Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
146.1.1
) Τὸ δὲ μυχοίτατος, ὃν μυχαίτατόν φησιν ἡ μεθ' Ὅμηρον Ἀτθὶς, ἔχει τι ῥητορικῆς ἀντιθέσεως πρὸς τὸ, Λειώδης δὲ πρῶτος ἀνίστατο. ἀντιθετικὸν γὰρ τὸ, πρῶτος ἀνίστατο ὁ ἵζων μυχοίτατος, ἤγουν ἐνδύτατος. γίνεται δὲ τὸ μυχαίτατος ἐκ τοῦ μυχὸς προσλήψει τοῦ ἰῶτα, ὡς ἀδιάφορον ὂν εἴτε μυχοίτατος εἴπῃ τις εἴτε μυχώτατος. καὶ ἔστιν ὅμοιον τῷ, πάρος παροίτατος, οὗ καὶ συγκριτικὸν ἐν Ἰλιάδι ἐστὶ, παροίτεροι ἵπποι, ὅ πέρ ἐστιν ἔμπροσθεν ὄντες, προτρέχοντες. Σημείωσαι δὲ ὅτι, καθὰ τὸ μυχοίτατοι τροπῇ τοῦ ˉο εἰς ἄλφα μυχαίτατος γίνεται Ἀττικῶς, οὕτω καὶ ἐκ τοῦ πρωῒ πρώϊος, οἷον, τὴν ἐνέδησα πρώϊον, παράγεται τὸ πρωϊαίτερος. οὕτω δὲ καὶ ἐκ τοῦ ἔργον ὁ προυργιαίτερος, πελονάσαντος αὐτόθι τοῦ ἰῶτα, ὡς ἐν τῷ, κάμινος καμιναῖος καμινιαῖος, καὶ μνᾶ μνααῖος λίθος καὶ κατὰ πλεονασμὸν μναϊαῖος παρὰ Ἀριστοτέλει. ἔστι δὲ καὶ φιλαίτερος καθ' ὁμοίαν ἀναλογίαν. πρὸς ἣν, ὡς ἐφάνη καὶ ἐν ἄλλοις, παρῆχθαι καὶ ὁ μεσαιπόλιος καὶ ὁ Πυλαιμένης καὶ τὸ τιθαιβώσσειν καὶ ὅσα τοιαῦτα. ὡς δὲ κατὰ τὰ ἄνω κείμενα λέγεται καὶ ὁ μεσαίτερος, καὶ ὅτι καὶ αὐτὸ καὶ τὰ κατ' αὐτὸ πρὸς ὁμοιότητα ἐστὶ τοῦ, πέρας περαίτερος, γῆρας γηραίτερος, καὶ τῶν ὁμοίων, οὐκ ἄδηλον ἐστίν. Ἰστέον δὲ καὶ ὡς οὐδέν τι καινὸν εὐτάκτως πρῶτον ἀναστῆναι τὸν μυχαίτατον διὰ τὸ ἐκεῖθεν εἶναι τὸ ἀκόλουθον τῆς ἀρχῆς. οὕτω γὰρ καὶ πρὸ τούτων Ἀντίκλεια εἶπε τῷ Ὀδυσσεῖ, ὡς πολλοὶ ποταμοὶ ἐν μέσῳ τοῖς ἐνταῦθα ἥκουσιν, Ὠκεανὸς μὲν πρῶτα· πρῶτον γὰρ λέγει τὸν Ὠκεανὸν ὡς πρὸς τὰ ἐκεῖθεν εἰς ἀνατολήν· τοῖς γάρ τοι ἐκ τῶν ἑῴων πρὸς τὰ ἑσπέρια ἥκουσι μυχοίτατός ἐστιν ὁ Ὠκεανός· οὐκοῦν τὸ μυχοίτατον δύναταί πως κατ' ἄλλον λόγον εἶναι καὶ πρῶτον ποτὲ τοῖς ἐκεῖθεν ἀρξαμένοις. (ῃερς. 151.) Τὸ δὲ, ἔκαμε χεῖρας, ἀτρίπτους ἁπαλὰς, ἀγυμνάστου ἀνδρὸς δήλωσις. διασαφητικὸν δὲ τοῦ, ἀτρίπτους, τὸ ἁπαλάς. τὸ γὰρ οὕτως ἄτριπτον καὶ ἁπαλὸν, εἴτε λόφος τραχήλου εἴτε ποδὸς πέλμα εἴτε χειρὸς θέναρ. (ῃερς. 152.) Τὸ δὲ, οὐ μὴν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος, ἀπέχρησέ ποτε εἰς χρείαν χαριεντιστικὴν ἢ καὶ ἄλλως εἰς παρῳδίαν, ὡς προπαρεσημάνθη, ἀνδρὶ παλαιῷ, πάνυ γέροντι, ὃς ἑταίρας παρακομισθείσης μὴ ἔχων χρήσασθαι διὰ τὴν τοῦ φυσικοῦ τόνου παράλυσιν ἐντεῦθεν λαβὼν εἶπεν· οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος. (ῃερς. 153.) Τὸ δὲ, κεκαδήσει ψυχῆς, ὅ ἐστι στερήσει, ἔστι μὲν ἀπρόσιτον ῥήτορι μὴ μετρικῷ. γίνεται δὲ οὕτως· ἔστι ῥῆμα χῶ πρωτότυπον ἄῤῥητον, ἐξ οὗ ῥητὸν παράγωγον χάζω, ὡς φρῶ φράζω, ῥῶ ῥάζω. ἐξ οὗ ἐφάνη γενέσθαι τό τε ῥάσατε καὶ τὸ ἐῤῥάδαται. τούτου τοῦ χάζω δεύτερος ἀόριστος Ἰωνικὸς χάδω, ὅθεν δεύτερος μέλλων χαδῶ. ἐξ οὗ ἀναγωγῆς γενομένης εἰς ἐνεστῶτα καὶ τροπῆς Ἰωνικῆς τοῦ ψιλοῦ εἰς δασὺ γίνεται τὸ καδῶ καδήσω, καὶ κατὰ ἀναδιπλασιασμὸν κεκαδήσω, ἵνα ᾖ κεκαδήσειν τὸ ἀναγκάσαι τινὰ χάσασθαι, τουτέστιν ὑποχωρῆσαι. οὕτως οὖν καὶ τόδε τὸ τόξον πολλοὺς ἀριστῆας κεκαδήσει, τουτέστι ποιήσει χάσασθαι τῆς ψυχῆς. (ῃερς. 159.) Ἐν δὲ τῷ, πειρήσηται καὶ ἴδηται, τὸ ἴδηται οὐ θέαν δηλοῖ ἀλλὰ νόησιν· ἐπειδὴ καὶ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει κατὰ τὸν εἰπόντα σοφόν. (ῃερς. 168.) Ὅτι σκῶμμα εἰς ἀκαιρολογίαν τὸ, ὦ δεῖνα, οἷόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, δεινόν τ' ἀργαλέον τε; νεμεσσῶμαι δέ τ' ἀκούων εἰ δὴ τοῦτό γε λέγοις. (ῃερς. 172.) ἀνδρὸς δὲ ψευδομένου τὸν στρατιώτην ψόγος τὸ, οὔ τί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ, οἷόν τε ῥυτῆρα βιοῦ ἔμμεναι καὶ ὀϊστῶν, ἀλλ' ἄλλοι τανύουσι. δῆλον δὲ ὅτι πρωτότυπον τοῦ ῥυτῆρος τὸ ῥύω. ἐξ οὗ καὶ ὁ γωρυτὸς καὶ ὁ Εὔρυτος, ὡς πρὸ ὀλίγων ἐῤῥέθη. εἰ δὲ τὸ ῥύειν καὶ βίαν ποτὲ δηλοῖ, ὅθεν καὶ ῥυστάζειν τροπικῶς τὸ κατὰ βίαν ἕλκειν, καὶ ῥυστακτὺς ὁ βίαιος ἑλκυσμὸς καλῶς ἂν καὶ βιὸς τὸ τόξον λέγοιτο διὰ τὸ βίᾳ ῥύεσθαι. ἐκ δὲ τοῦ τοιούτου ῥύειν καὶ ὁ τοῦ χαλινοῦ ῥυτήρ. δῆλον δὲ ὅτι τὸ ῥύεσθαι, ἤτοι ἕλκεσθαι, προσαρμόττει ὥς περ τόξῳ, οὕτω καὶ ὀϊστοῖς. (ῃερς. 177.) Ὅτι κελεύσαντος Ἀντινόου δίφρος τε ἐκφέρεται καὶ κῶας ἐπ' αὐτοῦ τίθεται, ὡς ἂν οἱ νέοι ἐν αὐτῷ καθήμενοι διὰ τὸ χαμαὶ πεπῆχθαι τοὺς πελέκεας βάλλοιεν κατὰ σκοποῦ. (ῃερς. 178.) ἐκφέρεται δὲ καὶ στέαρ, ἵνα χριόμενον τὸ τόξον καὶ θαλπόμενον εὐχρηστηθείη. πάντως γὰρ τὸ κραῦρον τοῦ τόξου, ὅ περ τῷ μακρῷ τοῦ χρόνου ἐπεγένετο, ἡ τοιαύτη ἂν ἀλοιφὴ ἐξεῖλε διεισδῦσα τῶν κεράτων ἐν τῷ θερμαίνεσθαι πυρί. (ῃερς. 176.) Καὶ ὅρα ὡς τῷ Ὀδυσσεῖ ἐπιμέλεται τῶν τόξων ὁ Ἀντίνοος. καὶ φαίνεται μὲν ὁ ἀνὴρ νοῶν καὶ πολύπειρος. ἐδέετο δὲ ἄρα καὶ ἀνδρίας καὶ ῥωμαλεότητος εἰς τό γε δυνηθῆναι ῥηϊδίως ἐντανύσαι. πρὸ δὲ αὐτῶν χρεία ἦν αὐτῷ καὶ συνέσεως, ἣν μὴ ἔχων συγχέει τὰ τῶν μνηστήρων, πρῶτος πεσών. ἔστι δὲ, ἃ λέγει Ἀντίνοος ἐνταῦθα, τοιάδε· ἄγρει δὴ, πῦρ κεῖον ἐνὶ μεγάροισι, Μελανθεῦ, πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ' αὐτοῦ, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, ὄφρα νέοι θάλποντες ἐπιχρίοντες ἀλοιφῇ τόξου πειρηθῶμεν καὶ ἐκτελέωμεν ἄεθλον. καὶ νῦν μὲν οὕτως ἐμπείρως ὁ Ἀντίνοος μεθοδεύει, μετ' ὀλίγα δὲ, ὡς οὐ περιγίνονται τοῦ τόξου, αἰτιασάμενος τὴν τῆς νουμηνίας ἑορτὴν, τέως μὲν σπεῖσαι κελεύσει καταθεμένους τὸ τόξον, ἕωθεν δὲ θύσαντας ἐγχειρῆσαι τῷ ἔργῳ. καὶ τοῖς μὲν ἄλλοις ἀρέσκει τὰ τῆς βουλῆς, Ὀδυσσεὺς δὲ φθάνει ἄλλως αὐτὸς ἀνύσας τὸν ἄεθλον. (ῃερς. 176.) Τί δὲ δηλοῖ τὸ ἄγρει, ἐῤῥέθη οὐ πρὸ πολλοῦ. Τὸ δὲ πῦρ κεῖον διατί διὰ διφθόγγου ἔχει τὴν παραλήγουσαν, πρὸ ὀλίγων δεδήλωται. (ῃερς. 178.) Τὸ δὲ ἔνεικε προστακτικὸν βοηθεῖ τοῖς μεθ' Ὅμηρον εἰς τὴν διὰ τοῦ ˉε ψιλοῦ γραφὴν τοῦ ἔνεγκε. Τροχὸν δὲ στέατος, ὥς περ καὶ τυροῦ, ἀκριβέστερον ἤ περ κύκλον εἰπεῖν. ἐπίπεδον γὰρ ὁ κύκλος καὶ ἀβαθὲς, οὐ τοιοῦτος δὲ ὁ τροχός. ὅθεν καὶ οἰκειότερος ὥς περ ἐπὶ τυροῦ καὶ ἐπὶ κηροῦ δὲ τοῦ κατὰ τὰς Σειρῆνας, οὕτω καὶ ἐπὶ στέατος. ἀρχαῖον δὲ ἔθος τροχοειδῶς καὶ τὰ στέατα στρογγύλλεσθαι. ἴσως δὲ τῷ στέατι καὶ πιμελὴ νῦν συννοεῖται. ὧν διαφορὰ, ὅτι στέαρ μὲν τὸ τῶν κερασφόρων, ὃ καὶ θρύπτεται ψυχθὲν, πιμελὴ δὲ ἐπὶ τῶν μὴ ἐχόντων κέρατα. (ῃερς. 185.) Ὅτι τῶν ἄλλων μνηστήρων θαλπόντων τὸ τόξον, καὶ πειρωμένων μὲν, οὐ δυναμένων δὲ ἐντανύσαι, πολλὸν γὰρ βίης ἐπιδευέες ἦσαν τῆς κατὰ τὸν Ὀδυσσέα δηλαδὴ, ὡς μετ' ὀλίγα δηλοῦται σαφῶς, Ἀντίνοος δ' ἔτι ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδὴς, ἀρχοὶ μνηστήρων. (ῃερς. 187.) ἀρετῇ δὲ, ὅ ἐστιν ἀνδρίᾳ, ἔσαν ἔξοχ' ἄριστοι. (ῃερς. 186.) Ἔστι δὲ νῦν ἐπέχειν τὸ ἐν τῷ τέως ἀργεῖν καὶ μὴ ἐγχειρεῖν ἔργῳ. ἐκ τούτου δὲ οἱ ὕστερον καὶ οἱ προδηλωθέντες ἐφεκτικοὶ φιλόσοφοι ὠνομάσθησαν. ἐν μέντοι τῷ, δαιμονίη, τί μοι ἐπέχεις, ἕτερόν τι σημαινόμενόν ἐστιν, ὡς ἐδηλώθη ἐκεῖ. (ῃερς. 188.) Ὅτι ἀσχολουμένων τῶν μνηστήρων εἰς τὴν τοῦ τόξου πεῖραν, καιρὸν ἔσχεν Ὀδυσσεὺς ἀναγνωρισθῆναι τοῖς δούλοις. οἱ μὲν οὖν, οἷα εἰκὸς, προεξῆλθον, οὕτω δόξαν αὐτοῖς ἢ διὰ λύπην ἢ καὶ ἄλλως ὁπωσοῦν. (ῃερς. 193.) Ὀδυσσεὺς δὲ μετ' αὐτοὺς δόμου ἐξελθὼν φιλιοῦται, εἰπὼν κατὰ ἦθος ἐνδοιαστικόν· βουκόλε, καὶ σὺ, συφορβὲ, ἔπος τι μυθησαίμην, ἢ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. (ῃερς. 195.) ποῖοί κ' εἶτε, τουτέστιν εἴητε κατὰ συγκοπὴν, ἐξ οὗ τὸ εἶεν τρίτον τῶν πληθυντικῶν· ποῖοι τοίνυν εἴητε ἂν Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλ' ἐξαπίνης, καὶ θεὸς αὐτὸν ἐνέγκοι; ἆρα μνηστῆρσιν ἀμύνοιτε ἢ Ὀδυσῆϊ; εἴπατε. (ῃερς. 200.) οἱ δὲ ἑκάτερος, αἲ γὰρ τοῦτο, θεὲ πάτερ, εἶπον, τελευτήσειας ἐέλδωρ, ὡς ἔλθοι μὲν κεῖνος ἀνὴρ, ἀγάγοι δέ ἑ θεός· γνοίης ἂν οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. ἀγαθοῦ δὲ ταῦτα ἐπικούρου ὑπόσχεσις. (ῃερς. 188.) ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται καὶ τὸ, ὁμαρτήσαντες ἄμφω, ἀντὶ τοῦ, ἅμα ὁρμήσαντες, καὶ ὡς εἰπεῖν, ὁμοῦ ἀρηρότες ἀλλήλοις. (ῃερς. 193.) Ἰστέον δὲ ὅτι τὸ, βουκόλε καὶ σὺ συφορβὲ, οὐ λυποῦσι τοὺς δούλους. οὐδὲ γὰρ δυσχερὲς ἡ ἀπὸ τῆς ἀνὰ χεῖρα τέχνης παρωνυμία. καὶ οὕτω μὲν εἶπον οἱ δοῦλοι. (ῃερς. 207.) Ὀδυσσεὺς δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐκφαίνων, ἔνδον μὲν δή, φησιν, ὅδ' αὐτὸς ἐγὼ, κακὰ πολλὰ μογήσας, ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. γινώσκω δὲ, ὡς ὑμῖν ἐελδομένοις ἱκάνω μόνοις δμώων· τῶν δ' ἄλλων οὔ τινος ἤκουσα εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ' ἱκέσθαι. (ῃερς. 213.) εἶτα, ἐπειδὴ τοὺς πολλοὺς οὐχ' οὕτως ἡ εὔνοια, ὡς ἡ τῶν ἀγαθῶν ἐλπὶς ἐφέλκεται, ὑπάγεται δημαγωγικώτερον τοὺς δούλους καὶ ἐπαγγελίαις χρησταῖς, ὑποσχόμενος ὡς, εἴ περ ὑπ' ἐμοίγε θεὸς δαμάσει μνηστῆρας ἀγαυοὺς, ἄξομαι ἀμφοτέροις ἀλόχους, καὶ κτήματ' ὀπάσσω, οἰκία τ' ἐγγὺς ἐμεῖο τετυγμένα. (ῃερς. 216.) τὸ δὲ μεῖζον, καί μοι ἔπειτα Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθε. (ῃερς. 221.) ἐφ' οἷς ἀριφραδὲς τὴνοὐλὴν σῆμα καὶ αὐτοῖς δείκνυσιν, ἀποέρξας αὐτῆς ἤτοι ἀπαγαγὼν τὰ ῥάκεα, ἵνα, φησὶν, εὖ γνῶτον πιστωθῆτόν τ' ἐνὶ θυμῷ. οὕτως ἔφη· καὶ αὐτοὶ ἰδόντες εὖ τε ἐφράσαντο ἕκαστα καὶ ἔκλαιον ἀμφ' Ὀδυσῆα δαΐφρονα χεῖρε βαλόντε, (ῃερς. 224.) καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους, ὡς δούλοις ἔθος. (ῃερς. 225.) ὡς δ' αὕτως Ὀδυσσεὺς κεφαλὰς, ἔτι δὲ καὶ χεῖρας κολακικώτερον ἔκυσε. (ῃερς. 226.) καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο ὃ δὴ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, ἔφεσιν δηλοῖ κλαυθμοῦ, εἰ μὴ Ὀδυσσεὺς ἐκώλυσεν ἐκφοβήσας ἐν τῷ εἰπεῖν, παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. (ῃερς. 230.) εἶτα καὶ συμβουλεύει εἰπών· ἀλλὰ προμνηστῖνοι εἰσέλθετε· ὃ ἑρμηνεύων φησί· μὴ δ' ἅμα πάντες· καὶ ἔτι μᾶλλον σαφέστερον· (ῃερς. 231.) πρῶτος ἐγὼ, μετὰ δ' ὔμμες, ἤγουν μετὰ δὲ ἐμὲ ὑμεῖς· ὃ καὶ γίνεται. (ῃερς. 230.) Εἰσὶ δὲ προμνηστῖνοι, τουτέστιν ὡς οἷον εἰπεῖν προμενετῖνοι, οἱ προμένοντες ἀλλήλους καὶ μὴ ἅμα πάντες προϊόντες κατὰ τὸν ποιητὴν, ἀλλὰ πρῶτος οὗτος, εἶτα ἄλλος καὶ ἐφεξῆς. πλεονάζει δὲ τὸ σίγμα ἐν τῷ προμνηστῖνοι, καθὰ πρὸ βραχέων καὶ ἐν τῷ κατάντηστιν. (ῃερς. 231.) Σῆμα δὲ τετύχθαι λέγει, τοῦ ἐφεξῆς δηλαδὴ ἔργου, τοιοῦτον· ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοὶ, οὐκ ἐάσουσιν ἐμοὶ δοῦναι βιὸν ἠδὲ φαρέτρην· ἀλλὰ σὺ, δῖε Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον ἐν χείρεσσιν ἐμοὶ θέμεναι, ἤτοι θές· εἰπεῖν τε γυναιξὶ, κληῗσαι μεγάροιο θύρας. ἢν δέ τις ἢ στοναχῆς ἢ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν, μή τι θύραζε προβλώσκειν, ἤτοι προϊέναι ὡς προδεδήλωται· ἀλλ' αὐτοῦ ἀκὴν εἶναι παρὰ ἔργῳ. σοὶ δὲ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς κληῗσαι κληῗδι, θοῶς δ' ἐπὶ δεσμὸν ἰῆλαι· ὁποῖόν τι καὶ πρὸ ὀλίγου εἶχον αἱ τοῦ βασιλικοῦ θαλάμου θύραι, ἐν αἷς ἡ δέσποινα ἱμάντα θοῶς ἀπολύσασα κληῗδα ἐνῆκεν ὥστε ἀνοῖξαι. (ῃερς. 193.) Καὶ ὅρα ὡς ἐξ ἀνάγκης καὶ τούτων τῶν δούλων ἐδέετο Ὀδυσσεὺς εἰς ταῦτα τέως τὰ ῥηθέντα. εἰ δέ τι καὶ πλέον χρησιμεύσουσι, τῆς κατὰ τὸν Ὀδυσσέα εὐβουλίας καὶ εὐτυχίας ἐκεῖνο ἐστί. διὸ καὶ ἔργον ποιεῖται ἀναγνωρισθῆναι αὐτοῖς ἐν αὐτοῖς τοῖς ἔργοις· οὐ γὰρ ἐτόλμα πρὸ τούτων. καὶ ποιήσουσιν οἱ δοῦλοι μετ' ὀλίγα, καθὰ παρηγγέλθησαν. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, ἔπος τι μυθησαίμην ἢ αὐτὸς κεύθω, ἀδιαφορίαν ἔχον ἐγκλίσεων ἔθιμον τοῖς ῥητορεύουσιν. ἦν δὲ ἂν ταυτότης, εἴ περ ἔφη, ὡς εἰ πέρ τι μυθησαίμην ἢ κεύθοιμι· ὅ περ οὐκ εἶχεν ἀνάγκην εἰπεῖν ὁ ποιητὴς, ὡς ἐξὸν ὂν καὶ οὕτως καὶ οὕτως φράζειν. (ῃερς. 195.) Ἰστέον δὲ ὅτι τὸ, ὡς ἐῤῥέθη, ποῖοί κ' εἶτε, γραψάντων τινῶν, ποῖοί κ' εἰτὲ, ἀντὶ τοῦ ἐστὲ, ὡς ἀπὸ τοῦ εἰμὲν εἰτὲ, ὅ πέρ ἐστιν ἐσμὲν ἐστὲ, Ἡρακλείδης τοὺς οὕτως ἀναγινώσκοντας ἁμαρτάνειν φησὶ, καθότι ὁριστικὸν ῥῆμα τῷ κˉε συνδέσμῳ ὑπάγουσιν, ὃς ἑκάστοτε ὑποτακτικὸν ἀπαιτεῖ ἢ εὐκτικόν. ἐγκρίνει δὲ τὸ εἶτε ἀντὶ τοῦ εἴητε, λέγων ὅτι ἡ ἀρχαία Ἀτθὶς τὰ εὐκτικὰ συγκόπτει κατ' ἔξαρσιν μιᾶς συλλαβῆς, τό τε κοσμηθείημεν καὶ διακριθείημεν, ἀκολούθως δὲ καὶ τὸ εἴημεν κοσμηθεῖμεν καὶ διακριθεῖμεν καὶ εἶμεν λέγοντες, καὶ τὰ τούτων δεύτερα κοσμηθεῖτε καὶ διακριθεῖτε καὶ εἶτε. ἐν οἷς δὲ ταῦτα φησὶ, λέγει καὶ ὅτι τὸ, εἴ περ γάρ κε βλεῖο πονεύμενος, ὅ περ ἐν Ἰλιάδι κεῖται, εὐκτικόν ἐστι συγκοπὲν ἐκ τοῦ βλείοιο, ἐλέγχων κακῶς νοῆσαι τοὺς εἰπόντας προστακτικὸν εἶναι τὸ βλεῖο. Ἔτι ἰστέον καὶ ὅτι τὸ, ποῖοί κ' εἶτε, ταυτόν ἐστι τῷ, ποταποὶ ἂν ἔσεσθε, καὶ ὅτι τῆς ὑστέρας Ἀτθίδος ἐστὶ τὸ ποῖοι. ἡ γὰρ ἀρχαία ἑτεροίαν ἐδίδου παράληξιν τῇ τοιαύτῃ λέξει, ὡς καὶ Ἡρακλείδης δηλοῖ, ἔνθα λέγει τοὺς Ἀττικοὺς τὴν ˉοˉι δίφθογγον εἰς τὴν ˉεˉι μεταποιεῖν, τὸ δυοῖν λέγοντας δυεῖν, καὶ τὸ οἴκοι οἴκει, καὶ τὸ ποῖος πεῖος. (ῃερς.

Intertext edge

Open linked passage

Note