τῆς λαύρας ἤγουν ὁ πρὸς τὴν ὀρσοθύρην ἄγων στενωπός· ὡς ἕνα τινὰ ἐκεῖ σταθέντα δύνασθαι πάντας ἐρύκειν. καὶ οὕτως ἐναγώνιόν τι πρᾶγμα ὁ ποιητὴς ὑπολαλήσας καὶ αὖθις αὐτὸς παύσας δεξιῶς τὸ τοιοῦτον, τὸ ἐντεῦθεν ὡς εἰκὸς μηχανώμενος ἀξιόλογον μάχην συστήσασθαι, ὡς μηδὲν μέγα ὂν, εἴ περ ἔνοπλοι οἱ περὶ Ὀδυσσέα ἀόπλοις τοῖς μνηστῆρσιν ἐπιθέμενοι περιεγένοντο, ποιεῖ τὸν δοῦλον Μελάνθιον ὑπισχνούμενον ἠρεμαίᾳ, ὡς εἰκὸς, φωνῇ ἐνεγκεῖν αὐτοῖς τεύχεα ἐκ θαλάμου, ἅ περ οἴεσθαί φησιν ἔνδον καταθεῖναι τόν τε Ὀδυσσέα καὶ τὸν υἱόν. καὶ ποιεῖ οὕτω. καὶ ἀναβὰς ἐς θαλάμους Ὀδυσῆος ἀνὰρ ῥῶγας μεγάροιο δώδεκα μὲν σάκεα ἔξελεν, ἤγουν ἐξείλετο, ἐπελέξατο· τόσσα δὲ δοῦρα καὶ τόσσας κυνέας χαλκήρας ἱπποδασείας. καὶ οὕτως ὁπλίζονται καὶ οἱ μνηστῆρες καὶ γίνεται ἰσχυρὸς πόλεμος. προέβη δ' ἂν τὸ κακὸν καὶ εἰς πλέον, εἰ μὴ προεμηθεύσατο Ὀδυσσεύς. ἐλθὼν γὰρ αὖθις εἰς τὸν θάλαμονὁ δοῦλος ἐπειρᾶτο ἀγαγεῖν καὶ ἕτερα τεύχεα τοῖς μνηστῆρσιν. ἁλοὺς δὲ πάσχει τὰ δηλωθησόμενα. ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ καὶ ἑτέραν ὀρσοθύρην εἶναι, δι' ἧς ἀνελθὼν εἰς τὸ ὑπερῷον Μελάνθιος ἀνείλετο τὰ ὅπλα, τεκμηράμενοι τοῦτο ἐκ τοῦ, ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος ἐς θαλάμους. ἔστι δὲ ἡ περὶ τῆς πρώτης ὀρσοθύρης Ὁμηρικὴ φράσις αὕτη, ἀφηγουμένη συνήθως ἐν τῷ ἀπὸ ῥήματος ἄρξασθαι ὑπαρκτικοῦ· ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ· ἀκρότατον δὲ παρ' οὐδὸν εὐσταθέος μεγάροιο ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι, ἢ καὶ ἄλλως, σανίδες δ' ἔχον ἐντὸς ἢ ἔνδον ἐΐσαι. τὴν δ' Ὀδυσσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν, ἑσταότα ἄγχι αὐτῆς· μία δ' οἴη γίνετ' ἐφορμή. τοῖς δ' Ἀγέλαος μετέειπεν· ὦ φίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοθύρην ἀναβαίη καὶ εἴποι λαοῖσι, βοὴ δ' ὤκιστα γένοιτο; τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσαιτο. καὶ ὁ Μελάνθιος, ὡς ἐῤῥέθη, κωλύων φησίν· Οὔ πως ἔστ', Ἀγέλαε Διοτρεφές· ἄγχι γὰρ αἰνῶς αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης· καί κεν εἷς πάντας ἐρύκοι ἀνὴρ, ὅστ' ἄλκιμος εἴη. (ῃερς. 126.) Ἰστέον δὲ ὅτι παλαιῶν τινῶν λεγόντων ἐνταῦθα, ὡς ἐν τῷ τοῦ οἴκου ἔναντι τοίχῳ θύρα ἦν, δι' ἧς εἰς τὸν θάλαμον ἦν ἀναβῆναι, φαίνεται ὡς ἡ αὐτὴ ὀρσοθύρη ἐπιτηδεία ἦν καὶ βοὴν ἐκεῖθεν γενέσθαι καὶ ἀναγαγεῖν εἰς τὰ ὅπλα. ἐπεὶ οὖν αὕτη ἀσυντελὴς ἦν εἰς τὸ πρῶτον, χρησιμεύει λοιπὸν εἰς τὸ δεύτερον. καὶ ἀναβὰς δι' αὐτῆς ὁ Μελάνθιος φέρει τεύχεα. δοκεῖ δὲ κρεῖττον εἶναι, δευτέραν τινὰ ὀρσοθύρην, ὡς ἐῤῥέθη, νοῆσαι, δι' ἧς ἀναβὰς ὁ Μελάνθιος ἐποίησε τὸ κακόν. Ἰστέον δὲ ὅτι ἔθους ὄντος Ὁμήρῳ κατὰ ποσά τινα διαστήματα στρυφνότερον γράφειν καὶ συνάγειν καὶ οὕτω ἐξ ὑπτιότητος τὸν ἀκροατὴν εἰς ἐγρήγορσιν, τοιοῦτον ἐστὶ καὶ τὸ κατὰ τὴν ὀρσοθύρην, εἰς ὃ καὶ καταγραφῆς ἐδεήθησαν οἱ παλαιοὶ, σχηματίζοντες ποῦ ὀρσοθύρη καὶ ποῦ ὁ θάλαμος, καὶ τὰς ῥῶγας τοῦ οἴκου καὶ τὴν αὐλὴν καὶ τὰ λοιπὰ, ὡς ἐν τοῖς τῶν ἀντιγράφων ἀκριβεστέροις κεῖται. ἀρκεῖ δὲ ὅμως καὶ τὰ ῥηθέντα παραστῆσαι τὴν τοῦ χωρίου, ὡς δυνατὸν, ἔννοιαν. (ῃερς. 144.) Σημείωσαι δὲ καὶ ὅτι τὸ περὶ τῶν δώδεκα σακέων καὶ τὸ ἐφεξῆς Ἀρίσταρχος ἀθετήσας κεχίακεν, ἀδύνατον εἶναι εἰπὼν τοσαῦτα βαστάσαι ἄνθρωπον. (ῃερς. 128.) Λαῦρα δὲ στενὴ ὁδὸς, ἄμφοδος, δι' ἧς λαοὶ ῥέουσιν ἤτοι φέρονται. ὅθεν, φασὶ, καὶ διάλαυρος ὁ ἐν τῷ πέραν τῆς ἀμφόδου οἰκῶν καὶ οἷον ἀντίθυρος. Ἐν δὲ ῥητορικοῖς λεξικοῖς φέρεται καὶ ὅτι λαῦρα ἡ ἀμάρα καὶ ὅτι λαῦραι ῥύμαι, κῶμαι, στενωποὶ, ὑπόνομοι. σύνθετον δ' ἐκ τῆς λαύρας καὶ ἡ σποδησιλαῦρα, τουτέστιν ἡ πόρνη, λεγομένη οὕτω παρὰ τὸ διατρίβειν ταπολλὰ ἐν ταῖς ὁδοῖς, ἢ καὶ δημοσίᾳ συμπλέκεσθαι, ὥς φασιν οἱ παλαιοί. τὸ γὰρ σποδεῖσθαι καὶ ἐπὶ μίξεως τίθεται. διὸ ἡ αὐτὴ καὶ χαμαιτύπη λέγεται ὁμωνύμως τῷ κατ' αὐτὴν στρώματι· ἔτι δὲ καὶ λεωφόρος· ἀκολούθως δὲ καὶ πανδοσία· καὶ χαλκιδίτις δὲ διὰ τὸ εὐτελές, φασι, τοῦ διδομένου νομίσματος. εἰ δὲ καὶ πολύϋμνος, ἀλλὰ τοῦτο σεμνότερον δῆθεν πόρνης ἐπίθετον διὰ τὸ αὐτῆς περιώνυμον. φορτικὸν δέ γε ἡ μανιόκηπος, ὃ δηλοῖ τὴν μεμηνυῖαν περὶ κῆπον τὸν κατ' αὐτὴν, ὃς τὸ παιδογόνον σημαίνει. εἰ δὲ καὶ λούπα ἡ αὐτὴ, ὅ πέρ ἐστιν Ἰταλικῶς λύκαινα, διὰ τὸ ἁρπακτικὸν, καὶ ἀνασεισίφαλλος, καὶ μύζουρις διὰ τὸ μυζοῦν οὐρὰν, ὅ ἐστι θηλάζειν, καὶ ἀνασύρτολις, καὶ σατύρα, καὶ εἰλίπους, καὶ γεγωνοκώμη. καὶ τοιαῦτα τινὰ εἰς τοσοῦτον εἰρήσθω. Λαύρας δὲ χρῆσις καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, λαῦραν ἀντεσκεύαζε στενήν τινα οὖσαν καὶ πλήθουσαν τῶν πρὸς ἀπόλαυσιν. εἶεν δ' ἂν τοιαῦται λαῦραι καὶ οἱ ἐν ταῖς πόλεσι λεγόμενοι ἔμβολοι. (ῃερς. 143.) Ῥῶγες δὲ μεγάροιο, δίοδοι, ῥήγματα, θυρίδες, θηλυκῶς ἀπὸ τοῦ ῥὼξ ῥωγός· αὐτὸ δὲ ἀπὸ τοῦ ῥήσσω ῥήξω. τινὲς δὲ οὐδετέρως τὸ ῥῶγας ἐνόησαν ὡς τὸ κῶας. ὅτι δὲ ἐν τῷ, ἀνὰρ ῥῶγας, διπλάζουσι τινὲς τὸ ἀμετάβολον, καθά που καὶ ἐν τῷ κατὰρ ῥόον καὶ ἐν ἑτέροις ὁμοίοις, ἔστιν ἐκ τῶν παλαιῶν ἀντιγράφων ἀναλέγεσθαι. ἀφ' ὧν δῆλον καὶ ὅτι, ὥς περ σπάνια τὰ εἰς ˉεξ, κρὲξ, ἐπίτεξ, λέλεξ τὸ διὰ τοῦ ˉγ κλιθέν, οὕτω καὶ τὰ εἰς ˉωξ, πτὼξ, βῶξ, ῥὼξ, ὃ καὶ αὐτὸ διὰ τοῦ γάμμα κλίνεται. τούτων δὲ σύνθετα πολυπτὼξ καὶ ἀποῤῥώξ. εἰσὶ δὲ τοιαῦτα καθ' Ἡρῳδιανὸν καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρὼξ, κυαμοτρώξ. οὕτω δὲ σπανίζεται καὶ τὰ εἰς ˉοξ διὰ τοῦ ˉο μικροῦ, φλὸξ διὰ τοῦ γάμμα, καὶ πρὸξ καὶ Καππάδοξ, ὧν κλίσις διὰ τοῦ κάππα. ὁ δὲ ταῦτα παραδιδοὺς καὶ τὰ εἰς αˉιξ εἰς δύο μόνα περιγράφει. αἲξ γὰρ αἰγὸς, καὶ Θραῖξ Θραικός. ὑποτέτακται γάρ, φησι, τὸ ἰῶτα τῷ ἄλφα, εἰ μὴ συνεκφωνεῖται, ὡς δῆλον ἐκ τοῦ Θρήϊκας καὶ Θρηΐκεον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὐ· ᾗ συνεπιλείπει καὶ ἡ ἐντελὴς κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα, λείπεται διπλοῦ τοῦ κατὰ ἀναλογίαν, ὡς πολλαχοῦ δηλοῦται. (ῃερς. 147–