Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
136.1.1
) Ἐν δὲ τῷ, ἐσθῆτα ὑφαντὴν, προσυπακουστέον συνήθως καὶ τὸ εὖ, ἵνα λέγῃ ἐσθῆτα ἐΰφαντον. (ῃερς. 137.) Τὸ δὲ πολλὰ οἰκείως ἔφη καὶ νῦν κατὰ γένος οὐδέτερον ἐπὶ χαλκοῦ καὶ χρυσοῦ καὶ ἐσθῆτος, (ῃερς. 203.) διὰ τὸ κατὰ τὸν ποιητὴν χρήματα εἶναι αὐτὰ, ἐφ' ὧν οἰκεῖον εἰπεῖν τὸ πολλά. (ῃερς. 149.) Τὸ δὲ περικαλλέα νῆα, ἐνδείκνυται καὶ μιλτοπαρῄους καὶ ἄλλως δέ γε εὐπροσώπους εἶναι τὰς τῶν Φαιάκων νῆας. (ῃερς. 152.) Τὸ δὲ καλύψαι, καὶ νῦν ἀντὶ τοῦ ἐπιθεῖναι, σκεπάσαι, καταπετάσαι, ἐπικαταστρέψαι, ὡς ἐκ μεταφορᾶς νέφους ἢ λίνου ἢ τοιούτου τινός· οὐκ ἐπὶ πανωλεθρίᾳ μέντοι ἀλλ' ἐκπλήξει, ὡς δηλοῖ ὁ ποιητὴς, ἵνα μηκέτι τὰ αὐτὰ ποιῶσι. (ῃερς. 154) Τὸ δὲ ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ἐπιεικῶς εἴρηται, τὸ μέντοι σεμνότερον ἦν εἰπεῖν ὡς ἔστιν ἄριστα ἤγουν ἄριστον. (ῃερς. 156.) Τὸ δὲ θεῖναι λίθον νηῒ 2. 45 θοῇ ἴκελον, ἁρμόζει ἐπὶ δυσκινήτου νηὸς, ὅτε καὶ οἱ αὐτῆς ναῦται ἀστείως ἂν ἀργοναῦται λέγοιντο. ἀκολούθως δὲ καὶ ἀργὼ λέγοιτ' ἂν ἡ τοιαύτη ναῦς. (ῃερς.