Eustathius Thessalonicensis PG 135,136
Commentarii ad Homeri Odysseam ii
ii 14.2.1
Choose a text
More by Eustathius Thessalonicensis PG 135
—
Pg Scrape Grc
14.2.1
Ἡρακλέος φασίν. ὅπως δ' ἂν ἔχοι τὸ πρᾶγμα, ἥμαρτεν εἰς τὸν ξένιον Δία ὁ Ἡρακλῆς. διὸ καὶ τῇ Ὀμφάλῃ, φασὶν, ὕστερον ἐδουλώθη Λυδῇ γυναικί. Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ τοῦ ἐνταῦθα ἱστορηθέντος φόνου τοῦ Ἰφίτου καθαρθῆναι ζητῶν ὁ Ἡρακλῆς κατά τινας τῶν παλαιῶν καὶ μὴ ὑπακουσθεὶς ὑπὸ τοῦ Πυλίου Νηλέως ἐπόρθησε τὴν Πυλὸν, πρεσβύτερος ἂν εἴη. τοῦ Νέστορος τοῦἐν Γερήνοις τότε τρεφομένου, Ὀδυσσεὺς οὗτος ὁ ἤδη καὶ πρεσβεύειν, ὡς ἐῤῥέθη, δυνάμενος, καὶ διὰ τὸ ἱστορηθὲν χρέος ἐξεσίην πολλὴν ὁδὸν ἐλθών. ἀλλ' ἴσως οὐκ οἶδεν ὁ ποιητὴς οὔτε αἰτίαν ταύτην τοῦ ἁλῶναι τὴν Πύλον, οὔτε τὴν ἐν Γερήνοις ἀνατροφὴν τοῦ Νέστορος. οὕτω γὰρ καλῶς ἡ τοιαύτη ἀπορία λυθήσεται. (ῃερς. 28.) Τὸ δὲ, ἔκτανε σχέτλιος, δοκεῖ μὲν ἐνταῦθα τὸν ἄδικον λέγειν διὰ τὸ τὸν Ἡρακλέα τοιοῦτον ἐνταῦθα φανῆναι. δύναται δὲ καὶ νῦν τὸν σφοδρὸν ὡς καὶ ἐν ἄλλοις δηλοῦν καὶ ἄξιον σχέσθαι καὶ τλῆναι. ἐφάνη δὲ τοιοῦτος καὶ ἐπ' ἄλλοις ὁ Ἡρακλῆς. Λίνον τε γοῦν τὸν διδάσκαλον, ἐφ' οἷς ἐχρῆν καὶ εὖ ἐκεῖνον θέσθαι, ἀνεῖλε, καὶ Ἀρχίαν ἢ Χαιρίαν παῖδα κονδυλίσας ἔῤῥιψεν εἰς ἀνέγερτον, δόντα αὐτῷ κατὰ χειρὸς ὕδωρ καὶ τῷ χερνιβίῳ ῥάναντι· ἔτι δὲ καὶ Κάλχαντα τὸν μάντιν ἐπὶ τῷ μετρήματι τῶν ὀλύνθων, ὡς ἱστορεῖ καὶ Λυκόφρων καί τινα δέ, φασι, Κύανθον ἄκων ἀνεῖλεν οἰνοχοοῦντα αὐτῷ, ᾧ καὶ τέμενος ἀνῆκεν οἰνοχόου λεγόμενον. (ῃερς. 31.) Τὸ δὲ ἐρέων ἔστι μὲν ποιητικὴ λέξις. ἀπ' αὐτοῦ δὲ γίνεται τὸ ἐρευνᾶν ἐπενθέσει τοῦ ˉυ καὶ τοῦ ˉν, ὁποίῳ τρόπῳ καὶ τὸ ἐλαύνειν ἀπὸ τοῦ ἐλάειν γίνεται. (ῃερς. 32.) Τὸ δὲ, μέγας Εὔρυτος, τὸ τοῦ Ὀδυσσέως τόξον συνιστᾷ, ὡς ἀνάλογον ὂν ἐκείνῳ τῷ μεγάλῳ, ἐξ οὗ διὰ μέσου τοῦ Ἰφίτου εἰς τοῦτον ἦλθε. διὸ οὐδὲ ἐφικνοῦνται αὐτοῖ οἱ μνηστῆρες. (ῃερς. 33.) Τὸ δὲ, θνήσκων ἐν δώμασι, δηλοῖ μὴ πάνυ ἀναμφίβολον εἶναι ὑπὸ Ἡράκλεος θανεῖν τὸν Εὔρυτον. (ῃερς. 34.) Ἄλκιμον δὲ ἔγχος καὶ ἐν ἄλλοις τὸ ἀλκιμοποιόν. (ῃερς. 35.) Τὸ δὲ, ἀρχὴν ξεινοσύνης, τουτέστι ξενίας, δηλοῖ καὶ τέλος εἶναι αὐτῆς, ὃ καὶ παραδεικνὺς ἐπάγει τὸ, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλω ἤγουν ἀλλήλους. τελεία γὰρ ἔκτοτε ἡ ξενία διὰ τὸν κοινὸν ἁγνίτην ἅλα καὶ τὸ ὁμοτράπεζον καὶ ὁμοέστιον καὶ ὁμωρόφιον. Τὸ δὲ προσκηδέος ἀντὶ τοῦ κηδεμονικῆς, φροντιστικῆς, ἐμφρόντιδος. ἐναντίον δὲ τῷ προσκηδέος τὸ δυσκηδέος καὶ ἀκηδέος. (ῃερς. 36.) Τὸ δὲ, γνώτην ἀλλήλω, τὰ τῶν ἀντιγράφων ἀκριβέστερα κατὰ πτῶσιν γενικὴν τῶν πληθυντικῶν γράφουσιν ἀλλήλων, ἵνα λέγῃ, ὅτι γνῶσιν ἔσχον ὁ εἷς τοῦ ἑτέρου. οὕτω δὲ καὶ τὸ εἰδέναι ἐν Ἰλιάδι γενικῇ συντάσσεται μετά τε τοῦ εὖ, οἷον, τόξον εὖ εἰδώς· καὶ ἑτέρως δὲ, ὡς ἐκεῖ φαίνεται. σύστοιχα δὲ πάντως τὸ εἰδέναι καὶ τὸ γνῶναι καὶ τὰ ἐξ αὐτῶν. (ῃερς. 40.) Τὸ δὲ μνῆμα ξένου ἀντὶ τοῦ μνήμη καὶ ἐνθύμησις καὶ, ὡς οἱ πολλοὶ λέγουσι, μνημόσυνον· ὁποίου τινὸς χάριν καὶ Ὀδυσσεὺς τὸ τοῦ Ἰφίτου τόξον ἀφεὶς ἐν τῷ οἴκῳ, ἡνίκα εἰς Τροίαν ἔπλεε, πολλὴν, ὡς ἐῤῥέθη, πιθανότητα τῇ κατὰ τῶν μνηστήρων τοξείᾳ νῦν περιεποιήσατο. οὕτω καὶ Διομήδης τὸ τοῦ Βελλεροφόντου ἔκπωμα τὸ δοθὲν τῷ πάππῳ Οἰνεῖ ἔλιπεν ἰὼν ἐν δώμασι, καθὰ ἡ Ἰλιὰς δηλοῖ, ἵνα μὴ ἄλλως ἀπολωλότι συναπέλθοι καὶ τὰ τῆς φιλίας καὶ οἷον συνθάνοι τῷ ξείνῳ, ἀλλ' ὑπὲρ γῆς καὶ εἰσέπειτα τῷ κειμηλίῳ συναναφαίνοιτο. (ῃερς. 41.) Τὸ δὲ, κέσκετο ἐνὶ μεγάροις, εἶχε μὲν γράψαι καὶ κάτθετο ἐνὶ μεγάροις, εἵλετο δὲ τὸ, ὡς καὶ προεγράφη που, ποιητικώτερον. ἔφη δὲ κοινότερον πρὸ τούτων ἐν τῷ, κειμήλια κεῖτο ἄνακτος. (ῃερς. 43.) Ὅτι θαλάμου διασκευάζων εἰσέλευσιν ὁ ποιητής φησιν· οὐδὸν δρύϊνον προσεβήσετο, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ' ἐπέθηκε φαεινάς. Καὶ ὅρα ὡς λέξεις διαφόρους μὲν τῇ σημασίᾳ, παρηγμένας δὲ ἀπὸ ἑνὸς ῥήματος, τὴν στάθμην καὶ τὸν σταθμὸν, παρέθετο κατὰ σχῆμα παρηχήσεως. Δρύϊνος δὲ οὐδὸς πρὸς διαστολὴν ἑτέρων, μειλίνου τε καὶ χαλκέου καὶ λαΐνου. (ῃερς. 44.) Τὸ δὲ, ξέσεν ἐπισταμένως, ταυτόν ἐστι τῷ ἐπελέκησεν. (ῃερς. 46.) Ὅτι στερεᾶς θύρας ἄνοιξιν φράζων διασκευαστικῶς φησίν· αὐτίκα ἡ Πηνελόπη ἱμάντα θοῶς ἀπέλυσε κορώνῃ, ἐν δὲ κληϊδ' ἧκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας ἄντα τιτυσκομένη· τὰ δ' ἀνέβραχεν ἠΰτε ταῦρος βοσκόμενος λειμῶνι· τόσ' ἔβραχε καλὰ θύρετρα πληγέντα κληῗδι· πετάσθεισαν δέ οἱ ὦκα. Ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ ὅτι τὸ κλεῖθρον ἑκατέρωθεν ἐξήρτητο πρός τινα κρίκον, ὥστε δι' οὗ μὲν ἑλκομένου πρὸς τῷ σταθμῷ κεκλεῖσθαι, δι' οὗ δὲ ἀνοίγεσθαι εἰς τοὐναντίον ἑλκομένου, ὡς εἶναι δύο ἱμάντας, τὸν μὲν κλείοντα, τὸν δὲ ἀνοίγοντα καὶ ἑκάτερον κρίκου τινὸς ἐξηρτῆσθαι. ὃν δὴ κρίκον ἔοικε κατὰ τοὺς οὕτω λέγοντας κορώνην ὁ ποιητὴς ἐνταῦθα καλεῖν, ᾗ τὸν ἱμάντα ἡ Πηνελόπη ἀπέλυσε. δυνατὸν δὲ καὶ ἄλλως ἕνα ἱμάντα εἶναι ἀνοίγοντα τὸ ἐντὸς κλεῖθρον. εἰ δὲ γράφεται, ἱμάντα θοῶς ἀπέλυσε κορώνης, ἔστι νοῆσαι, ὅτι περ ἱμάς τις, ἐκδεδεμένος τοῦ ἔσω μοχλοῦ, ἐξήρτητο τῆς ἔξω κορώνης, ἧς ἀπέλυσεν αὐτὸν ἡ Πηνελόπη. καὶ λαλοῦνται μὲν οὕτω ταῦτα καὶ ὑπονοοῦνται, οὐ μὴν δὲ καὶ νοοῦνται σαφῶς. ῥηθήσεται οὖν τι σαφέστερον μετὰ τὴν ὅλην ἔφοδον τῆς κλειδός. καὶ γὰρ τὰ ἐφεξῆς τῶνπαλαιῶν ἔχουσί τινα δυσχέρειαν. τὸ γοῦν κληῗδα ἐνῆκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας, οὕτω πως καθιστῶσιν. ὀχῆας δέ, φασιν, οὐ τοὺς ἔνδον μοχλοὺς, ἢ δύο τυχὸν ὄντας, ἢ ἕνα μὲν, ἐσχηματισμένον δὲ πληθυντικῶς κατὰ σχῆμα ποιητικὸν, ἀλλὰ τὰς λεγομένας βαλάνους τὰς ἐν τῷ χελωνίῳ καταντικρὺ τῆς κλειδός. αἱ περιαγονταί, φασι, καὶ ἀνοίγονται. δοκοῦσι δὲ εἶναι αὗται, ἃς νῦν διαδρόμους φαμέν, διὸ καὶ ἄντα τιτύσκεται, δηλαδὴ καταστοχάζεται τῶν βαλάνων ἐν τῷ ἀνοίγειν, ὡς ἂν αἱ βάλανοί, φασιν, ἀντίαι γένωνται τοῖς γόμφοις τῆς κλειδὸς, ἵνα λέγῃ, ὅτι ἐνῆκεν ἡ Πηνελόπη τὴν κλεῖδα καὶ ἀνέκοπτεν ἤγουν ἀνέκρουεν, ἀνώθει τὰς βαλάνους, τιτυσκομένη, ὡς εἴρηται. καὶ τοῦτο μὲν φράζεται οὕτως, εἰ καὶ γλαφυρῶς, ἀλλ' οὐ πάνυ σαφῶς. ἔχει δέ τι καὶ προσιστάμενον ὁ λόγος, ἐπεὶ οὐ φαίνεται γόμφους ἔχειν ἡ κλεὶς ὡς ἀνακρούειν τὰς βαλάνους, δρεπανοειδὴς δὲ μᾶλλον ἦν, ὡς προείρηται. δυνατὸν οὖν καὶ ἄλλως εἰπεῖν ἀμαθέστερον κατὰ τὸν κωμικὸν καὶ σαφέστερον, ὅτι πρῶτα μὲν ἱμάντα προσδεδεμένον τῇ κορώνῃ, ὁποία τις ἂν καὶ εἴη αὕτη εἴτε κόραξ εἴτε κρίκος, ἀπέλυσεν ἤτοι ἔλυσεν, ὡς εἰ καί τις δεσμὸν ἰήλας κατὰ τὸν ποιητὴν, εἶτα λύσει. καὶ τὸν ἱμάντα οὕτω λύσασα ἐνῆκε τὴν προῤῥηθεῖσαν εὐκαμπέα κληῗδα διά τινος κατὰ τὰς θύρας ὀπῆς, καὶ ἅμα τούς τε ἔσω ἀνέκοπτε μοχλοὺς τῶν θυρῶν διὰ τῆς κληῗδος, καὶ τὰς θύρας δὲ αὐτίκα συγκόψασα κατὰ τὸ σιωπώμενον ἤνοιξεν, ὡς δηλοῖ τὸ, τὰ δ' ἀνέβραχεν. ὡς γὰρ ἐν Ἰλιάδι διὰ τοῦ, αὐτόματοι πύλαι μύκον, τὴν ἄνοιξιν ἐδήλωσε τῶν θυρῶν, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ἀνέβραχεν, ἀρκεσθεὶς καὶ νῦν ἐκ τοῦ παρακολουθοῦντος δηλῶσαι αὐτὸ τὸ ἔργον. παρακολουθεῖ γὰρ τῇ τῶν ἀσφαλῶν θυρῶν ἐκπετάσει τὸ ἀναβραχεῖν, καθὰ καὶ τὸ μυκᾶσθαι· ἃ καὶ ἀμφότερα ἐκ τῶν βοῶν τέτραπται, ἀλλὰ τὸ μὲν μύκον ἐν Ἰλιάδι ἁπλῶς ῥηθὲν ἀνεπεξέργαστον ἔμεινε διὰ τὴν τοῦ μύκον σαφήνειαν, ἐνταῦθα δὲ τὸ ἀνέβραχεν ἐδεήθη καὶ παραβολῆς, ἵνα διασαφηθῇ. ἄλλως γὰρ καὶ φήγινός που ἄξων ἀνέβραχε, καί τινος πεσόντος ἐν μάχῃ τεύχεα ἔβραχεν ἐπ' αὐτῷ. ἐπήγαγεν οὖν τὸ, ἠΰτε ταῦρος, ἵνα τὸ ἀνέβραχε νοηθείη ἐπὶ ταυρείας κυριολεκτεῖσθαι φωνῆς, ὡς τὸ βρυχᾶσθαι ἐπὶ λέοντος. διὸ καὶ δὶς ἐνταῦθα εἶπε τὸ ἀνέβραχε, τὸ μὲν συνθεὶς μετὰ τοῦ ταύρου ἐν τῷ, ἀνέβραχεν ἠΰτε ταῦρος, τὸ δὲ μετὰ τῶν θυρῶν ἐν τῷ, ἔβραχε καλὰ θύρετρα. δῆλον δὲ καὶ ὡς πλεονάζει ἡ πρόθεσις ἐν τῷ ἀνέβραχεν, ὥς περ ἴσως καὶ ἐν τῷ, ἀνέκοπτεν ὀχῆας, καὶ ἐν τῷ, ἀπέλυσε κορώνης ἢ κορώνῃ, ὡς ἐῤῥέθη, κατὰ δοτικήν. ἀλλ' οὕτω μὲν τὸ ἔβραχε καὶ τὸ ἀνέβραχεν ὡς ἀπὸ ταύρου εἴληπται. (ῃερς.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).