Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
) ταφὼν δ' ἀνόρουσε συβώτης, ὅ περ ἐν Ἰλιάδι ἐπὶ Ἀχιλλέως κεῖται. ἐκ δ' ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον, καθὰ πρὸ τούτων ἐπὶ τῷ Ὀδυσσεῖ δραμόντι σκύτος ἐξέπεσε χειρὸς ὃ μετεχειρίζετο. (ῃερς. 14.) ὁ δ' ἀντίος ἤλυθεν ἄνακτος, κῦσε δέ μιν κεφαλὴν καὶ ἄμφω φάεα καλὰ, χεῖράς τε ἀμφοτέρας, ὃ συγκεφαλαιωσάμενος μετ' ὀλίγα ἐρεῖ· πάντα κύσε περιφύς. (ῃερς. 15.) Οὐχ' ὡς δοῦλος δὲ ταῦτα ποιεῖ, δούλων γὰρ οὐκ ἦν ἄμφω φάεα φιλεῖν, οἷα δέ τις καθ' αἷμα οἰκεῖος, ὡς καὶ ἡ ἐφεξῆς δηλώσει παραβολή· ὁμοιότητα πατρικήν τινα πρὸς Τηλέμαχον παραδεικνῦσα ἐν αὐτῇ. εἰπὼν γὰρ, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ, ἐπιφέρει· ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον τηλύγετον, τῷ ἐπ' ἄλγεα πολλὰ μογήσοι ἤγουν ἐμόγησεν, ὣς τότε Τηλέμαχον θοειδέα δῖος ὑφορβὸς πάντα κύσε περιφὺς ὡς ἐκ θανάτοιο φυγόντα, καὶ δὴ ὀλοφυρόμενος προσεῖπεν ἀφελῶς τὸ περιφερόμενον· ἦλθες Τηλέμαχε γλυκερὸν φάος. οὔ σε ἔγωγε ὄψεσθαι ἐφάμην ἐπεὶ ᾤχεο νηῒ Πύλονδε· ἀλλ' ἄγε νῦν εἴσελθε φίλον τέκος καὶ ἑξῆς. (ῃερς. 17.) Καὶ ὅρα ὡς πάνυ τὰ τῆς ῥηθείσης παραβολῆς ηὔξηται. παῖδα γὰρ ὑποτίθεται πρὸς ἔνδειξιν πολλῆς φιλοστοργίας, καὶ αὐτὸν φιλούμενον πατρὶ καὶ ἐκ γῆς ἀλλοδαπῆς ἐλθόντα καὶ μετὰ πολυετῆ ἀποδημίαν καὶ μόνον ὄντα τῷ πατρὶ, τυχὸν δὲ καὶ μεθ' ὃν οὐκέτι ἐλπὶς τεκεῖν καὶ πεπαιδευμένον. τοιοῦτος γὰρ παῖς, ἐφ' ᾧ πολλὰ μογήσει πατήρ. ὡς οὖν τοιούτῳ υἱῷ προσφέρεται πατὴρ ἐπανελθόντι, οὕτω καὶ ὁ Εὔμαιος διετέθη ἐπὶ τῷ Τηλεμάχῳ. διὸ οὐ μόνον ἐλευθέρια φιλεῖ, ἀλλὰ καὶ φίλον τέκος καλεῖ. (ῃερς. 15.) καιρία δὲ λέξις ὡς ἐν ποιήσει καὶ τὸ κύσεν ἀντὶ τοῦ ἐφίλησε, διὸ καὶ δὶς αὐτῇ μόνος ἐνταῦθα χρῆται. τὸ μέντοι φιλεῖν τῇ ὁμωνυμίᾳ σχιζόμενον εἰς διάφορα οὐχ' οὕτω φιλεῖ λέγειν ὁ ποιητής. Σημείωσαι δὲ ὅτι ἐν μὲν τῷ, κῦσε δέ μιν κεφαλὴν, ἐκτείνει τὸ κῦσε τὴν παραλήγουσαν. (ῃερς. 21.) ἐν δὲ τῷ, πάντα κύσε, συστέλλει αὐτήν. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ, οὔ πω πᾶν εἴρητο ἔπος ὅτε τόδε γέγονε, λαβόντες οἱ μεθ' Ὅμηρον ἔγραψαν παροιμίας τοιαύτας εὐτραπέλους, πρὶν ὀπτῆσαι τὰ ἄλευρα, ἤγουν τὰ ἄλφιτα τοῖς ὀπτωμένοις ἐπιπασσόμενα, καὶ, πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾷς, καὶ, πρὶν ἐσφάχθαι δέρεις. (ῃερς. 14.) Ὅρα δὲ τὸ κιρνὰς οἶνον ἀντὶ τοῦ κιρνῶν ἐπιλεγὲν ὡς ποιητικώτερον. ἄλλως γὰρ οὐκ ἐκώλυεν εἰπεῖν κιρνῶν αἴθοπα οἶνον. θέμα δὲ αὐτοῦ τὸ κίρνημι, οὗ παρατατικὸς, ἐκίρνην, ἡ μετοχὴ, κιρνὰς καὶ συνανακιρνάμενος. (ῃερς.

Intertext edge

Open linked passage

Note