Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
144.1.1
) Ὅτι Λειώδης πρῶτος ἀνίστατο, ὃς θυοσκόος μὲν ἦν. παρὰ κρατῆρα δὲ, ὡς προσεχῶς ἐγράφη, καλὸν ἷζε μυχοίτατος αἰεί· ἀτασθαλίαι δέ οἱ οἴῳ ἐχθραὶ ἦσαν, πᾶσι δὲ νεμέσσα μνηστήρεσσιν. οὗτος δὴ τόξον λαβὼν καὶ βέλος ὠκὺ ἔστη ἐπ' οὐδὸν ἵνα κατὰ τῶν ἔξω πελέκεων ὀϊστεύσῃ, καὶ τόξου πειρήτιζεν, οὐδέ μιν ἐτάνυσεν. πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων, ἀτρίπτους ἁπαλάς. εἶπε δὲ τοῖς ἄλλοις· ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος. (ῃερς. 153.) εἶτα λοξόν τι λόγιον ὡς οἷα φήμην ὁ ποιητὴς παραῤῥίπτων διὰ τοῦ ῥηθέντος θυοσκόου φησί· πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἅ περ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτό. ἐφ' οἷς ἐπισκιάζων ὁ ποιητὴς τεχνικῶς τὸ πάνυ σαφὲς τοῦ οἷον χρησμοῦ ἀποδίδωσιν αἰτίαν τοῦ εἰπεῖν πολλοὺς θυμοῦ στερήσεσθαι διὰ τὸ τόξον τὸ, ἐπεὶ πολὺ φέρτερόν ἐστι τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗ ἕνεκεν αἰεὶ ἐνθάδε ὁμιλέομεν. (ῃερς. 157.) εἶτα καὶ τοῖς ἄλλοις οὐκ ἀγαθὴν ἐλπίδα διδούς φησι· νῦν μέν τις καὶ ἔλπεται γῆμαι Πηνελόπειαν Ὀδυσῆος παράκοιτιν. ἐπειδὰν δὲ τόξου πειρήσεται ἠδὲ ἴδηται, ἄλλην δῆτα μνάσθω ἐέδνοις διζήμενος· ἡ δὲ γήμαιτο, ὃς ἂν πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. ἐμφαίνει δέ πως καὶ αὐτὸς μαντικῶς τὸν Ὀδυσσέα. (ῃερς. 158.) διὸ καὶ Πηνελόπειαν ἔφη Ὀδυσῆος παράκοιτιν διὰ τὸ ἐκείνῳ ἀποκεῖσθαι αὐτὴν, εἰ καὶ οἱ μνηστῆρες αὐτῆς ἕνεκεν ἀεὶ, τουτέστιν ἤματα πάντα, ἐνθάδε ὁμιλοῦσιν, ὡς οἷα τέλους αὐτῆς ἐφιέμενοι. τοῦτο γάρ ἐστι τὸ, οὗ ἕνεκεν· ᾧ περ ὅμοιόν ἐστι καὶ τὸ, τόδε φαίνεται ἄεθλον, ὃ πρὸ ὀλίγων εἴρηται. (ῃερς. 144.) Ὅρα δὲ ὡς εἰ καὶ ἀγαθός τις ὁ Λειώδης ἐνταῦθα παραδέδοται, ὅμως ὑπερφιάλοις συνὼν ἀπωλεῖται δι' αὐτὸ τοῦτο καὶ μόνον, ὅτι ἀλλοτρίαν ὡς οὐκ ἐχρῆν μνηστεύεται. καὶ προβαλεῖται μὲν ἐν τοῖς ἑξῆς τὸ μήτε τι ῥέξαι ἀτάσθαλον, ἀλλὰ καὶ τοὺς ἄλλους παύειν. ἐρεῖ δὲ καὶ θυοσκόος εἶναι, εἴ πως τιμηθεὶς ἐλεηθῇ. ἀκούσει δὲ ἐκ τοῦ Ὀδυσσέως ἅ περ οὐκ ἐθέλει. (ῃερς.

Intertext edge

Open linked passage

Note