Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
129.1.1
) πώεα δὲ ἐπὶ οἰῶν κατὰ κυριολεξίαν. (ῃερς. 130.) Τὸ δὲ, γόνος δ' οὐ γίνεται αὐτῶν οὐδέ ποτε φθινύσουσιν, εἰκὸς ἐπιλεχθῆναι καὶ θησαυροῖς οὓς καταχωννύουσιν οἱ πολλοί. (ῃερς. 131.) Τὸ δὲ ἐπιποιμένες ταυτὸν τῷ ἐπιβουκόλος καὶ τοῖς τοιούτοις. (ῃερς. 133.) Ἡ δὲ Νέαιρα καὶ κύριον ὕστερον ὄνομα γυναικὸς Ἀτθίδος παρά τε ἄλλοις, καὶ Δημοσθένει. (ῃερς. 134.) Τὸ δὲ θρέψασά τε τεκοῦσά τε, πρωθυστερεῖται συνήθως 2. 19 τρόπῳ ποιητικῷ. (ῃερς. 136.) Τὸ δὲ μῆλα φυλάσσειν σεμνῶς εἶπεν ἀντὶ τοῦ ποιμαίνειν. (ῃερς. 137.) Τὸ δὲ εἰ μὲν ἀσινέας ἐᾷς καὶ ἑξῆς, ἔστι κατὰ παρῳδίαν χρησιμεῦσαι ποτὲ ὅτε τις παραγγέλλεται μὴ ἅψασθαί τινος ἐπὶ βλάβῃ αὐτοῦ. (ῃερς. 143.) Ὅτι ὥς περ ὁ ἐκ τῆς Καλυψοῦς, οὕτω καὶ ὁ ἐκ τῆς Κίρκης ἀπόπλους τοῦ Ὀδυσσέως ἁπλοϊκῶς ἔχει καὶ ἀφελῶς. οὐδὲν γάρ τι αἱ νύμφαι πρὸς τὸν Ὀδυςσέα λαλοῦσιν ἀπιόντα, τυχὸν μὲν διὰ τὸ παθαίνεσθαι, ἴσως δὲ καὶ μὴ θέλοντος τοῦ ποιητοῦ καὶ τοιούτοις ἐνασχολησθῆναι λόγοις, ὡς δέον ὂν κατὰ τὸ σιωπώμενον νοεῖσθαι ὅσα ἐν τοῖς τοιούτοις εἰκὸς γίνεσθαι. ἐνταῦθα οὖν Κίρκη μὲν ἀνὰ νῆσον ἁπλῶς οὕτως ἀπέστιχεν, Ὀδυσσεὺς δὲ ἄπεισιν, οὐ συνταξάμενοι οὐδὲ λαλήσαντες οὐδὲν, ἢ ἄλλως παθηνάμενοι. (ῃερς. 149.) Ὅτι καὶ νῦν τὸν πλησίστιον οὖρον ἐσθλὸν ἑταῖρον λέγει, ἀφελῶς καὶ γλυκέως θεὶς ἐπὶ ἀνέμου καὶ τὸ ἐσθλὸς καὶ τὸ ἑταῖρος, ὅ πέρ ἐστι βοηθὸς, συνεργὸς, ὥς φασιν οἱ παλαιοί. ἄλλως μέντοι πρὸς ἀλήθειαν φίλος λόγῳ γλυκύτητος. διὸ καὶ Σοφοκλῆς ἀφελῶς ἔφη τὸ, τίς δ' ἀνέμων ὁ φίλτατος. (ῃερς. 154.) Ὅτι ἔνθα κοινὸς ὁ κίνδυνος χρὴ δημοτικῶς εἰς μέσον παρατιθέναι τὰ ἀπόῤῥητα, καί που λέγειν τὸ τοῦ Ὀδυσσέως· ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ' οἴους τάδε τινὰ, ἀλλὰ ἐρέω μὲν ἐγὼ ἵνα εἰδότες ἤ κε θάνωμεν ἤ κεν ἀλευσάμενοι θάνατον καὶ κῆρα φύγοιμεν. Ὅρα δὲ ὡς κἀνταῦθα συνήθως ἤρξατο μὲν ἀπὸ τοῦ γˉαρ συνδέσμου, ἐπήγαγε δὲ ἀποδοτικῶς τὸν ἀλλˉα. εἶτα εὐθὺς Ὀδυσσεὺς ἄρχεται λέγειν τοῖς περὶ αὐτὸν, ὃ παρήγγειλεν ἡ Κίρκη περὶ Σειρήνων. τὰ μέντοι ἐφεξῆς δεινὰ στρατηγικῶς ἐπικρύπτει τοῖς ἑταίροις, ὡς ἂν μὴ μαθόντες ἀποδυσπετήσωσι πλέειν. ὅτι δὲ παρήγγειλεν ἡ Κίρκη Σειρήνων θεσπεσιάων φθόγγον ἀλεύασθαι καὶ λειμῶν' ἀνθεμόεντα, καὶ ὡς μόνον τὸν Ὀδυσσέα ἐκέλευσεν ἀκούειν μὲν, δεσμῷ δὲ ἀργαλέῳ δεθῆναι, ὄφρα ἔμπεδον αὐτόθι μίμνῃ καὶ τὰ ἑξῆς, προδεδήλωται ἱκανῶς. Εἰ δὲ μετὰ τὰς Σειρῆνας μεγάλοις κακοῖς περιέπεσεν Ὀδυσσεὺς, ἔστιν ἠθικῶς ἐκλαβέσθαι αὐτὸ εἰς δεῖγμα τοῦ ἕπεσθαι ὡς ταπολλὰ τῇ ἡδονῇ τέλος οὐκ εὔχαρι. (ῃερς. 202.) Ὅτι ἐπεὶ τὴν τῶν Σειρήνων ἔλιπον νῆσον οἱ περὶ Ὀδυσσέα, αὐτίκα καπνὸν τὸν προῤῥηθέντα καὶ μέγα κῦμα ἴδε καὶ δοῦπον ἄκουσεν ὁ Ὀδυσσεὺς πρῶτος, ὡς εἰκὸς, οἷα κατὰ νοῦν ἔχων τὰ τῆς Κίρκης, τῶν δὲ λοιπῶν μετ' αὐτὸν μαθόντων καὶ δεισάντων ἐκ χειρῶν ἔπτατ' ἐρετμά. βόμβησε δ' ἄρα πάντα κατὰ ῥόον. ἔσχετο δ' αὐτοῦ νηῦς. φαίνεται δέ, φασιν, ἄρτι καπνὸς, ἐπεὶ ἐν ἡμέρᾳ οὐ φαίνεται πῦρ. (ῃερς. 203.) Τὸ δὲ ἔπτατο ἔχει τι ἀστείας εὐτραπελίας, εἴ γε τὰ ἐν ἄλλοις πτερὰ νηῶν ἐρετμὰ νῦν ἐκπετασθῆναι λέγεται καθά τινα πτηνά. καὶ εἶχε μὲν εἰπεῖν χειρῶν ἔκφυγ' ἐρετμά. ἔκρινε δὲ κάλλιον οὕτω φράσαι. (ῃερς. 204.) Ὅρα δὲ καὶ νῦν τὸ βομβεῖν ἐπὶ οἵου κτύπου ἐλήφθη. δῆλον δὲ, ὡς καὶ λίθος βομβεῖ ὁποῖος καὶ ὁ Φαιακικὸς δίσκος, καὶ μέλισσα δὲ καὶ βροντή. ἐκ τούτου δὲ καὶ ἔντομόν τι ζῷον ὁ βομβυλίος, καὶ παρὰ τῷ κωμικῷ δὲ βομβὰξ παικτικὸν ἐπίῤῥημα καθ' ὁμοιότητα τοῦ βαβαί. ὡσαύτως καὶ βομβαλοβομβάξ. (ῃερς. 206.) Ὅτι δεδιότων τῶν Ὀδυσσέως ἑταίρων τὴν διὰ τοῦ πορθμοῦ πάροδον αὐτὸς μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ὤτρυνεν· ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονες εἰμὲν, οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακὸν ἢ ὅτε Κύκλωψ εἴλει ἐνὶ σπῆϊ γλαφυρῷ κρατερῇφι βίῃφι, ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐκφύγομεν. καί που τῶνδε μνήσεσθαι ὀΐω. νῦν δ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθόμεθα πάντες. (ῃερς. 214.) ἔστι δὲ ἡ τοῦ Ὀδυσσέως βουλὴ, τὸ, κώπαις αὖθις ἁλὸς ῥηγμῖνα βαθεῖαν τύπτειν, αἴ κέ ποθι θεὸς δῴη (ῃερς. 216.) τόνδε γ' ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι, τὸν ἐκ τοῦ τόπου δηλαδὴ περὶ ὃν ὁ καπνὸς καὶ ὁ δοῦπος. (ῃερς. 217.) εἶτα καὶ μέθοδον διδοὺς, πῶς ἂν ὑπεκφύγωσιν, ἐπάγει· σοὶ δὲ κυβερνῆθ' ὧδ' ἐπιτέλλομαι, ἀλλ' ἐνὶ θυμῷ βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήϊα νωμᾷς. (ῃερς. 219.) τούτου μὲν καπνοῦ καὶ κύματος, τοῦ κατὰ τὰς Πλαγκτὰς δηλαδὴ, ἐκτὸς ἔεργε νῆα, σὺ δὲ σκοπέλου (ῃερς. 220.) ἐπιμαίεο, τουτέστι ζητητικῶς ἐπιθύμει, ἐφάπτου, μή σε λάθῃσι κεῖσ' ἐξορμήσασα καὶ ἐς κακὸν (ῃερς.