Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
123.1.1
) Ὅτι τὸ ἀνάψαι πῦρ ἐν δώμασιν οὕτω φράζει· δμωαὶ δ' ἀνέκαιον ἐπ' ἐσχάρῃ ἀκάματον πῦρ, ἤγουν οὐκ ἀμυδρὸν, ἀλλ' ἐγκρατῶς τῆς ὑποκειμένης ὕλης δραττόμενον, ὡς ἐκείνην μὲν κάμνειν, αὐτὸ δὲ εἶναι ἀκάματον. (ῃερς. 129.) Ὅτι κήδεσθαι προσποιούμενος ὡς ξείνου τοῦ πατρὸς ὁ Τηλέμαχος ἐρωτᾷ, πῶς αὐτὸν ἀνέπαυσαν, εἰπών· μαῖα φίλη, πῶς τὸν ξεῖνον ἐτιμήσασθ' ἐνὶ οἴκῳ, εὐνῇ καὶ σίτῳ; ἢ αὕτως κεῖται ἀκηδής; τοιαύτη γὰρ ἐμὴ μήτηρ πινυτή περ ἐοῦσα ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, (ῃερς. 133.) τὸν δέ τ' ἀρείον' ἀτιμήσασ' ἀποπέμπει. καὶ οὐ διαβάλλει μὲν ὁ παῖς τὴν μητέρα, γλυκυπικρῶς δὲ τὸν λόγον κεράσας τὴν ἄγαν φιλανδρίαν αὐτῆς ἐνδείκνυται καὶ ἐν οἷς μέμφεται, λέγων, ὡς τοὺς ψευδῆ μὲν εὐαγγελιζομένους περὶ Ὀδυσσέως τιμᾷ, τοὺς δ' αὖ μὴ τοιούτους οὐχ' ὁμοίως δέχεται. (ῃερς. 135.) ἡ μέντοι Εὐρύκλεια τῆς δεσποίνης ὑπεραπολογουμένη πρός γε τὰ παρόντα φησίν· οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο· ὃ παρῴδηται ἐκ τοῦ, καί κεν ἀναίτιον αἰτιόῳτο, τοῦ ἐν Ἰλιάδι κειμένου. οἴνου μὲν γὰρ πῖνε καθήμενος ὄφρ' ἔθελ' αὐτὸς, σίτου δ' οὐκέτ' ἔφη πεινήμεναι· εἴρετο γάρ μιν. ἀλλ' ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, ἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι· ὁ δὲ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, οὐκ ἔθελ' ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, ἀλλ' ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν, ὡς προεδηλώθη, ἔδραθεν ἐν προδόμῳ, (ῃερς. 143.) χλαῖναν δ' ἐπιέσσαμεν ἡμεῖς. οἰκειοῦται γὰρ ἡ γραῦς αὕτη τὸ τῆς Εὐρυνόμης· ἐκείνη γὰρ χλαῖναν ἐπέβαλε τῷ ξείνῳ πεσόντι. Ἐν οἷς ὅρα, ὡς ταυτὸν ἡγεῖται εἰπεῖν χλαῖναν ἐπιβαλεῖν καὶ χλαῖναν ἐπιέσαι. (ῃερς. 4.) εἰ δὲ χλαῖναν ἐπέβαλε κοιμηθέντι, τουτέστιν ἐπέθετο, τὸ δ' αὐτὸ λέγει καὶ χλαῖναν ἐπιέσασθαι, οὐκ ἀεὶ ἄρα τὸ ἐπιέσασθαι ἀντὶ τοῦ ἐνδύσασθαι λέγεται. (ῃερς. 129.) Τὸ δὲ, ξεῖνον ἐτιμήσασθε, Ἀττικῶς ἀντὶ τοῦ ἐτιμήσατε. παρὰ δέ γε τοῖς μεθ' Ὅμηρον ἐμπορικὴ καὶ συναλλακτικὴ λέξις τὸ τιμᾶσθαι καὶ γενικῇ συντάσσεται, οἷον, τοῦ παντὸς τιμῶμαι τὴν ἀρετὴ, καὶ τοσοῦδε τινὸς τιμῶμαι τήνδε τὴν ὕλην. (ῃερς. 132.) Ἐμπλήγδην δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἀκρίτως παρὰ τὸ ἐμπελάζειν ἢ ἐμπλήσσειν ἤτοι ἐμπίπτειν ὅπως ἂν καὶ τύχοι τοῖς πράγμασι. Καὶ ἄλλως δὲ ἐμπλήγδην τὸ δίκην ἐμπλήκτου τινός. ἔμπληκτος δὲ ὁ ἄστατος καὶ οἱονεὶ ἔσω πεπληγμένος καὶ οὐ κατὰ φύσιν φρονῶν, ὥς περ ἔκπληκτος ὁ ἔξωθεν πεπληγμένος κατὰ τοὺς ἐμβροντήτους καὶ ἐκπεπαταγμένους καὶ ἔκθαμβος κατὰ τὴν κοινῶς λεγομένην ἔκπληξιν. ὁ μέντοι παραπλὴξ ποτὲ μὲν τὸν ἔμπληκτον δηλοῖ, ποτὲ δὲ τὸν παράμουσον καὶ ἀπαίδευτον καὶ, ὡς εἰπεῖν, ἀπῳδόν· καθὰ καὶ παρὰ τῷ κωμικῷ κεῖται. (ῃερς. 133.) ὁ δὲ χείρων καὶ ὁ ἀρείων, ὥς περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα ἀντίκεινται. Τὸ δὲ ἀτιμῶ ἀτιμήσω σύνηθες τῷ ποιητῇ, ὡς ἡ Ἰλιὰς δηλοῖ, ἔνθα καὶ ἀτίμητος ὁ ἄτιμος. οἱ δὲ ὕστερον ἀτιμῶ ἀτιμώσω φασίν. (ῃερς. 136.) Ἐν δὲ τῷ, οἶνον ἔπινε, σίτου δὲ οὐκ ἔφη πεινῆν, ἐν οἷς ἔοικε παρήχησίς τις εἶναι, ψεύδεσθαι ἡ γραῦς δοκεῖ· οὐδὲν γὰρ τοιοῦτον ἐφάνη γενέσθαι εἰς τὸν Ὀδυσσέα παρὰ τῇ Πηνελόπῃ, καὶ ἦν καίριον ὑπὲρ τῆς δεσποίνης τὸ ψεῦδος τῇ δούλῃ. καὶ ἄλλως δὲ ἀπεικὸς οὐδὲν κατὰ τὸ σιωπώμενον οὕτω γενέσθαι, ὡς ἡ δούλη ἔφη. (ῃερς. 146.) ἔστι δὲ καὶ μετ' ὀλίγα ὅμοιον σχῆμα σιωπηρόν· διεκβέβηκε γὰρ εἰς ἀγορὰν ὁ Τηλέμαχος, ἔχων καὶ πάλιν κύνας πόδας ἀργοὺς ἑπομένους. καὶ τοῦτο μὲν ὁ ποιητὴς παρεσημήνατο, τὸ δὲ καὶ εἰσελθεῖν ἐκεῖνον μὴ ἐκλαληθὲν ἀφείθη νοεῖσθαι κατὰ τὸ σιωπώμενον, ὥς περ καὶ αὐτὸ τοῦτο τὸ, ὡς καὶ ἐνέτυχέ τισιν, ὡς εἰκὸς, ἐν τῇ ἀγορᾷ καὶ ἐλάλησε τὰ δοκοῦντα. ἔθος γὰρ ἦν τοῖς κρατοῦσιν ἐπ' ἀγορᾶς ἕωθεν προϊέναι καὶ ἢ λαλεῖν ἢ ἐκμανθάνειν εἴ τί που νέον συνέπεσε. καὶ τοῦτο μὲν τοιοῦτον. (ῃερς. 136.) Τὸ δὲ, οἶνον μὲν γὰρ πῖνε, σίτου δ' οὐκ ἔφη πεινήμεναι, κατὰ ἄρσιν καὶ θέσιν δεξιῶς ἐσχημάτισται πρὸς κάλλος· θέσις μὲν γὰρ τὸ οἶνον πίνειν, ἄρσις δὲ τὸ σίτου δὲ οὐκ ἐπείνα. ἔνθα καὶ ὅρα, ὡς δυνάμενος εἰπεῖν, οἴνου μὲν γὰρ ἔπινεν, ὁμοίως τῷ, σίτου δ' οὐκ ἐπείνα, ὅμως καὶ τῇ ἀλλαγῇ τῆς συντάξεως σχῆμα ἕτερον ἐποίησεν, εἰ μὴ ἄρα τὸ πεινᾶν μὲν οἶδε γενικῇ συντασσόμενον, οὐκέτι δὲ καὶ τὸ πίνειν. Τὸ δὲ, ὄφρα ἔθελεν αὐτὸς, ὕφεσίν τινα ἔχει πρὸς τὸ κορέσασθαι. εἴη δὲ ἄν πως ὅμοιον τῷ, πίνειν ὄφρα ἤθελε, καὶ τὸ, σίτου μηκέτι πεινᾶν. δῆλον γὰρ, ὅτι καὶ ὁ μὴ πεινῶν ἤσθιεν ὄφρα ἤθελε. Τοῦ δὲ πεινήμεναι οὔτε ἡ προφορὰ ζηλωτὴ, οὔτε ἡ τοῦ θέματος εὕρεσις· τοῦ μὲν γὰρ πεινήμεναι προϋπάρχει τὸ πεινῆναι, αὐτοῦ δὲ θέμα τὸ πείνημι ἢ τὸ πειναίνω ἐκ τοῦ πεινῶ, ἀπόθετα καὶ αὐτὰ τῇ ποιήσει, καθὰ καὶ τὸ πένθημι ἢ πενθαίνω, ἐξ οὗ τὸ, πενθήμεναι ἄκριτον, καὶ τὸ θαυμαίνω, ἀφ' οὗ τὸ, ἀέθλια θαυμανέοντες. εἰκὸς δὲ καὶ ἄλλως τὸ πεινήμεναι ἀκολούθως ἔχειν τῷ φιλήμεναι, νοήμεναι· περὶ ὧν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ προγέγραπται, ὅπου κεῖται ἡ τοῦ Ἡρακλείδου γνώμη περὶ τοῦ ἔμμεναι. Τὸ δὲ, εἴρετο γάρ μιν, ἐῤῥέθη πρὸς τὸ, οὐκέτ' ἔφη· εἰ γὰρ μὴ ἠρωτήθη, οὐδ' ἂν ἔφη. Ἡ δὲ, ὡς ἐῤῥέθη, τοῦ Τηλεμάχου διέκβασις εἰς ἀγορὰν εἰς μικρόν τι χρήσιμός ἐστι τῷ ποιητῇ, διὸ οὐδὲ πολυλογεῖ αὐτήν. ἐξελθὼν γὰρ ὁ Τηλέμαχος ἐκκλίνει μόνον τὸ οἴκοι ἐντυχεῖν τῷ πατρὶ καὶ ἀνάγκην σχεῖν ὁμιλῆσαι καὶ οὕτως ὑποψίαν κινῆσαι τινά. ὁ δὲ ἐν τοσούτῳ βλέπει τοὺς δούλους, ἤγουν τὸν συβώτην Εὔμαιον καὶ τὸν βουκόλον Φιλοίτιον, καὶ λαμβάνει πεῖραν χρησιμεύουσαν αὐτῷ. (ῃερς. 133.) Ἐκ δὲ τῶν ἀνωτέρω κειμένων τὸ μὲν ἐμπλήγδην ἑτέρους μὲν τιμᾶν χείρονας, τοὺς δὲ ἀρείονας ἀτίμως ἀποπέμπειν, ἀδιακρίτου ἤθους ἐστί. (ῃερς. 136.) Τὸ δὲ οἶνον μὲν πίνειν τινὰ ὄφρα ἐθέλῃσι, τοῦ δὲ οὐκέτι πεινῆν, αὐτάρκη δηλοῖ δίαιταν. (ῃερς. 140.) Τὸ δὲ, αὐτὰρ ὅ γε ὥς τις πάμπαν ὀϊζυρὸς καὶ τὰ ἑξῆς, ἐπί τινος ῥηθήσεται χαμαικοιτοῦντος ἑκοντί. (ῃερς. 143.) Τὸ δὲ ἔδραθε σύνθετόν ἐστι· δράθω γὰρ καὶ δραθεῖν τὸ ἀποτιθέναι τὸ δρᾶν, ὅ ἐστι βλέπειν, περὶ οὗ ἀλλαχοῦ εἴρηται. τὸ μέντοι πλάθειν παρὰ Σοφοκλεῖ ἐν τῷ, τὰ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλάθειν, οὐχ' οὕτω σύνθετόν ἐστιν, ἀλλ' ἐκ τοῦ πλῶ, τὸ πελάζω, γίνεται πλάθω· ἐξ οὗ ἴσως καὶ Πλαθάνη ἡ παρὰ τῷ κωμικῷ. (ῃερς. 149.) Ὅτι οἰκονομία εἰλαπίνης ἅ περ ἡ δούλη μαῖα ἐπιτάσσει ταῖς λοιπαῖς δμωαῖς, δῖα κληθεῖσα γυναικῶν αὕτη νῦν, καθὰ καὶ δῖος Εὔμαιος. φησὶ γάρ· ἀγρεῖθ', αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, ὅ ἐστι πονησάμεναι, ὡς πολλαχοῦ δηλοῦται, ῥάσατέ τε ἔν τε θρόνοις εὐποιήτοισι τάπητας βάλλετε πορφυρέους, περὶ ὧν καὶ αὐτῶν ἱκανῶς δεδήλωται ἐν ἄλλοις· αἱ δὲ σπόγγοισι τραπέζας πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας καὶ δέπα ἀμφικύπελλα· ταὶ δὲ μεθ' ὕδωρ ἔρχεσθε κρήνηνδε. εἰκὸς δὲ τὴν τραπεζοκόμον ταύτην σκευωρίαν μὴ οὕτω γίνεσθαι ἀεὶ, ἀλλὰ σήμερον διὰ τὴν ἑορτήν· νουμηνία γάρ ἐστιν. ἐπάγει δὲ ἡ γραῦς καὶ ὅτι οἴσετε θᾶσσον· διατί; οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, ἀλλὰ μάλα ἦρι νέονται, τουτέστιν ἅμα ὄρθρῳ τῷ καὶ ἀλλαχοῦ κειμένῳ. ἐπεί, φησι, καὶ πᾶσιν ἑορτὴ, τουτέστι πάνδημος καὶ οὐ μόνοις τοῖς ὑπερφιάλοις μνηστῆρσι. νεομηνία γὰρ ἡ ἡμέρα, ὡς ἐῤῥέθη, Ἀπόλλωνος ἱερὰ, τουτέστιν ἡλίου, ὃς αἴτιος νεομηνίας συνοδεύων τηνικαῦτα τῇ σελήνῃ. διὸ εὐτυχῶς καὶ εὐκαίρως ὁ θεοφιλὴς Ὀδυσσεὺς τῶν ἔξω πάντων περὶ τὴν ἑορτὴν πονουμένων αὐτὸς μετὰ τόξου τοῖς ἐχθροῖς ἐπιθήσεται περὶ ἑορτὴν τοξότου Ἀπόλλωνος, ἐφ' ἧς τρεῖς σιάλους ὁ Εὔμαιος κομίζει, οἳ ἦσαν ἐν πᾶσιν ἄριστοι, ἕνα καθεκάστην κομίζειν εἰωθώς· καὶ Μελάνθιος δὲ αἶγας ἄγει, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι· καὶ Φιλοίτιος ἐκ τῆς ἀντιπέραν ἠπείρου φέρει βοσκήματα· καὶ οὕτω πολυτελὴς μὲν ἡ εἰλαπίνη, πολὺς δὲ ὁ φιλοτήσιος οἶνος, οἷς ὁ τῶν μνηστήρων κόρος σύντροχος. καὶ ῥᾷον οὕτω λοιπὸν πίπτουσι βεβαρημένοι, οἷς ἐπλήσθησαν εἰς τρυφήν. τούτου γὰρ ἕνεκεν ὁ ποιητὴς τὰ τοιαῦτα πλάττεται, ἵνα πολυτρόπως ὁ τῶν μνηστήρων φόνος πιθανολογηθῇ. Ὅρα δὲ πάλιν τὸ ἄριστον τεθὲν ἐπὶ συῶν καθὰ καὶ πρὸ τούτων. Τὸ δὲ ἀγρεῖτε γίνεται μὲν ἐκ τοῦ ἀγρέω ἀγρῶ, τὸ ἀγρεύω. ἔστι δὲ ταυτὸν τῷ σπουδαίως ἄγετε, καὶ, ὡς εἰπεῖν, ἄγετε ῥᾷον. διὸ καθάπερ ἄγε καὶ ἄγετε παρακελευσματικῶς, οὕτω νῦν μὲν ἀγρεῖτε. ἐν δὲ Ἰλιάδι ἑνικῶς· ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην. Τὸ δὲ κορήσατε δῶμα ἀντὶ τοῦ σαρώσατε, καλλύνατε· ὅθεν καὶ κόρημα τὸ σάρον, δι' οὗ φιλοκαλεῖται γῆ· καὶ κόρη ἡ ἀπ' ἀνδρὸς καθαρὰ καὶ τὸ τῆς ὄψεως διειδές· καὶ νεωκόρος καὶ τὰ κατ' αὐτόν· καὶ ἐκκορηθείης ἀντὶ τοῦ ὡς κάθαρμα ἐκβληθείης. Ἰστέον δὲ ὅτι τὸ ῥηθὲν σάρον, ἤτοι σάρωτρον, καὶ ὄφελμα ἐκαλεῖτο κατὰ τοὺς παλαιοὺς ἐν ἀντιφράσει· οὐ γὰρ ὀφέλλονται ἤτοι αὔξονται τὰ σαρούμενα· διὸ καὶ τὸ σάρον παραιρεῖ καὶ μειοῖ. τοιοῦτον δέ τι καὶ τὸ σαροῦν διὰ τὸ πρωτότυπον σαίρω· ἐξ οὗ καὶ σήρανες γῆς, καὶ σεσηρέναι ῥῆμα, καὶ χείλη σεσηρότα· ἐφ' ὧν πάντων σχίσμα τι φαίνεται καὶ μείωσις ὁλότητος. ἐπεὶ οὐδέν τι τῶν σεσηρότων ἔστι συνεχὲς, ἀλλὰ τῇ διεχείᾳ πάσχει ἀπέλευσίν τινα τῆς ὁλότητος. (ῃερς. 150.) Τὸ δὲ ῥάσατε ἀντὶ τοῦ ῥάνατε, ὡς μὴ λιθοστρώτου ἴσως ὄντος τοῦ τῆς εἰλαπίνης δαπέδου εἰς τὸ πᾶν. ὅτι δὲ ἦν τι καὶ λίθοις ἐστρωμένον, δηλοῖ τὸ ἐν τοῖς ἑξῆς κραταίπεδον, περὶ οὗ φασὶν οἱ παλαιοὶ, ὅτι κραταίπεδον τὸ λιθόστρωτον καὶ οὕτω στεῤῥόν. ἐπεὶ καὶ κραταίποδες οἱ στεῤῥοὶ καὶ ἰσχυροὶ καθ' ὁμοιότητα τοῦ χαλκόποδες. θέμα δὲ τοῦ ῥάσατε ῥάζω, ἐξ οὗ ἐν τοῖς ἑξῆς τοῖχοι ἐῤῥάδαται ὁμοίως τῷ ὠνομάδαται καὶ τοῖς τοιούτοις. ὡς γὰρ βῶ βάζω, οὕτω καὶ ῥῶ ῥάζω. ἐκ δὲ τοῦ τοιούτου ῥῶ καὶ τὸ ῥαίνειν γίνεται. ὅθεν δὲ τὸ ῥάσατε, ἤγουν ῥάατε, ἐκεῖθεν καὶ τὸ παρὰ τῷ δειπνοσοφιστῇ ῥάσμα, οἷον, Δημήτριος ὁ Φαληρεὺς τάδε καὶ τάδε φαῦλα πράσσων ῥάσματα μύρωνπίπτειν ποιῶν ἐπὶ γῆν. τὸ μέντοι Ὁμηρικὸν ἀρχαῖον, φασὶν, ἔθος ἦν, ὡς δῆλον ἐκ τοῦ, ἀλλὰ ξενῶνας οἶγεκαὶ ῥάνον δόμους, στρῶσόν τε κοίτας καὶ πυρὸς φλέξον μένος, κρατῆρά τ' αἴρου καὶ τὸν ἥδιστον κέρα. ὅτι δὲ ἐκ τοῦ ῥάζειν γίνεται καὶ ὄνομα ὁ περιῤῥηδὴς, ἐν τοῖς ἑξῆς φανεῖται. Ἰστέον δὲ καὶ ὅτι ἔστιν ἐκ τοῦ ῥῶ καὶ ἄλλον τρόπον παράγωγον ῥάσσω, ὡς φῶ φάσσω, καὶ δηλοῖ τὸ, ἐῤῥωμένως καταπίπτω· ἀφ' οὗ καὶ ὁ καταῤῥάκτης ἐπί τε ὀρνέων καὶ ἐπὶ πετρῶν ποταμίων· μεταφορικῶς δὲ καὶ ἐπί τινων ἄλλων καταῤῥασσόντων. (ῃερς. 152.) Τὸ δὲ ῥῆμα τοῦ ἀμφιμάσασθε παράγει καὶ τὸ ἐκμάσσειν καὶ ἀπομάσσειν· ὧν τῆς συστοιχίας ἐδηλώθη καὶ τὸ ἐκμαγεῖον εἶναι καὶ τὸ ἔκμαγμα. οὕτω δὲ πάντως καὶ τὸ χειρόμακτρον, ᾧ δηλαδὴ τὰς χεῖρας ἀπεμάττοντο. τοῦτο δὲ ὠμόλινον μὲν ἄλλοι φασί· Φιλόξενος δὲ ὁ Κυθήριος ἔκτριμμα. ὅτι δὲ τὸ μάσσειν διαφόροις ἥνωται προθέσεσι, δῆλον ἐκ τοῦ, σῇ κεφαλῇ ἀναμάξεις. τοῦ δὲ ἀπομάσσειν παράγωγον καὶ ἀπομαγδαλιὰ, ἡ παρὰ τῷ κωμικῷ μαγδαλιά. γράφει γοῦν τις παλαιὸς, ὡς μετὰ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο, οὐκ ἀπονιψάμενοι τὰς χεῖρας ἀλλ' ἀπομαζάμενοι τοῖς ψωμοῖς, καὶ τὴν ἀπομαγδαλιὰν ἕκαστος ἀπέφερε, ποιοῦντες, φησὶ, τοῦτο ἕνεκεν τῶν ἐν ταῖς ἀμφόδοις νυκτέρων φόβων, ὧν αἰτία εἶναι ἡ Ἑκάτη ἐδόκει. ὡς δὲ καὶ ζύμη ἀπέματτε χεῖρας λιπώσας ἀπὸ συσσιτίου καὶ ἐῤῥίπτετο κυσὶ, καὶ ἐλέγετο αὕτη μαγδαλιὰ, ὅθεν καὶ παροιμία ἐπὶ τῶν ζώντων ῥυπαρῶς τὸ, σιτεῖσθαι ἀπὸ μαγδαλιᾶς, δῆλον ἐστὶν ὡς καὶ προῤῥηθέν. ὡς δὲ καὶ μάζα καὶ ματτίη καὶ ἄλλα ἐκ τοῦ μάσσειν γίνονται, ζήτει γραφὲν ἑτέρωθι. ἐκεῖθεν δὲ παράγωγον καὶ ὁ μάγειρος καὶ ἡ μαγὶς καὶ ὁ παρὰ τῷ Ἀθηναίῳ Μάγασις μαγείρου ὄνομα παρὰ πολλοῖς, ὃς ἔματτε τὰ πρὸς ἱερουργίαν ὡς τραπεζοποιὸς, καθὰ δηλοῖ τὸ, Μάγασις καὶ Γογγύλος ἔχοντες ἀπὸ τῶν τραπεζῶν φησὶ τὰ ὀνόματα ἐπεὶ τὰς μάζας ἐν ταῖς θοίναις τρίβοντες παρεῖχον γογγύλας, ἤγουν στρογγύλας. ἡ μέντοι μάκτρα, ἤγουν ἡ τῆς ἀρτοποιΐας σκάφη, ἐξ ἑτεροίου μάσσω γίνεται, τοῦ δηλοῦντος τὸ ἅπτεσθαι καὶ φυρᾶν οὕτω τὰ εἰς ἀρτοποιΐαν. καὶ ἐκ τοῦ τοιούτου μάσσειν καὶ ἡ μάζα καὶ ὁ μαζὸς, ἴσως δὲ καὶ ὁ μαστός. αὐτὸς μέντοι καὶ ἄλλως ἀπὸ τοῦ μασᾶσθαι, ὅθεν καὶ ἡ μάσταξ ἐπί τε στόματος καὶ ἐπὶ τροφῆς. εἰκὸς δὲ καὶ τὸ μασᾶσθαι ἀπὸ τοῦ τοιούτου μάσσεσθαι γενέσθαι. ὡς γὰρ δέφω δέψω καὶ ἐκεῖθεν τὸ δεψῶ δεψήσω, οὕτω καὶ μάσσω μάσω, ἐξ οὗ τὸ μασῶ μασήσω καὶ τὰ ἐξ αὐτοῦ. (ῃερς. 154.) Τὸ δὲ οἴσετε ποιητικῶς κανονίζεται ὡς παρατατικὸς ἀπὸ μέλλοντος ἀναδραμόντος εἰς ἐνεστῶτα. οἴσω γάρ· οὗ παρατατικὸς οἶσον, τὸ τρίτον οἶσε, τὸ προστακτικὸν ὁμοφώνως οἶσε· οὗ πληθυντικὸν τὸ οἴσετε, ῥῆμα εἰς πεζολογίαν ἄχρηστον. (ῃερς.