Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
145.1.1
) Ἰστέον δὲ ὅτι θυοσκόος ἐστὶν ὁ διὰ τοῦ θυμιᾶν ἢ ἱερεύειν μαντευόμενος. θύος μὲν γὰρ τὸ θέμα, ἤγουν ἱερεῖονἢ τὸ θυμίαμα· κοεῖν δὲ τὸ νοεῖν, ὅθεν καὶ μακκοᾶν τὸ μὴ νοεῖν, ἀλλ' ἀνοηταίνειν. θυοσκόος οὖν ὁ διὰ θυῶν κοῶν ἤτοι νοῶν τὰ μέλλοντα. καὶ ἄλλως δὲ θυοσκόος ὁ θύτης, ὁ τὰ θύη κέων ἀπὸ τοῦ κέω τοῦ γραφομένου διὰ τοῦ ˉε ψιλοῦ, ἐξ οὗ μετ' ὀλίγα καὶ τὸ, ἄγε δὴ πῦρ κεῖον ἐνὶ μεγάροισιν, ὅ ἐστι καῦσον, ἀπὸ τοῦ κέον πλεονασμῷ τοῦ ἰῶτα. καὶ ἄλλαι δὲ χρήσεις, ὡς καὶ προδεδήλωται, εἰσίν. ἐξ ὧν εὐλογεῖται καὶ ἡ διὰ τοῦ ˉε ψιλοῦ γραφὴ τοῦ κέω. ἔστι γὰρ, ὡς καὶ αὐτὸ προεῤῥέθη, κέω πρωτότυπον. ἐξ οὗ κατὰ συναίρεσιν κῶ, ἐκ δὲ τούτου τὸ καίω, ὡς γῶ γαίω, μῶ μαίω, καὶ ὅσα τοιαῦτα, ἵνα εἶεν δύο ῥήματα, κέω διὰ ψιλοῦ καὶ καίω διὰ διφθόγγου, ἐκεῖνο μὲν πρωτόθετον, τοῦτο δὲ ὕστερον ἐκ παραγωγῆς. ἐξ ἐκείνου δὲ τοῦ πρωτοτύπου κέω καὶ τὸ κειάμενοι πυρὰ πολλά. Παρὰ κρητῆρι δὲ ὁ θυοσκόος ἵζει, ὡς τῶν μνηστήρων, οἷα εἰκὸς, δεδιότων, καθά που καὶ ἐλάλησαν, μή τις λαθὼν κρητῆρι φάρμακον ἐμβάλῃ καὶ αὐτοὺς πάντας ὀλέσῃ. (ῃερς.