Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
131.1.1
) εἶτα καὶ προβολὴν κατὰ Φαιάκων ποιούμενος λέγει, ὡς ἐγὼ μὲν ἐφάμην αὐτὸν πολλὰ κακὰ παθόντα οἴκαδε ἐλεύσεσθαι, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας. οἱ δὲ εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες κατέθεσαν ἐν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, χαλκόν τε χρυσόν τε ἅλις, ἐσθῆτά θ' ὑφαντὴν, πόλλ' ὅσ' ἂν οὐδέ ποτε Τροίης
131.2.1
Ὀδυσσεὺς, λαχὼν ἀπὸ ληΐδος αἶσαν. καὶ οὕτω μὲν ὁ Ποσειδῶν, ἀγασάμενος εἴ περ αὐτὸς μὲν μοχθοῦντα τὸν Ὀδυσσέα ἤθελεν εἰς Ἰθάκην ἐλθεῖν ὡς καὶ εἰς τὴν τῶν Φαιάκων νῆσον. οἱ δὲ οὐ μόνον ἀπόνως ἀλλὰ καὶ ἀνεπαισθήτως αὐτὸν ὑπνοῦντα τῇ πατρίδι ἀποκατέστησαν. (ῃερς. 140.) ὁ δὲ τοῦ μύθου Ζεὺς παραμυθησάμενος καὶ εἰπὼν τίμιον αὐτὸν ἐν θεοῖς εἶναι παραχωρεῖ ποιῆσαι ὅ περ ἂν ἐθελήσειεν εἰς τοὺς Φαίακας. (ῃερς. 149.) τοῦ δὲ Ποσειδῶνος εἰπόντος, ἐθέλειν Φαιάκων περικαλλέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ ῥαῖσαι, ἵνα ἐπὶ δεινῷ μεγάλῳ πτοηθέντες ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι, (ῃερς. 154.) ὁ Ζεὺς οἷα πολύμητις μεθοδεύων ὅπως χρὴ ῥαῖσαι τὴν νῆα φησίν· ὦ πέπον, ὣς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προσίδωνται λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης, νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες ἄνθρωποι. μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι. (ῃερς. 160.) ὁ δὲ Ποσειδῶν ἀκούσας ἔβη, φησὶν, ἐς Σχερίην, περὶ ἧς προεγράφη, ὅθι δηλαδὴ Φαίηκες γεγάασι. καὶ ὁ μὲν ἔνθα ἔμενεν. ἡ δὲ ναῦς μάλα σχεδὸν ἦλθε ῥίμφα διωκομένη. τῆς δὲ σχεδὸν ἦλθεν Ἐνοσίχθων, ὅς μιν λᾶαν ἔθηκε καὶ ἐῤῥίζωσεν ἔνερθε χειρὶ καταπρηνεῖ ἐλάσας. (ῃερς. 166.) τῶν δὲ Φαιάκων οὓς καὶ νῦν δολιχηρέτμους καὶ ναυσικλειτοὺς ἄνδρας λέγει, ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον κατά τινα ἠθοποιΐαν, ὤ μοι, τίς δὲ νῆα θοὴν ἐπέδησ' ἐνὶ πόντῳ οἴκαδ' ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα. 2. 44 καὶ οὕτω μὲν ἂν ἔφη τῶν τις ἑτέρων Φαιήκων. Ἀλκίνοος δὲ, ὦ πόποι, φησὶν, ἦ μάλα δή με παλαίφατα (ῃερς. 173.) θέσφατα ἱκάνει πατρὸς ἐμοῦ, τοῦ Ναυσιθόου δηλαδὴ, ὃς ἔφασκε Ποσειδάωνα ἀγάσασθαι ἡμῖν καὶ ἑξῆς τοὺς τέσσαρας στίχους οὓς καὶ ἐν τῷ τέλει τῆς ˉθ ῥαψῳδίας ὁ αὐτὸς ἔφη. (ῃερς. 178.) εἶτα ἐπάγει, ὣς ἀγόρευ' ὁ γέρων, τάδε δὴ νῦν πάντα τελεῖται. εἶτα καὶ ὡς ἤδη τὴν νῆα ἐῤῥαισμένην ἰδὼν κατὰ τὸ θέσφατον, βουλεύεται περὶ τῶν ἑξῆς καὶ φησίν· ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. πομπῆς παύσασθε βροτῶν ὅτε τις ἵκηται εἰς ἡμᾶς. Ποσειδάωνι δὲ ταύρους δώδεκα κεκριμένους ἱερεύσωμεν αἴ κ' ἐλεήσῃ, μηδ' ἡμῖν περίμηκες (ῃερς. 183.) ὄρος πόλει ἀμφικαλύψῃ, ἤγουν ὡς κάλυμμά τι καὶ σκέπασμα ἐπιῤῥίψῃ, ὁποῖα πολλὰ μυθικῶς γέγονεν. ἐξ οὗ δῆλον, ὡς καὶ ὑψηλὸν ὄρος ὑπερκεῖσθαι πλάττει τῆς τῶν Φαιάκων πόλεως. Σημείωσαι δὲ ὅτι πλάττει μὲν τὰς ῥηθείσας ἀπειλὰς ὁ ποιητὴς, ἵνα καὶ μὴ ζητῶμεν ποῦ ποτὲ ἂν εἴη ἡ ἔκτοπος Φαιακία ἣν αὐτὸς τερατεύεται, ὡς δέον ὂν ὑπονοεῖν ἐκ τῶν ἀπειληθέντων ὅτι ἠφάντωται. οὐ τολμᾷ μέντοι καὶ εἰπεῖν ἐκβῆναι τὴν ἀπειλὴν εἰς τέλος, τὸ τῆς ἱστορίας δυσωπούμενος ἀληθές. ἡ γὰρ τῶν Φαιάκων σώζεται φανερῶς. παραῤῥίπτει δέ γε ἄλλως τὰ τῆς ἀπειλῆς εἰς ἀποφυγὴν ἐλέγχου. εἰ γάρ τις τὴν ἀναπλαττομένην Φαιακίαν ζητεῖ παρ' Ὁμήρῳ μαθεῖν, ἔχοι ἂν αὐτὸς εἰπεῖν μὴ εἰδέναι εἴτε κατὰ τὴν ἀπειλὴν κατεχώσθη ἐκείνη καὶ ὤλετο, εἴτε καὶ ἀτέλεστον ἔμεινε τὸ ἀπειληθέν. διὸ καὶ τοὺς Φαίακας εὐχομένους πεποίηκε μετὰ τὴν τῆς νηὸς ἀπολίθωσιν, μὴ καὶ τὴν πόλιν ὄρει καλυφθῆναι, ὡς ἐνδεχομένου ὄντος καὶ τούτου· ἐπὶ ἐνδεχομένοις γὰρ ἡ εὐχή. καὶ εἰ μὲν εὑρίσκεται ἡ Φαιακία ὁπουδήποτε ὥς περ δὴ καὶ εὑρίσκεται, ἀποβῆναι δοκεῖ τὰ τῆς εὐχῆς τοῖς Φαίαξι, καὶ ἐλεηθεῖσα ἡ πόλις περίεστιν. εἰ δὲ μὴ εὑρίσκεται, πάντως δὲ ἡ μυθικὴ, οὐκ ἂν εὑρίσκοιτο. οὐκ ἄρα οὐδὲ ζητητέα ἐστὶν, ὡς ἤδη ἀφαντωθεῖσα κατὰ τὰς τοῦ Ποσειδῶνος ἀπειλάς. οὕτω δὲ καὶ τὸ μή τινα ἱστορηθῆναι ὕστερον πομπὴν ἑτέραν ξενικὴν ἐκ Φαιάκων καὶ μεγαλοπρεπῆ φιλοξενίαν ἐν τῷ ἀθεσφάτῳ χρόνῳ, πιθανὸν ἐκ τῶν τοιούτων φαίνεται. ἀϊστωθεῖσα μὲν γὰρ ἡ Φαιακία, οὐκ ἂν οὔτε φιλοξενίη οὔτε πέμποι τινὰ, περιοῦσα δὲ οὐδ' ἂν οὕτω τοιοῦτόν τι ποιήσοι. ἀπώμοτον γὰρ ἤδη τοῦτο τοῖς Φαίαξιν, εὐλαβουμένοις τὸν τοῦ Ποσειδῶνος χόλον. (ῃερς. 186.) ὥς περ δὲ τὰ περὶ τῆς ἀπειλῆς τοῦ Ποσειδῶνος ἐσίγησεν ὁ ποιητὴς διὰ πολλὰ, οὕτω καὶ τὴν τῆς θυσίας τελετὴν, ἐκεῖνο καὶ μόνον εἰπὼν, ὅτι εὔχοντο Ποσειδῶνι ἑσταότες περὶ βωμὸν οἱ τῶν Φαιάκων ἄριστοι. (ῃερς. 163.) Ἰστέον δὲ καὶ ὅτι ὄψεως φαντασία, ὡς εἰκὸς, τὴν τῆς Φαιακικῆς νηὸς πλασθῆναι πεποίηκεν ἀπολίθωσιν. φασὶ γὰρ, λίθον ἐκεῖ που περίοπτον κείμενον ἐν θαλάσσῃ περὶ Κέρκυραν νηὸς φαντασίαν πέμπειν, καὶ δι' αὐτὴν τὸν τοιοῦτον λόγον πλασθῆναι. ὃ δὴ καὶ ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ, θεῖναι λίθον ἐγγύθι γαίης νηῒ θοῇ ἴκελον, οὐ μὴν βυθίσαι. τοῦτο δὲ καὶ μυθικῶς φησὶν, ἵνα δηλαδὴ βλεπόμενος ὁ λίθος σωφρονίζοι τοὺς ὁρῶντας καὶ ἀποπαύοι οὕτω τῆς τῶν ξένων πομπῆς. τῇ δὲ Ὁμηρικῇ τῆς νεὼς ἀπολιθώσει καὶ ἑτέραν ὁμοίαν ἀναιδεύεται ὁ μῦθος, φάμενος ὅτι Πομπίλος θαυματουργὸς ἄνθρωπος διαπεραιῶν κόρην φίλην Ἀπόλλωνος ἁρπαγῆς τρόπῳ οὐκ εὐστόχησεν, ἀλλὰ καταληφθεὶς ὑπὸ Ἀπόλλωνος εἰς τὸν ὁμώνυμον ἰχθὺν μετεμορφώθη ἀπολιθωθείσης καὶ τῆς νεώς. (ῃερς. 133.) Ἰστέον δὲ ὅτι ἐν τούτοις Διὸς βουλὴν εἰπὼν, εἶτα ἑρμηνεύων ὡς ταυτὸν ὂν βουλὴν Διὸς εἰπεῖν καὶ εἱμαρμένης κατάνευσιν ἐπάγει· ἐπεὶ σὺ ὑπέσχεο καὶ κατένευσας. Ἔτι ἰστέον καὶ ὅτι τὸ, οἱ δ' εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες καὶ ἑξῆς ἕως τοῦ, λαχὼν ἀπὸ ληΐδος αἶσαν, ἐπιτομὴ κεφαλαιώδης ἐστὶ τῶν περὶ τὸν Ὀδυσσέα, ὅσα μετὰ τὴν εἰς Φαίακας αὐτῷ καταγωγὴν γέγονε. (ῃερς. 135.) Τὸ δὲ κατέθεσαν ἐν Ἰθάκῃ, ἀστείως ἔχει. ὡς οἷα γὰρ ἄψυχόν τι αὐτὸν ἄραντες ἐπὶ ψάμμῳ ἔθεσαν. (ῃερς.
131.1.2
) ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυς, ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ' ἀπαμύνεσθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἃ δὴ νέῳ εἰπεῖν πρέπει ἀγαθῷ μὲν, δυστυχήσαντι δὲ κατὰ πρώτην ἀγῶνος πεῖραν. (ῃερς. 134.) ἐφ' οἷς καὶ τοὺς μνηστῆρας τεχνικῶς κολακεύων, ἀλλ' ἄγετέ, φησιν, οἵ περ ἐμεῖο προφερέστεροί ἐστε, τόξου πειρήσασθε καὶ ἐκτελέωμεν ἄεθλον, λόγος οὗτος ἔκ τινος ταπεινοτέρου ἀεθλευτοῦ πρὸς κρείττονας. (ῃερς. 103.) Σημείωσαι δὲ, ὅτι καὶ ἐνταῦθα ἐσχημάτισέ τινας τῶν τοῦ Τηλεμάχου λόγων ὁ ποιητής. αὐτίκα τὸ, μήτηρ μέν μοί φησιν ἄλλῳ ἕψεσθαι, ἔμφασιν ἔχει τοῦ μὴ ἂν οὕτω γενέσθαι· οὐ γὰρ εἶπεν, ὅτι ἕψεταί τινι, ἀλλ' αὐτὴ τοῦτο φησὶ, πινυτὴ μὲν οὖσα, οὐκ εἰδυῖαδὲ δηλαδὴ τὸ πρᾶγμα· ἔτι καὶ τὸ, (ῃερς. 111.) μὴ δ' ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ἐσχημάτισται καὶ αὐτό· λέγει μὲν γὰρ φαινομένως, ὅτι πειράσασθε, εἰ τοξεύσετε, δηλοῖ δὲ ἄλλως τὸ ἐγγὺς γενέσθε τοῦ κατατοξεύεσθαι καὶ, ὡς εἰπεῖν, γεύσεσθε τοῦ τόξου· ἔτι δὲ καὶ τὸ, (ῃερς. 115.) οὐκ ἄν μοι ἀχνυμένῳ δώματα μήτηρ λείποι καὶ ἑξῆς, ἐπιδεξίως ὑπολαλεῖ αὐτὸ τοῦτο, ὡς οὐκ ἂν λυπηθείη αὐτὸς λιπούσης αὐτὸν τῆς μητρός· οὐ γὰρ ἂν λείποι ἀλλὰ παραμενεῖ τανυσθέντος εὐτυχῶς τοῦ τόξου. Ἰστέον δὲ ὅτι τὸ, οὐκ ἄν μοι ἀχνυμένῳ, γράφεται καὶ ἀχνυμένη, ἡ μήτηρ δηλαδή· καὶ εὐοδοῦται καὶ τοῦτο εἰς ὀρθὴν ἔννοιαν. (ῃερς. 122.) ἔτι πρὸς τοῖς ῥηθεῖσι καὶ τὸ, τάφος δ' ἕλε πάντας, τῇ ὁμωνυμίᾳ τοῦ κατὰ τὴν ἔκπληξιν τάφου τὸν νεκροδόχον ὡς ἐν αἰνίγματι ἀστείως παραλαλεῖ. (ῃερς. 135.) οὕτω δὲ καὶ τὸ, ἐκτελέωμεν ἄεθλον, δοκεῖ μὲν περὶ τῶν μνηστήρων λέγειν, ἰδιάζει δὲ τὸν νοῦν εἴς τε τὸν πατέρα καὶ ἑαυτόν. (ῃερς. 111.) Ὅρα δὲ τὸ ἄγε καὶ τὸ ἄγετε, τὸ μὲν ἑνικῶς, τὸ δὲ πληθυντικῶς ἐπὶ πλήθους ἄμφω κατὰ Ὁμηρικὴν συνήθειαν καὶ ἐνταῦθα λεχθέντα ἐν τῷ, ἀλλ' ἄγετε μνηστῆρες, καὶ, ἀλλ' ἄγε, μὴ παρέλκετε. Ἐν ᾧ καὶ σημείωσαι κειμένην οὐ πάνυ συνήθη τῷ ποιητῇ ἐπανάληψιν. εἰπὼν γὰρ, ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον, καὶ ἀπαιωρήσας οὕτω τὸν λόγον, ἐπάγει τὸ, ἀλλ' ἄγε, μὴ μύνῃσι παρέλκετε. (ῃερς. 106.) Τὸ δὲ, φαίνεται ἄεθλον, ἀντὶ τοῦ, πέφῃνε καὶ εἰς φῶς ἔκκειται, ὁποῖα τὰ ἐν τοῖς ἀγῶσι προκείμενα ἔπαθλα. χρῆσις δὲ τοῦδε τοῦ φαίνεται καὶ πρὸ τούτων ἐν τῷ, τὰ μὲν ὑμέτερα ἀεικέα ἔργα φαίνεται. Σημείωσαι δὲ καὶ ὅτι ἡ Πηνελόπη μὲν ἐν τῷ, ἀλλ' ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, οὐδέν τι περιαυτολογῆσαι προέθετο, ἐπεὶ μηδὲ ἐχρῆν· ὁ δὲ ῥήτωρ φίλος υἱὸς ἔπαινον αὐτῆς ἐνταῦθα εἶπεν, ὃς ἦν ἂν μεγαλοπρεπέστερος, εἴ περ ἠρκέσθη ὁ παῖς εἰπὼν, οἵα νῦν οὐκ ἔστι γυνὴ, καθὰ καὶ ἡ μήτηρ σιγήσασα παντελῶς πλείω ἑαυτὴν ἐσέμνυνε διὰ μόνου τοῦ, τόδ' ἄεθλον. νῦν δὲ μερικεύσας αὐτὸς καὶ ὡρισμένως προσθέμενος τὸ, κατ' Ἀχαιΐδα γαῖαν καὶ ἑξῆς, σμικρῦναι δοκεῖ καὶ ἀποστενῶσαι τὸν ἔπαινον. καὶ ὅμως ἔστι νοῆσαι ἄλλως, ὅτι ἡ σύγκρισις τῷ ῥήτορι πρὸς μόνας νῦν τὰς Ἑλληνίδας γίνεται· ὧν πασῶν ὑπεξαίρει τὴν Πηνελόπην, εἰπὼν τὸ κατ' Ἀχαιΐδα γαῖαν. αἱ γὰρ ὁποιδή ποτε Ἑλληνίδες Ἀχαιΐδες ἂν εἶεν ὡς ἐκ μέρουςτοῦ κρείττονος. δῆλον δὲ, ὡς ὑπερτίθησι τὴν μητέρα καὶ αὐτῆς Ἑλένης τῆς περιπύστου, εἴ περ Ἀργεία καὶ ἐκείνη. εἰ τοίνυν πρὸς μὲν τὰς βαρβάρους ἀσύγκριτος ὡς Ἑλληνὶς αὕτη, τῶν δὲ Ἑλληνίδων οὐδεμία ἐστὶ κατ' αὐτὴν, πασῶν λοιπῶν ὑπερκεῖσθαι λέγοι ἂν αὐτὴν ὁ παῖς. (ῃερς. 108.) Τὸ δὲ, οὔτε Πύλου ἱερῆς οὔτε Μυκήνης, ἐκ περισσοῦ κείσθαι δοκεῖ· συνεπινοοῦνται γὰρ τῷ Ἄργει καὶ αὐταὶ, εἴ περ Ἄργος μὲν ἡ ὅλη τοῦ Πέλοπος νῆσος, Πύλος δὲ καὶ Μυκήνη ἐντὸς αὐτῆς. ἴσως οὖν ἢ τῷ ὅλῳ συνήθως τὰ μέρη συμπεριείληφεν ἁπλοϊκώτερον ὁ παῖς, ἢ ἐπίτηδες ἄλλως αὐτὸ πεποίηκεν, ἵνα μὴ μόνου Ἄργους μνησθεὶς δόξῃ τὴν μητέρα ἐξ ὀρθοῦ τῇ Ἀργείᾳ Ἑλένῃ συγκρίνειν, ἣν καὶ αὐτὴν, ὡς εἰκὸς, δι' αἰδοῦς ἄγει ὡς ξεινοδόκον, καθὰ προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι, ὅτε εἶπεν Εὐρύμαχος τῇ Πηνελόπῃ, ὡς εἰ πάντες σὲ ἴδοιεν ἀν' ἴασον Ἄργος Ἀχαιοὶ, πλέονες ἂν μνηστῆρες εὑρεθεῖεν ἐνταῦθα ἕωθεν, ἐπεὶ περίεσσι γυναικῶν, τοιοῦτον τινὰ καὶ ἐκεῖνος ἔπαινον ἔλεγε τῆς γυναικὸς, ὁποῖον καὶ ὁ Τηλέμαχος ἐνταῦθα φησίν. (ῃερς. 107.) Ἀχαιῒς γὰρ γῆ δύναται νοηθῆναι νῦν ἡ κατὰ τὸ ῥηθὲν ἐκεῖ ἴασον Ἄργος, περὶ ὃ καὶ χώρα ἡ ἰδίως Ἀχαΐα λεγομένη. (ῃερς. 108.) Ἱερὴν δὲ Πύλον λέγει ἢ ἁπλῶς κατὰ κοινὸν ἐπίθετον, ἱεραὶ γὰρ ἅπασαι πόλεις, ἢ καὶ διὰ τὰς ἐκεῖ θυσίας, ἃς ἡ ἀρχὴ τῆς ˉγ ῥαψῳδίας προέφῃνε. (ῃερς. 110.) Τὸ δὲ, καὶ δ' αὐτοὶ τόδε ἴστε, τί με χρὴ μητέρος αἴνου; παρῳδηθείη ἄν ποτε, ὅτε τις τὸν πᾶσι γνωστὸν ἐπαινεῖ. (ῃερς. 111.) Τὸ δὲ, ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, εἰς ἀπροφάσιστον ἐρεθίζει σπουδήν. μύνη γὰρ, ὡς πρὸ ὀλίγων (ῃερς. 71.) ἐῤῥέθη, ἡ πρόφασις. (ῃερς. 112.) Τὸ δὲ παρέλκειν ταυτὸν τῷ διατρίβειν ἐστὶν, οἷον, οὔ τι διατρίβω μητρὸς γάμον. Ἡ δὲ τανυστὺς λέξις μὲν καὶ αὐτὴ ποιητική· γίνεται δὲ ἀπὸ τοῦ τανύειν, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ, ὀϊζὺς, ῥυστακτὺς, βρωτὺς, ἐδητὺς, καὶ τῶν ὁμοίων. (ῃερς. 117.) Τὸ δὲ, ἐγὼ λιποίμην, οἷος ἤδη πατρὸς ἀέθλια καλὰ ἀνελέσθαι, ὁ ἐοικὼς ἀνδρείῳ ἢ καὶ ἄλλως ἀγαθῷ πατρὶ λέγοι ἄν. (ῃερς. 118.) Ἡ δὲ χλαῖνα φανερῶς καὶ ἐνταῦθα μανδύας φαίνεται εἶναι. οὐ γὰρ ἀπεδύσατο χλαῖναν ὁ παῖς, ἄλλ' ἀπ' ὤμοιϊν ἔθετο, καθὰ καὶ ξίφος ὀξὺ ἀπ' ὤμων θέτο. Φοινικόεσσα δὲ αὐτὴ τῷ Τηλεμάχῳ οἷα βασιλέως υἱῷ. (ῃερς. 119.) Ὅρα δὲ ὡς ἐν τῷ, ὀρθὸς ἀναΐξας, ἡ ἀνˉα πρόθεσις ἐκτείνει τὴν λήγουσαν διὰ τὴν ἐπιφερομένην ὀξεῖαν λόγῳ κοινῆςσυλλαβῆς. (ῃερς. 120.) καὶ ὅτι τάφρος οὐ μόνον ἐπὶ πολλοῦ βάθους ὀρύγματος, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ὀλιγίστου· τὸ γὰρ ἐπὶ τῇ στάσει τῶν πελέκεων ὄρυγμα τάφρον εἶπεν, ἣν μακρὰν μὲν ὀρύττει ὁ παῖς, ὅτι μηδὲ ἔδει πλάτους αὐτῇ. (ῃερς. 121.) ἐπὶ στάθμην δὲ ἰθύνει, ὡς ἂν αἱ στειλειαὶ τῶν πελέκεων κατ' εὐθὺ ἐφεξῆς κείμεναι διοϊστευθῶσιν ἀκωλύτως. (ῃερς. 122.) Τὸ δὲ ἔναξεν ἀντὶ τοῦ ἐπίλησεν ἢ πατήσας ἢ χερσὶ συμπιλήσας. ἀπὸ τοῦ νάσσω δὲ ἡ λέξις γίνεται, ὅθεν καὶ ναστὸς ἄρτος ὁ πυκνὸς, εἰς ὃ φέρεται καὶ χρῆσις· μάζαν ναξάμενος, ὅ τινες καὶ μαξάμενος γράφουσιν, ὡς εἶναι ἐτυμολογικὸν τὸ μάζαν μαξάμενος. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου δηλοῦται, ὅτι ναστὸς ἄρτου πεπιλημένου εἶδος καὶ οὐχὶ ὠγκωμένου. ἦν δέ, φησι, καὶ ναστὸς πλακοῦς ἔχων ἔνδον καρυκείας. (ῃερς. 123.) Τὸ δὲ, οὔ πώ ποτ' ὀπώπει, οὐκ ἂν εἴη ζηλωτὸν ἐν γραφῇ πεζῇ διὰ τὸ ἐπάλληλον τῆς τῶν ἀφώνων ἀηδίας κατὰ τὴν ἐκφώνησιν. (ῃερς. 125.) Πελεμίζειν δὲ ὅτι τὸ κινεῖν ἐστὶ καὶ μάλιστα βίᾳ, πολλαχοῦ δεδήλωται. Ἐν δὲ τῷ, μεθῆκε βίῃ, καθ' ὑπερβατὸν ἡ σύνταξις. λέγει γὰρ ὅτι μενεαίνων ἦν ὁ νέος ἐρύσεσθαι βίῃ τὸ τόξον, ὡς δηλοῖ ἐπαχθὲν καὶ τὸ, ἐτάνυσεν ἂν βίῃ τὸ τέταρτον ἀνέλκων, ἐν οἷς νοητέον ἠσκημένον εἶναι τὸν παῖδα τοξεύειν· οὐ γὰρ ἂν ἄλλως τοιαῦτα εἶχε ποιεῖν. (ῃερς. 129.) Τὸ δὲ, Ὀδυσσεὺς ἀνένευεν, ἀντὶ τοῦ, ἐκώλυεν ἀνανεύων. διὸ καὶ ἑρμηνεύων ἐπήγαγε τὸ καὶ ἔσχεθεν ἱέμενον. οὕτω δὲ καὶ τοῦ, κακὸς ἔσομαι, ἑρμηνεία τὸ, καὶ ἄκικυς. (ῃερς. 137.) Εὐξέστας δὲ σανίδας τὰς θύρας λέγει. κορώνην δὲ τὸ τοῦ τόξου ἄκρον, ἔνθα τὸ, καλῇ κορώνῃ, ὅμοιόν τί ἐστι τῷ, χρυσέῃ κορώνῃ. ἐπεὶ πολλαχοῦ καλὸς ὁ χρυσὸς καὶ καλὰ τὰ ἐξ αὐτοῦ. τινὲς δὲ κορώνην καὶ νῦν ἐνόησαν τὸ τῆς θύρας ἐπίσπαστρον. κρεῖττον δὲ ὅμως τὸ πρῶτον. (ῃερς. 141.) Ὅτι Ἀντίνοος εὐτυχῶς δῆθεν ἐθέλων τοὺς μνηστῆρας τὸ τόξον μεταχειρίσασθαι, ὄρνυσθέ, φησιν, ἑξείης ἐπὶ δεξιὰ ἢ καὶ προπαροξυτόνως ἐπιδέξια κατὰ τὸ ἐν δέξια, ἀρξάμενοι τοῦ χώρου, ὅθεν τέ περ οἰνοχοεύει. εὔλογον δέ, φασιν, εἰσιόντων εἰς τὸν ἀνδρῶνα ἐνδεξιᾷ κεῖσθαι τὸν κρατῆρα. ἦν δὲ ὄφελος οὐδὲν τοῖς ἀδίκοις τοῦ ἐκ δεξιῶν ἄρξασθαι τῆς τόξου πείρας. Ἐλλειπτικῶς δὲ εἴρηται τὸ οἰνοχοεύει· λείπει γὰρ ὁ οἰνοχόος ἢ ὁ οἰνοχοεύων, νοούμενος κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα καὶ αὐτὸς ἐκ τοῦ ῥήματος. (ῃερς. 145.) Ὅτι μνηστῆρα τινὰ εἰπὼν ἐνταῦθα ὁ ποιητὴς παρὰ κρατῆρα καλὸν καθῆσθαι δοκεῖ τισὶ περιεκτικῶς κρατῆρα λέγειν, ἔνθα κρατῆρες ἵσταντο ἐπεστεμμένοι ποτοῖο, ἢ μᾶλλον προσηγορικῶς διὰ τοῦ κρατῆρος κρατῆρας πολλοὺς δηλοῦν. οὐ γὰρ ἂν εἷς ἦν κρατὴρ τοῖς τοσούτοις. καλὸς δὲ ὁ τοιοῦτος διὰ τὸ ἐξ ὕλης τιμίας τοὺς κρατῆρας εἶναι. (ῃερς.

Intertext edge

Open linked passage

Note